- 底本
- Aelian. Claudii Aeliani Varia Historia Epistolae Fragmenta, Vol. 2. Hercher, Rudolf, editor. Leipzig: Teuber, 1866.
- 翻訳
- AI生成(gemini-3.8-flash) — 機械翻訳のため誤りを含む場合があります
- 言語
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0545.tlg002.humanitext-grc2:3.18
- 出力
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
著者は歴史家テオポンポスによるミダスとシレノスの対話を引き、既知の世界の外にある未知の巨大大陸、そこに存在する敬虔な都市と好戦的な都市、そして悲哀と若返りをもたらす二つの川の伝承を記し、荒唐無稽な神話として評している。
Περιηγεῖταί τινα Θεόπομπος συνουσίαν Μίδου τοῦ Φρυγὸς καὶ Σιληνοῦ. νύμφης δὲ παῖς ὁ Σιληνὸς οὗτος, θεοῦ μὲν ἀφανέστερος τὴν φύσιν, ἀνθρώπου δὲ κρείττων, ἐπεὶ καὶ ἀθάνατος ἦν. πολλὰ μὲν οὖν καὶ ἄλλα ἀλλήλοις διελέχθησαν, καὶ ὑπὲρ τούτων δὲ ὁ Σιληνὸς ἔλεγε πρὸς τὸν Μίδαν. τὴν μὲν Εὐρώπην καὶ τὴν Ἀσίαν καὶ τὴν Λιβύην νήσους εἶναι, ἃς περιρρεῖν κύκλῳ τὸν Ὠκεανόν, ἤπειρον δὲ εἶναι μόνην ἐκείνην τὴν ἔξω τούτου τοῦ κόσμου. καὶ τὸ μὲν μέγεθος αὐτῆς ἄπειρον διηγεῖτο. τρέφειν δὲ τὰ ἄλλα ζῷα μεγάλα, καὶ τοὺς ἀνθρώπους δὲ τῶν ἐνταυθοῖ διπλασίονας τὸ μέγεθος, καὶ χρόνον ζῆν αὐτοὺς οὐχ ὅσον ἡμεῖς, ἀλλὰ καὶ ἐκεῖνον διπλοῦν. καὶ πολλὰς μὲν εἶναι καὶ μεγάλας πόλεις καὶ βίων ἰδιότητας, καὶ νόμους αὐτοῖς τετάχθαι ἐναντίως κειμένους τοῖς παρʼ ἡμῖν νομιζομένοις. δύο δὲ εἶναι πόλεις ἔλεγε μεγέθει μεγίστας, οὐδὲν δὲ ἀλλήλαις ἐοικέναι· καὶ τὴν μὲν ὀνομάζεσθαι Μάχιμον, τὴν δὲ Εὐσεβῆ. τοὺς μὲν οὖν Εὐσεβεῖς ἐν εἰρήνῃ τε διάγειν καὶ πλούτῳ βαθεῖ, καὶ λαμβάνειν τοὺς καρποὺς ἐκ τῆς γῆς χωρὶς ἀρότρων καὶ βοῶν, γεωργεῖν δὲ καὶ σπείρειν οὐδὲν αὐτοῖς ἔργον εἶναι. καὶ διατελοῦσιν ʽἦ δʼ ὃσʼ ὑγιεῖς καὶ ἄνοσοι, καὶ καταστρέφουσι τὸν ἑαυτῶν βίον γελῶντες εὖ μάλα καὶ ἡδόμενοι. οὕτω δὲ ἀναμφιλόγως εἰσὶ δίκαιοι, ὡς μηδὲ τοὺς θεοὺς πολλάκις ἀπαξιοῦν ἐπιφοιτᾶν αὐτοῖς.1 οἱ δὲ τῆς Μαχίμου πόλεως μαχιμώτατοί τέ εἰσι καὶ αὐτοὶ καὶ γίνονται μεθʼ ὅπλων, καὶ ἀεὶ πολεμοῦσι, καὶ καταστρέφονται τοὺς ὁμόρους, καὶ παμπόλλων ἐθνῶν μία πόλις κρατεῖ αὕτη. εἰσὶ δὲ οἱ οἰκήτορες οὐκ ἐλάττους διακοσίων μυριάδων. ἀποθνήσκουσι δὲ τὸν μὲν ἄλλον χρόνον νοσήσαντες· σπάνιον δὲ τοῦτο, ἐπεὶ τά γε πολλὰ ἐν τοῖς πολέμοις ἢ λίθοις ἢ ξύλοις παιόμενοι· ἄτρωτοι γάρ εἰσι σιδήρῳ. χρυσοῦ δὲ ἔχουσι καὶ ἀργύρου ἀφθονίαν, ὡς ἀτιμότερον εἶναι παρʼ αὐτοῖς τὸν χρυσὸν τοῦ παρʼ ἡμῖν σιδήρου. ἐπιχειρῆσαι δέ ποτε καὶ διαβῆναι τούτους ἐς τάσδε τὰς ἡμεδαπὰς νήσους ἔλεγε, καὶ διαπλεύσαντάς γε τὸν Ὠκεανὸν μυριάσι χιλίαις ἀνθρώπων ἕως Ὑπερβορέων ἀφικέσθαι. καὶ πυθομένους τῶν παρʼ ἡμῖν τούτους εἶναι τοὺς εὐδαιμονεστάτους, καταφρονῆσαι ὡς φαύλως καὶ ταπεινῶς πράττοντας, καὶ διὰ ταῦτα ἀτιμάσαι προελθεῖν περαιτέρω.2 τὸ δὲ ἔτι θαυμασιώτερον προσετίθει. μέροπάς τινας οὕτω καλουμένους ἀνθρώπους οἰκεῖν παρʼ αὐτοῖς ἔφη πόλεις πολλὰς καὶ μεγάλας, ἐπʼ ἐσχάτῳ δὲ τῆς χώρας αὐτῶν τόπον εἶναι καὶ ὀνομάζεσθαι Ἄνοστον, ἐοικέναι δὲ χάσματι, κατειλῆφθαι δὲ οὔτε ὑπὸ σκότους οὔτε ὑπὸ φωτός, ἀέρα δὲ ἐπικεῖσθαι ἐρυθήματι μεμιγμένον θολερῷ. δύο δὲ ποταμοὺς περὶ τοῦτον τὸν τόπον ῥεῖν, καὶ τὸν μὲν Ἡδονῆς καλεῖσθαι τὸν δὲ Λύπης· καὶ παρʼ ἑκάτερον τούτων ἑστηκέναι δένδρα τὸ μέγεθος πλατάνου μεγάλης. φέρειν δὲ καρποὺς τὰ μὲν παρὰ τὸν τῆς Λύπης ποταμὸν τοιαύτην ἔχοντας τὴν φύσιν. ἐάν τις αὐτῶν ἀπογεύσηται, τοσοῦτον ἐκβάλλει δακρύων, ὥστε κατατήκεσθαι πάντα τὸν ἑαυτοῦ βίον τὸν λοιπὸν θρηνοῦντα, καὶ οὕτω τελευτᾶν. τὰ δὲ ἕτερα τὰ παραπεφυκότα τῷ τῆς Ἡδονῆς ποταμῷ ἀντίπαλον ἐκφέρειν καρπόν. ὃς γὰρ ἂν γεύσηται τούτων, τῶν μὲν ἄλλων τῶν πρότερον ἐπιθυμιῶν παύεται, ἀλλὰ καὶ εἴ του ἤρα καὶ αὐτοῦ λαμβάνει λήθην, καὶ γίνεται κατὰ βραχὺ νεώτερος καὶ τὰς φθανούσας ἡλικίας καὶ τὰς ἤδη διελθούσας ἀναλαμβάνει ὀπίσω. τὸ μὲν γὰρ γῆρας ἀπορρίψας ἐπὶ τὴν ἀκμὴν ὑποστρέφει, εἶτα ἐπὶ τὴν τῶν μειρακίων ἡλικίαν ἀναχωρεῖ, εἶτα παῖς γίνεται, εἶτα βρέφος, καὶ ἐπὶ τούτοις ἐξαναλώθη.3 καὶ ταῦτα εἴ τῳ πιστὸς ὁ Χῖος λέγων, πεπιστεύσθω·4 ἐμοὶ δὲ δεινὸς εἶναι δοκεῖ μυθολόγος καὶ ἐν τούτοις καὶ ἐν ἄλλοις δέ.
テオポンポスは、プリュギア人ミダスとシレノスとの間のとある対話を詳述している。このシレノスはニンフの子であり、神よりは劣る本性を持つが、不死でもあったため人間よりは勝っていた。彼らは互いに他の多くの事柄についても語り合ったが、シレノスはミダスに向かって次のような事柄についても語った。すなわち、ヨーロッパ、アジア、リビアは島々であって、それらをオケアノスが円形に取り巻いて流れており、大陸と呼べるのはこの世界の外部にあるかの大陸だけであるということである。そして彼はその大きさが無限であると語った。また、そこでは他の動物たちも大きく育ち、人間たちも当地の人々の二倍の大きさであり、彼らが生きる時間も我々の生きる時間ほどではなく、それもまた二倍である。そして、数多くの大きな都市や特異な生活様式が存在し、彼らには我々の下で慣習とされているものとは正反対に位置する法律が定められている。彼が言うには、最も巨大な二つの都市があり、互いに何一つ似通っていない。一方の都市はマキモス(好戦都市)、他方はエウセベス(敬虔都市)と呼ばれている。敬虔の民は平和と豊かな富の中で暮らし、鋤や牛を用いずに大地から実りを受け取り、耕作や種蒔きは何一つ彼らの仕事ではない。「彼らは」と彼は言った、「健康で病気にかかることなく一生を過ごし、大いに笑い歓喜しつつ自らの生を終える。彼らが議論の余地なく正しい者たちであるため、神々も彼らのもとを頻繁に訪れることを軽んじ拒むことさえない」。他方、マキモスの都市の住民たちは、彼ら自身も極めて好戦的であり、武器を帯びて生まれ、常に戦争を行い、隣人たちを征服しており、この一つの都市が極めて多数の諸民族を支配している。住民の数は二百万を下らない。彼らは普段の時には病にかかって死ぬが、これは稀なことであり、たいていは戦争の中で石や木で打たれて死ぬ。鉄に対しては傷つかないからである。彼らは金や銀を豊富に持っており、金は彼らの間では我々の下での鉄よりも価値が低い。シレノスが語るには、かつて彼らは我々側のこれらの島々へと渡ろうと企て、一千万の兵力でオケアノスを渡航してヒュペルボレオイ人の地にまで到達した。そして、我々の側の人間の中でこの人々が最も幸福であると知ると、彼らが惨めに卑しく暮らしていると軽蔑し、それゆえさらに先へと進むことを潔しとしなかった。さらに彼は、いっそう驚くべきことを付け加えた。彼らの地域にはメロプス(有声者)と呼ばれるある人々が数多くの大きな都市に住んでおり、彼らの国土の果てにはアノストス(帰還不能の地)と呼ばれる場所があり、それは割れ目に似ていて、暗闇にも光にも覆われておらず、濁った赤みが混ざり合った空気が漂っていると彼は言った。そして二つの川がこの場所の周りを流れており、一方は「快楽の川」、他方は「苦痛の川」と呼ばれている。これらそれぞれの川の傍らには、大きなプラタナスほどの大きさの木々が生えている。「苦痛の川」の傍らの木々は、次のような性質を持つ実を結ぶ。もし誰かがその実を味わうなら、彼はあまりに大量の涙を流し、その結果、残りの生涯すべてを嘆き悲しみながら衰弱し、そのようにして死に至る。他方、「快楽の川」の傍らに生えている別の木々は、それとは正反対の実を結ぶ。というのも、誰であれこれを味わった者は、それ以前の他の欲望から解放されるだけでなく、もし誰かを愛していたとしてもその人のことさえ忘れてしまい、次第に若返り、過ぎ去りすでに経過した年齢を再び取り戻すからである。老いを脱ぎ捨てて全盛期へと戻り、次いで若者の年齢へと退き、次いで子供となり、次いで赤子となって、これらを経て消滅するのである。これらのことを語るこのキオス人が、もし誰かにとって信じるに足るなら、信じさせておくがよい。しかし私には、彼がこれらの事柄においても、また他の事柄においても、恐るべき神話作者であるように思われる。
- 3.18ἐπιφοιτᾶν αὐτοῖς
動詞 ἀπαξιόω(〜を拒む、軽んじる)に続く不定詞句で、否定語 μηδέ を伴い「〜することすら拒まない(喜んで訪れる)」の意をなす。与格 αὐτοῖς は前置詞 ἐπί の合成動詞 ἐπιφοιτάω に支配されている。
- 3.18ἀτιμάσαι προελθεῖν περαιτέρω
ἀτιμάζω に不定詞 προελθεῖν が後続する構文で、「それ以上先へ進むことを名誉に値しないと見なす、潔しとしない」を意味する。ἀπαξιόω +不定詞と同様の否定的一顧を表す語法。
- 3.18ἐπὶ τούτοις ἐξαναλώθη
若返りのプロセス(老年→全盛期→青年→子供→乳児)の最後に置かれた直説法アオリスト。ἐπί +与格は「これらの段階の末に、これらに続いて」を表し、ἐξαναλίσκω(消滅する、消費し尽くされる)の受動相が完全な消失を示している。
- 3.18πεπιστεύσθω
動詞 πιστεύω の完了受動命令法三人称単数。「信じられるなら、信じさせておけ(信じられて然るべし)」という許容・放任のニュアンスを表す。
