← クラウディオス・アイリアノス

ギリシア奇談集

§2.42-2.44

プラトンの立法拒否と清貧の偉人およびテオンの絵画

プラトンが平等への不同意を理由にアルカディアとテーバイの立法者の招きを断った逸話、清貧を貫いたギリシアの偉人たちの列挙、そして突撃ラッパの響きとともに公開された画家テオンによる熱狂的な重装歩兵の絵画について記される。

表示 ▾
表示
訳
訳の書体
AI ↗
← 前次 →
§2.42

ἡ Πλάτωνος δόξα καὶ ὁ τῆς κατʼ αὐτὸν ἀρετῆς λόγος καὶ ἐς Ἀρκάδας ἀφίκετο καὶ Θηβαίους, καὶ οὖν καὶ ἐδεήθησαν αὐτοῦ πρέσβεις ἀποστείλαντες σὺν τῇ ἀνωτάτω σπουδῇ ἀφικέσθαι σφίσι τὸν ἄνδρα οὐκ ἐπὶ μόνῃ τῇ τῶν νέων προστασίᾳ, οὐδʼ ἵνα αὐτοῖς συγγένηται ἐπὶ τοῖς λόγοις τοῖς κατὰ φιλοσοφίαν, ἀλλὰ γὰρ καὶ τὸ ἔτι τούτων μεῖζον1 νομοθέτην αὐτὸν ἐκάλουν. οὔκουν ἔμελλον ἀτυχήσειν τοῦ ἀνδρός· καὶ γὰρ ἥσθη ὁ τοῦ Ἀρίστωνος τῇ κλήσει, καὶ δὴ καὶ ἔμελλεν ὑπακούσεσθαι. ἤρετο μέντοι τοὺς ἥκοντας πῶς ἔχουσι πρὸς τὸ ἴσον ἔχειν ἅπαντες;2 ἐπεὶ δὲ ἔμαθε παρʼ αὐτῶν ὅτι καὶ πάνυ ἀλλοτρίως, οὐδὲ πείσει αὐτοὺς τιμᾶν τὴν ἰσονομίαν, ἀπείπατο τὴν πρὸς αὐτοὺς ἐπιδημίαν.

プラトンの名声と彼の徳についての評判はアルカディア人たちやテーバイ人たちのもとにも届き、それゆえ彼らは使節を派遣して、若者たちの指導のためのみならず、また哲学に関する議論のために彼らと交わるためでもなく、これらよりもさらに重大なこととして、彼を立法者として迎えるべく、最大の熱意をもって自らの許に来てくれるよう懇願した。したがって彼らはこの男を獲得しそこなうことはないはずであった。アリストンの子はこの招きに喜び、実際に応じるつもりでいたからである。しかしながら彼は訪れた使節たちに、全員が等しい分け前を持つことに対してどのような姿勢でいるかを尋ねた。そして、彼らがまったく受け入れない態度であり、彼らに法の下の平等を尊重するよう説得することもできないと知ると、彼らの許への旅路を拒絶した。

§2.43

πενέστατοι ἐγένοντο οἱ ἄριστοι τῶν Ἑλλήνων, Ἀριστείδης ὁ Λυσιμάχου καὶ Φωκίων ὁ Φώκου καὶ Ἐπαμεινώνδας ὁ Πολύμνιδος καὶ Πελοπίδας ὁ Θηβαῖος καὶ Λάμαχος ὁ Ἀθηναῖος καὶ Σωκράτης ὁ Σωφρονίσκου καὶ Ἐφιάλτης δὲ ὁ Σοφωνίδου καὶ ἐκεῖνος.

ギリシア人の中で最も優れた者たちが最も貧乏であった。リュシマコスの息子アリステイデス、ポコスの息子ポキオン、ポリュムニスの息子エパメイノンダス、テーバイ人ペロピダス、アテナイ人ラマコス、ソプロニスコスの息子ソクラテス、そしてソポニデスの息子エピアルテスもまたその一人であった。

§2.44

Θέωνος τοῦ ζωγράφου πολλὰ μὲν καὶ ἄλλα ὁμολογεῖ τὴν χειρουργίαν ἀγαθὴν οὖσαν ἀτὰρ οὖν καὶ τόδε τὸ γράμμα. ὁπλίτης ἐστὶν ἐκβοηθῶν, ἄφνω τῶν πολεμίων ἐσβαλλόντων καὶ δῃούντων ἅμα καὶ κειρόντων τὴν γῆν· ἐναργῶς δὲ καὶ πάνυ ἐκθύμως ὁ νεανίας ἔοικεν ὁρμῶντι ἐς τὴν μάχην, καὶ εἶπες ἂν3 αὐτὸν ἐνθουσιᾶν, ὥσπερ ἐξ Ἄρεος μανέντα. γοργὸν μὲν αὐτῷ βλέπουσιν οἱ ὀφθαλμοί, τὰ δὲ ὅπλα ἁρπάσας ἔοικεν ᾗ ποδῶν ἔχει4 ἐπὶ τοὺς πολεμίους ᾅττειν. προβάλλεται δὲ ἐντεῦθεν ἤδη τὴν ἀσπίδα, καὶ γυμνὸν ἐπισείει τὸ ξίφος φονῶντι ἐοικὼς καὶ σφαγὴν βλέπων  καὶ ἀπειλῶν διʼ ὅλου τοῦ σχήματος ὅτι μηδενὸς φείσεται. καὶ πλέον οὐδὲν περιείργασται τῷ Θέωνι, οὐ λοχίτης οὐ ταξίαρχος οὐ λοχαγὸς οὐχ ἱππεὺς οὐ τοξότης, ἀλλʼ ἀπέχρησέν οἱ καὶ ὁ εἷς ὁπλίτης οὗτος πληρῶσαι τὴν τῆς εἰκόνος ἀπαίτησιν. οὐ πρότερόν γε μὴν ὁ τεχνίτης ἐξεκάλυψε τὴν γραφὴν οὐδὲ ἔδειξε τοῖς ἐπὶ τὴν θέαν συνειλεγμένοις πρὶν ἢ σαλπιγκτὴν παρεστήσατο5 καὶ προσέταξεν αὐτῷ τὸ παρορμητικὸν ἐμπνεῦσαι μέλος διάτορόν τε καὶ γεγωνὸς ὅτι μάλιστα καὶ οἷον ἐς τὴν μάχην ἐγερτήριον. ἅμα τε οὖν τὸ μέλος ἠκούετο τραχὺ καὶ φοβερόν, οἷον ἐς ὁπλιτῶν ἔξοδον ταχέως ἐκβοηθούντων μελῳδοῦσι σάλπιγγες, καὶ ἐδείκνυτο ἡ γραφή, καὶ ὁ στρατιώτης ἐβλέπετο, τοῦ μέλους ἐναργεστέραν τὴν φαντασίαν τοῦ ἐκβοηθοῦντος ἔτι καὶ μᾶλλον παραστήσαντος.

画家テオンの筆の技が優れていることは、他の多くの作品も証言しているが、とりわけこの絵がそれを物語っている。描かれているのは救援に駆けつける重装歩兵であり、敵が突然侵入して土地を略奪し荒らしているところである。この若者は明らかに、そして極めて熱烈に戦いへと突撃しているように見え、まるでアレス神に狂わされたかのように霊感を吹き込まれていると誰もが言ったであろう。その両目は鋭く前を睨みつけ、武器を掴み取って、足の許す限りの速さで敵へと突進しているかのようである。早くも盾を前に構え、抜き身の剣を振りかざし、殺気を帯びた者のようであり、殺戮を見据え、その全身の構えによって何者をも容赦しないと威嚇している。そしてテオンにはこれ以上の余計な描き込みはなく、戦列の兵も、部隊長も、百人隊長も、騎兵も、射手も描かれておらず、このただ一人の重装歩兵だけでこの絵の要求を満たすのに十分であった。ところでこの画家は、ラッパ手をそばに立たせて、可能な限り甲高く響き渡るような、まさに戦いへの目覚ましとなるような突撃の調べを吹き鳴らすよう命じるまでは、観覧のために集まった人々にその絵の覆いを外して見せることは決してしなかった。かくして、急ぎ救援に駆けつける重装歩兵の出撃に合わせてラッパが奏でるような、荒々しく恐ろしい調べが聞こえると同時に、絵が開帳されてかの兵士の姿が現れ、その調べが救援に駆けつける者の迫真の姿をさらに一層鮮やかに浮かび上がらせたのである。

構文注5 件
  1. 2.42τὸ ἔτι τούτων μεῖζον

    名詞節あるいは文全体に対する同格句(文同格的対格)として機能している。「これら(教育や哲学対話)よりもさらに重大なこととして」の意で、後続する νομοθέτην αὐτὸν ἐκάλουν(立法者として彼を招くこと)の内実を強調する前置きとなっている。

  2. 2.42πῶς ἔχουσι πρὸς τὸ ἴσον ἔχειν ἅπαντες;

    間接疑問節を直接話法的な語順と疑問符で提示した文形。πρὸς τὸ ἴσον ἔχειν は前置詞 πρός に冠詞付き不定詞(中性単数対格)が後続した前置詞句であり、主語 ἅπαντες は不定詞 ἔχειν の意味上の主語が主格のまま置かれた(または主節の文脈に牽引された)もの。「全員が平等に持つ(均等な分配を受ける)ことに対してどのような態度を取っているか」を意味する。

  3. 2.44εἶπες ἂν

    ἄν を伴う直説法アオリスト2人称単数形。過去の事態に対する潜在または反実仮想(「(その場にいたなら)誰もが言ったであろう」)を表す慣用表現で、架空の観察者・読者に対する呼びかけとして情景の真に迫った様子を強調している。

  4. 2.44ᾗ ποδῶν ἔχει

    速度・能力を表す部分属格 ποδῶν を伴う慣用表現(ヘロドトス等の ὡς ποδῶν εἶχον と同種)。関係副詞 ᾗ と非人称的用法・状態の ἔχει が結びつき、「足の許す限りの速さで」「全速力で」という意味の副詞句として機能している。

  5. 2.44οὐ πρότερόν γε μὴν ὁ τεχνίτης ἐξεκάλυψε ... πρὶν ἢ σαλπιγκτὴν παρεστήσατο

    主節の否定を伴う時間副詞 οὐ πρότερον と従属節を導く πρὶν ἤ の相関構文。事実として生じた過去の事象を表すため、πρὶν ἤ 節の動詞は直説法アオリスト παρεστήσατο が用いられている(「〜するまでは決して…しなかった」「〜して初めて…した」)。

翻訳:Gemini 3.8 Flash・日本語訳と原文の修正なしurn:cts:greekLit:tlg0545.tlg002.humanitext-grc2:2.42-2.44