← クラウディオス・アイリアノス

ギリシア奇談集

§13.39-13.46

名将たちの言行録とパトライの大蛇の恩返し

エピアルテス、テミストクレス、ポキオン、エパメイノンダス、ティモテオスらの機知や高潔さを示す言動と、ディオニュシオスの非道、パトライにおける少年と大蛇の交情と救出劇を記録する。

表示 ▾
表示
訳
訳の書体
AI ↗
← 前次 →
§13.39

Ἐφιάλτης στρατηγοῦ ὀνειδίσαντος αὐτῷ τινος πενίαν ʽτὸ δὲ ἕτερονʼ ἔφη ʽδιὰ τί οὐ λέγεις, ὅτι δίκαιός εἰμι;ʼ στρεπτῷ κειμένῳ ἐπὶ τῆς γῆς χρυσοῦ Περσικοῦ ὁ Θεμιστοκλῆς παρεστὼς τῷ παιδὶ εἶπεν ʽοὐκ ἀναιρήσεις, ὦ παῖ, τὸ εὕρημα τόδε;ʼ1 δείξας τὸν στρεπτόν· ʽοὐ γὰρ σὺ Θεμιστοκλῆς εἶ δήπου.ʼ Ὅτι ἠτίμασαν αὐτόν ποτε Ἀθηναῖοι, εἶτα ἐπὶ τὴν ἀρχὴν αὖθις παρεκάλουν· ὃ δὲ ʽοὐκ ἐπαινῶ τοὺς τοιούτους ἄνδρας, οἵτινες τὴν αὐτὴν ἀμίδα καὶ οἰνοχόην ἔχουσι.ʼ Πρὸς Εὐρυβιάδην τὸν Λακεδαιμόνιον ἔλεγέ τι ὑπεναντίον, καὶ ἀνέτεινεν αὐτῷ τὴν βακτηρίαν. ὃ δὲ ʽπάταξον μέν, ἄκουσον δέ.ʼ ᾔδει δὲ ὅτι ἃ μέλλει λέγειν τῷ κοινῷ λυσιτελεῖ.

エピアルテスは、ある将軍が彼に貧しさを責め立てたとき、「だがもう一つのこと、すなわち私が公正であることはなぜ言わないのか」と言った。地に落ちているペルシアの黄金の首飾りのかたわらに立ったテミストクレスは、従僕の少年に首飾りを指し示して言った。「おい少年、この拾い物を拾い上げないのか。お前はまさかテミストクレスではないのだからな」。かつてアテナイ人たちが彼を辱め、その後に再び職務へと呼び戻したとき、彼は言った。「同じ器を尿瓶としても酒注ぎとしても用いるような者たちを、私は賞賛しない」。ラケダイモン人のエウリュビアデスに対して彼が何事か反対の意見を述べたため、エウリュビアデスが彼に杖を振り上げたとき、彼は言った。「打つがよい、だが聞くのだ」。自らが語ろうとしていることが共同体にとって益になることを知っていたからである。

§13.41

ὀδυρομένου τινὸς τῶν μετὰ Φωκίωνος μελλόντων ἀποθνήσκειν εἶπεν ὁ Φωκίων ʽεἶτα οὐκ ἀγαπᾷς, ὦ Θούδιππε, μετὰ Φωκίωνος ἀποθνήσκων;

ポキオンとともに死ぬことになっていた者のひとりが嘆いていたとき、ポキオンは言った。「それではトゥディッポスよ、ポキオンとともに死ぬことを喜ばないのか」。

§13.42

Ἐπαμεινώνδας ἔφευγε δίκην θανάτου ἐπανελθὼν ἐκ τῆς Λακωνικῆς, ὡς ἐπιβαλὼν τῇ βοιωταρχίᾳ τέτταρας μῆνας παρὰ τὸν νόμον. τοὺς μὲν οὖν συνάρχοντας ἐκέλευσεν ἐς αὐτὸν τὴν αἰτίαν ἀναφέρειν ὡς ἐκβιασθέντας, αὐτὸς δὲ παρελθὼν ἐς τὸ δικαστήριον οὐκ ἔφη βελτίονας ἔχειν τῶν ἔργων τοὺς λόγους· εἰ δὲ μή, ἠξίου ἀποκτείνειν αὐτόν,2 ἐπιγράψαι μέντοι τῇ στήλῃ ὅτι μὴ βουλομένους Θηβαίους ἠνάγκασεν Ἐπαμεινώνδας τὴν μὲν Λακωνικὴν πυρπολῆσαι πεντακοσίοις ἐνιαυτοῖς ἀδῄωτον οὖσαν, οἰκίσαι δὲ Μεσσήνην δι’ ἐτῶν τριάκοντα καὶ διακοσίων, συντάξαι δὲ καὶ συναγαγεῖν ἐς ταὐτὸν Ἀρκάδας, ἀποδοῦναι δὲ τοῖς Ἕλλησι τὴν αὐτονομίαν. καὶ ἀφῆκαν αὐτὸν αἰδεσθέντες οἱ δικασταί. ἐπανελθόντα δὲ αὐτὸν ἐκ τοῦ δικαστηρίου Μελιταῖον κυνίδιον ἔσαινε. διὸ πρὸς τοὺς παρόντας εἶπε ʽτοῦτο μὲν ἀποδίδωσιν εὐεργεσίας μοι χάριν, Θηβαῖοι δὲ πολλάκις ὑπʼ ἐμοῦ εὖ παθόντες ἔκρινάν με θανάτου.ʼ ὅτι Τιμόθεος ὁ στρατηγὸς Ἀθηναίων πεπίστευτο εὐτυχὴς εἶναι· καὶ ἔλεγον τὴν τύχην αἰτίαν εἶναι, Τιμόθεον δὲ οὐδενός, κωμῳδοῦντες ἐπὶ τῆς σκηνῆς. καὶ οἱ ζωγράφοι δὲ καθεύδοντα ἐποίουν αὐτόν, εἶτα ὑπὲρ τῆς κεφαλῆς ἀπῃώρητο ἑστῶσα ἡ Τύχη ἕλκουσα ἐς κύρτον τὰς πόλεις. πυνθανομένου Θεμιστοκλέους τινὸς κατὰ τί μάλιστα ἥσθη ἐν τῷ βίῳ, ὃ δὲ ἀπεκρίνατο ʽτὸ θέατρον ἰδεῖν Ὀλυμπίασιν ἐπιστρεφόμενον ἐς ἐμὲ ἐς τὸ στάδιον παριόντα.ʼ τοὺς αὐτοὺς ἐπιτρόπους ἔσχε Θεμιστοκλῆς καὶ Ἀριστείδης ὁ Λυσιμάχου, καὶ διὰ ταῦτά τοι καὶ συνετράφησαν καὶ συνεπαιδεύθησαν κοινῷ διδασκάλῳ. ἐστασιαζέτην δὲ ὅμως καὶ ἔτι παῖδες ὄντες, καὶ παρέμενεν αὐτοῖς ἡ φιλονεικία ἀπὸ τῆς πρώτης ἡλικίας καὶ ἐς ἔσχατον γῆρας.

エパメイノンダスはラコニケから帰還したのち、法に反してボイオタルケスの職務に四か月留任したとして死刑裁判にかけられた。そこで彼は同僚の将軍たちには、強要されたのだとして自分に責任を帰すよう命じたが、自らは法廷に歩み出て、自分の言葉は行いよりも優れてはいないと言った。そして、もし死刑に処さないわけにはいかないのなら、自らを処刑することは認めるが、ただし碑文には次のように刻むよう求めた。「エパメイノンダスは、望まぬテーバイ人たちを強制して、五百年にわたって荒らされることのなかったラコニケを焼き払わせ、二百三十年ののちにメッセネを再建させ、アルカディア人たちを統合して一つに結束させ、ギリシア人たちに自治を回復させた」と。裁判官たちは気圧されて彼を放免した。彼が法廷から戻ると、マルタ産の小犬が尾を振ってすり寄ってきた。そのため彼はその場にいた者たちに向かって言った。「この犬は私に恩義を返しているが、テーバイ人たちは私から幾度も善きことを受けておきながら、私を死刑裁判にかけたのだ」。アテナイの将軍ティモテオスは幸運な男であると信じられていた。そして人々は劇場の舞台で彼を喜劇の題材にし、幸運こそが原因であってティモテオスは何もしていないと語っていた。画家たちもまた彼が眠っている姿を描き、その頭上には運命の女神が立って宙に留まり、網篭の中に諸都市を追い込んでいる様を描いた。ある者がテミストクレスに、人生で何に最も歓喜したかと尋ねたところ、彼は「競技場に入場したとき、オリュンピアの観客席全体が私の方へと振り向いたのを見たことだ」と答えた。テミストクレスとリュシマコスの子アリステイデスは同じ後見人を持ち、まさにこのために同じ教師のもとで共に育てられ共に教育を受けた。それにもかかわらず彼らはまだ少年であった頃から対立し、その反目は幼少期から極晩年に至るまで彼らに留まり続けた。

§13.45

ὅτι Διονύσιος τὴν μητέρα διέφθειρε φαρμάκοις· Λεπτίνην δὲ τὸν ἀδελφὸν σῶσαι δυνάμενος ἐν τῇ ναυμαχίᾳ περιεῖδεν ἀπολλύμενον.

ディオニュシオスは母を毒薬で殺害した。また弟のレプティネスを海戦で救うことができたのに、彼が滅びゆくのを放置した。

§13.46

πόλις ἐστὶ τῆς Ἀχαΐας αἱ Πάτραι. παῖς παρʼ  αὐτοῖς δράκοντα μικρὸν ἐπρίατο, καὶ ἔτρεφε μετὰ πολλῆς τῆς κομιδῆς. αὐξηθέντος δὲ αὐτοῦ ἐλάλει πρὸς αὐτὸν ὡς πρὸς ἀκούοντα, καὶ ἤθυρε μετʼ αὐτοῦ καὶ συνεκάθευδεν αὐτῷ. ἐς μέγιστον δὲ μέγεθος ἐλθὼν ὁ δράκων ὑπὸ τῶν πολιτῶν ἐς ἐρημίαν ἀπηλάθη. ὕστερον δὲ ὁ παῖς νεανίας γενόμενος ἀπό τινος θέας ἐπανιών, λῃσταῖς περιπεσὼν μετὰ τῶν συνηλίκων, βοῆς γενομένης ἰδοὺ ὁ δράκων·3 καὶ τοὺς μὲν διεσκόρπισεν, οὓς δὲ ἀπέκτεινεν, αὐτὸν δὲ περιεσώσατο.

アカイアの都市にパトライがある。そこに住む一人の少年が小さな大蛇を買い、手厚い世話をして育てた。それが大きくなると、少年は耳を傾けている相手に語りかけるように蛇に話し、蛇と戯れ、共に寝所に就いた。しかし大蛇が極めて巨大な大きさになると、市民たちによって荒野へと追い払われた。のちに少年が青年となり、何かの見物から帰る途中で同年代の仲間とともに盗賊に襲われたとき、叫び声が上がると、見よ、あの大蛇が現れたのである。そして蛇はある者たちを散らし、ある者たちを殺害して、その青年を救い出した。

構文注3 件
  1. 13.40οὐκ ἀναιρήσεις, ὦ παῖ, τὸ εὕρημα τόδε;

    否定辞 οὐ と直説法未来(ἀναιρήσεις)の組み合わせにより、単なる疑問ではなく「拾い上げないのか、いや拾い上げなさい」という強い促し・命令を表す慣用構文である。

  2. 13.42εἰ δὲ μή, ἠξίου ἀποκτείνειν αὐτόν

    εἰ δὲ μή は直前の文意(「行いに勝る弁明の言葉はないこと」あるいは「言葉ではなく行動によって無罪放免されること」)の反定立を受ける慣用的な条件省略表現で、「もしそうでなければ(もし放免してくれないのであれば)」を意味する。主節の ἠξίου ἀποκτείνειν は裁判官たちに対する要求(「彼らが自分を死刑にすることを求めた」)を表す。

  3. 13.46βοῆς γενομένης ἰδοὺ ὁ δράκων

    絶対属格 βοῆς γενομένης(「叫び声が上がると」)に続いて、感嘆詞 ἰδοὺ と主格名詞 ὁ δράκων が動詞なしで置かれる文の破格(名詞述語的・破格構文)であり、蛇の突然の出現を生き生きと劇的に描写している。

翻訳:Gemini 3.8 Flash・日本語訳と原文の修正なしurn:cts:greekLit:tlg0545.tlg002.humanitext-grc2:13.39-13.46