- 底本
- Aelian. Claudii Aeliani Varia Historia Epistolae Fragmenta, Vol. 2. Hercher, Rudolf, editor. Leipzig: Teuber, 1866.
- 翻訳
- AI生成(gemini-3.8-flash) — 機械翻訳のため誤りを含む場合があります
- 言語
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0545.tlg002.humanitext-grc2:13.1#1
- 出力
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
アタランテが父に捨てられたのち雌熊に育てられ、猟師たちに救われて名を与えられ、成長して処女性を守りながら暮らしたアルカディアの洞窟の景観と質素な生活が語られる。
λόγος οὗτος Ἀρκαδικὸς ὑπὲρ τῆς Ἰασίωνος Ἀταλάντης. ταύτην ὁ πατὴρ γενομένην ἐξέθηκεν· ἔλεγε γὰρ οὐ θυγατέρων ἀλλʼ ἀρρένων δεῖσθαι. ὁ δὲ ἐκθεῖναι λαβὼν1 οὐκ ἀπέκτεινεν, ἐλθὼν δὲ ἐπὶ τὸ Παρθένιον ὄρος ἔθηκε πηγῆς πλησίον· καὶ ἦν ἐνταῦθα ὕπαντρος πέτρα, καὶ ἐπέκειτο συνηρεφὴς δρυμών. καὶ τοῦ μὲν βρέφους κατεψήφιστο θάνατος, οὐ μὴν ὑπὸ τῆς τύχης προυδόθη· ὀλίγῳ γὰρ ὕστερον ὑπὸ κυνηγετῶν ἀφῃρημένη τὰ ἑαυτῆς βρέφη ἄρκτος ἧκε, σφριγώντων αὐτῇ τῶν μαζῶν καὶ βαρυνομένων ὑπὸ τοῦ γάλακτος.2 εἶτα κατά τινα θείαν πομπὴν ἡσθεῖσα τῷ βρέφει ἐθήλασεν αὐτό, καὶ ἅμα τὸ θηρίον ἐκουφίσθη τῆς ὀδύνης καὶ ὤρεξε τροφὴν τῷ βρέφει. καὶ οὖν καὶ αὖθις ἐπαντλοῦσα τοῦ γάλακτος καὶ ἐποχετεύουσα ἐπεὶ τῶν ἑαυτῆς μήτηρ οὐκ ἔμεινε, τῆς μηδέν οἱ προσηκούσης τροφὸς ἐγένετο. ταύτην οἱ κυνηγέται παρεφύλαττον οἱ ἐξ ἀρχῆς ἐπιβουλεύσαντες τῷ θηρίῳ ἐς τὰ ἔκγονα αὐτῆς, καὶ αὐτὰ ἕκαστα τῶν δρωμένων κατασκεψάμενοι, ἀπελθούσης κατὰ συνήθειαν κατά τε ἄγραν καὶ νομὴν τῆς ἄρκτου, τὴν Ἀταλάντην ὑφείλοντο, καλουμένην τοῦτο οὐδέπω·3 αὐτοὶ γὰρ ἔθεντο αὐτῇ τὸ ὄνομα. καὶ ἐτρέφετο ὑπʼ αὐτοῖς ὀρείῳ τῇ τροφῇ. κατὰ μικρὸν δὲ αὐτῇ τὰ τοῦ σώματος μετὰ τῆς ἡλικίας ἀνέτρεχε· καὶ ἤρα παρθενίας καὶ τὰς τῶν ἀνδρῶν ὁμιλίας ἔφευγε καὶ ἐρημίαν ἐπόθει, καταλαβοῦσα τῶν ὀρῶν τῶν Ἀρκαδικῶν τὸ ὑψηλότατον, ἔνθα ἦν καὶ αὐλὼν κατάρρυτος καὶ μεγάλαι δρῦς, ἔτι δὲ καὶ πεῦκαι καὶ βαθεῖα ἡ ἐκ τούτων σκιά. τί γὰρ ἡμᾶς λυπεῖ καὶ ἄντρον Ἀταλάντης ἀκοῦσαι, ὡς τὸ τῆς Καλυψοῦς τὸ ἐν Ὁμήρῳ; καὶ ἦν ἐν κοίλῃ τῇ φάραγγι σπήλαιον ἓν καὶ βαθὺ πάνυ, κατὰ πρόσωπον δὲ βαθεῖ κρημνῷ ὠχύρωτο. κιττοὶ δὲ αὐτὸ περιεῖρπον, καὶ ἐνεπλέκοντο οἱ κιττοὶ μαλακοῖς δένδροις καὶ διʼ αὐτῶν ἀνεῖρπον. κρόκοι τε ἦσαν περὶ τὸν τόπον ἐν μαλακῇ φυόμενοι καὶ βαθείᾳ τῇ πόᾳ. συνανέτελλε δὲ αὐτοῖς καὶ ὑάκινθος καὶ ἄλλη πολλὴ χρόα ἀνθέων οὐ μόνον ἐς ἑορτὴν ὄψεως συντελεῖν δυναμένων, ἀλλὰ καὶ ὀσμαὶ ἐξ αὐτῶν τὸν ἀέρα τὸν κύκλῳ κατελάμβανον· καὶ παρῆν τῇ τε ἄλλῃ πανηγυρίζειν καὶ κατὰ τὴν εὐωδίαν ἑστιᾶσθαι. δάφναι τε ἦσαν πολλαί, φυτοῦ διὰ τέλους ἀκμάζοντος ἡδεῖαι προσιδεῖν κόμαι· ἄμπελοι δὲ πάνυ σφόδρα εὐθενούντων βοτρύων πρὸ τοῦ ἄντρου τεθηλυῖαι τὸ φιλεργὸν τῆς Ἀταλάντης ἐπεδείκνυντο. ὕδατά τε διατελῆ καὶ ἀεὶ ῥέοντα καὶ καθαρὰ ἰδεῖν καὶ ψυχρά, ὅσον γε ἁψαμένῳ τεκμήρασθαι καὶ καταγνῶναι πιόντι,4 χύδην καὶ ἀφθόνως ἐπέρρει· τὰ δὲ αὐτὰ ταῦτα καὶ ἐς ἀρδείαν τοῖς δένδροις τοῖς προειρημένοις ἦν ἐπιτήδεια, συνεχῶς ἐπιρρέοντα καὶ ἐς τὸ ἔμβιον αὐτοῖς συμμαχόμενα. ἦν οὖν τὸ χωρίον χαρίτων ἀνάμεστον, καὶ σεμνότατόν τε ἅμα καὶ σώφρονα παρθενῶνα ἐδείκνυεν. ἦν δὲ ἄρα τῇ Ἀταλάντῃ στρωμνὴ μὲν αἱ δοραὶ τῶν τεθηραμένων, τροφὴ δὲ τὰ τούτων κρέα, ποτὸν δὲ τὸ ὕδωρ. στολὴν δὲ ἤσθητο ἀπράγμονα καὶ τοιαύτην, οἵαν μὴ ἀπᾴδειν τῆς Ἀρτέμιδος· ἔλεγε γὰρ ζηλοῦν αὐτὴν καὶ ἐν τούτῳ καὶ ἐν τῷ παρθένος εἶναι διὰ τέλους ἐθέλειν.
これはイアシオンの娘アタランテについてのアルカディアの物語である。父は彼女が生まれると捨て去った。というのも、娘たちではなく男子を必要としていると言っていたからである。しかし、捨てるために引き取った男は彼女を殺さず、パルテニオン山へと赴き、泉の近くに置いた。そこには洞穴のある岩があり、生い茂る樫の木立が覆いかぶさっていた。そしてこの赤子には死刑が宣告されていたものの、運命に見捨てられることは決してなかった。少しのち、猟師たちに我が子らを奪われた雌熊がやって来たのである。彼女の乳房は張り、乳のために重くなっていた。そしてある神意の導きによって赤子を喜ばしく思い、これに乳を飲ませた。こうしてこの野獣は苦痛から解放されると同時に、赤子に糧を与えたのである。そこで、その後も乳を注ぎ、流し入れ、自らの子らの母であり続けることができなくなったため、自分とは何の縁もない者の乳母となった。かつてこの獣の子供たちを狙って罠にかけた件の猟師たちは、この雌熊を見張っており、行われていることのすべてを仔細に観察していたが、雌熊がいつものように狩りと餌を求めて去ったとき、アタランテをひそかに連れ去った。彼女はまだこの名で呼ばれてはいなかった。彼ら自身が彼女にその名を付けたからである。そして彼女は彼らのもとで山暮らしの食物によって育てられた。彼女の身体は年齢とともに少しずつ成長していった。彼女は処女性を愛し、男たちとの交わりを避け、人里離れた地を渇望して、アルカディアの山々の最高峰を占拠した。そこには水流豊かな谷間や大きな樫の木があり、さらに松や、それらの木々が生み出す深い陰があった。ホメロスにおけるカリュプソーの洞窟のように、アタランテの洞窟について聞くことに何の不都合があろうか。深く窪んだ渓谷の中に一つの極めて深い洞穴があり、その正面は切り立った崖によって守られていた。蔦がその周りを這い、その蔦は柔らかな木々に絡みついてそれらを伝って這い登っていた。その場所の周囲には、柔らかく丈の高い草の中にサフランが咲いていた。それらとともにヒアシンスや他の多くの多彩な花々も一斉に芽生え、それらは視覚の祝宴を整えることができるだけでなく、それらから発する芳香があたり一帯の空気を満たしていた。そのため、他の点でも祭りの気分を味わい、その芳香によって饗宴を楽しむことができた。月桂樹も多くあり、この常に茂る植物の梢は見る目に心地よかった。洞窟の前には非常に豊かに実った葡萄の房をつけた葡萄の木が繁茂し、アタランテの勤勉さを示していた。絶え間なく常に流れ、見るからに清らかで、触れた者が推し量り、飲んだ者が判断できるかぎりにおいて冷たい水が、豊かに惜しみなく流れ注いでいた。これら全く同じ水は、絶え間なく流れ注ぎ、木々の生命を支えることによって、前述の木々への灌漑にも適していた。したがって、その場所は魅力に満ちており、極めて尊厳ある、慎ましやかな乙女の住まいを見せていた。ところでアタランテにとって、敷物は捕らえられた獣たちの皮であり、食物はそれらの肉であり、飲み物は水であった。彼女は華美でない衣服を身にまとっていたが、それはアルテミスに調和しないものではなかった。というのも、彼女はこの点においても、また生涯処女であり続けたいと望む点においても、かの女神を見倣っていると言っていたからである。
- 13.1ὁ δὲ ἐκθεῖναι λαβὼν
不定詞 ἐκθεῖναι は分詞 λαβών に伴い、受領の目的(「捨てるために引き取った男」)を表す目的不定詞として機能している。λαβών 自体は冠詞 ὁ と結びついて名詞化され、主語となっている。
- 13.1σφριγώντων αὐτῇ τῶν μαζῶν καὶ βαρυνομένων ὑπὸ τοῦ γάλακτος
属格独立構文(σφριγώντων ... τῶν μαζῶν καὶ βαρυνομένων)の内部に、乳房の所有者・利害関係者を表す与格の代名詞 αὐτῇ(雌熊を指す)が挿入されている。
- 13.1καλουμένην τοῦτο οὐδέπω
τοῦτο は受動態の分詞 καλουμένην に伴う述語対格(または同族目的語的・副詞的対格)で、「まだこの名(アタランテ)と呼ばれてはいなかった」の意。能動構文における二重対格(呼称動詞+人+名)の受動形に伴う名詞句が対格のまま残された用法である。
- 13.1ὅσον γε ἁψαμένῳ τεκμήρασθαι καὶ καταγνῶναι πιόντι
ὅσον γε に続く不定詞 τεκμήρασθαι と καταγνῶναι は限定・結果の制限的用法(「〜するかぎりにおいて」)。与格分詞 ἁψαμένῳ と πιόντι は不定詞の動作主を一般的人称として表す(判断者の与格)。
