- 底本
- Aelian. Claudii Aeliani Varia Historia Epistolae Fragmenta, Vol. 2. Hercher, Rudolf, editor. Leipzig: Teuber, 1866.
- 翻訳
- AI生成(gemini-3.8-flash) — 機械翻訳のため誤りを含む場合があります
- 言語
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0545.tlg002.humanitext-grc2:12.39-12.44
- 出力
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
ペルディッカスやセミラミスの雌ライオンに挑む勇猛さ、クセルクセスと汚水の逸話、アペレスの芸術評、動物に育てられた英雄たち、卑賤な出自から身を起こした歴史上の人物群、およびシラクサの採石場の囚人たちと詩人フィロクセノスの創作活動を記す。
Περδίκκας ὁ Μακεδὼν ὁ συστρατευσάμενος Ἀλεξάνδρῳ οὕτως ἄρα ἦν εὔτολμος, ὥς ποτε ἐς σπήλαιον παρελθεῖν ἔνθα εἶχεν εὐνὴν λέαινα μόνος· καὶ τὴν μὲν λέαιναν οὐ κατέλαβε, τούς γε μὴν σκύμνους αὐτῆς κομίζων προῆλθε, καὶ ἔδοξεν ἐπὶ τούτῳ θαυμάζεσθαι ὁ Περδίκκας. πεπίστευται δὲ οὐ μόνον παρὰ τοῖς Ἕλλησιν ἀλκιμώτατόν τε καὶ δυσμαχώτατον εἶναι θηρίον ἡ λέαινα, ἀλλὰ καὶ παρὰ τοῖς βαρβάροις. φασὶ γοῦν καὶ Σεμίραμιν τὴν Ἀσσυρίαν οὐκ, εἴ ποτε εἷλε λέοντα· ἢ πάρδαλιν κατέκτανεν ἢ ἄλλο τι τῶν τοιούτων, ἀλλʼ εἰ λεαίνης ἐγκρατὴς ἐγένετο, μέγα ἐφρόνει.
アレクサンドロスとともに従軍したマケドニア人ペルディッカスは非常に勇敢であったので、かつて雌ライオンが巣穴としていた洞窟に一人で入ったほどであった。そして雌ライオンは見当たらなかったが、その子らを連れて出てきたので、ペルディッカスはこのことで賞賛を受けることとなった。雌ライオンは最も獰猛で戦い難い野獣であると、ギリシア人の間だけでなく異民族の間でも信じられている。実際、アッシリアのセミラミスも、雄ライオンを捕らえたり豹や他のそのような動物を倒したりしたときではなく、雌ライオンを手中に収めたときに誇らしく思ったと言われている。
τά τε ἄλλα ἐφόδια εἵπετο τῷ Ξέρξῃ πολυτελείας καὶ ἀλαζονείας πεπληρωμένα, καὶ οὖν καὶ ὕδωρ ἠκολούθει τὸ ἐκ τοῦ Χοάσπου. ἐπεὶ δʼ ἔν τινι ἐρήμῳ τόπῳ ἐδίψησεν, οὐδέπω τῆς θεραπείας ἡκούσης, ἐκηρύχθη τῷ στρατοπέδῳ, εἴ τις ἔχει ὕδωρ ἐκ τοῦ Χοάσπου, ἵνα δῷ βασιλεῖ πιεῖν. καὶ εὑρέθη τις βραχὺ καὶ σεσηπὸς ἔχων. ἔπιεν οὖν τοῦτο ὁ Ξέρξης, καὶ εὐεργέτην τὸν δόντα ἐνόμισεν, ὅτι ἂν ἀπώλετο τῇ δίψῃ, εἰ μὴ ἐκεῖνος εὑρέθη.
クセルクセスには贅沢と傲慢に満ちた他の旅の備えが伴っており、それゆえコアスペス川の水も従っていた。ある荒れ地で彼が喉の渇きを覚えたとき、従者たちがまだ到着していなかったので、もし誰かがコアスペス川の水を持っているならば王に飲むために差し出すようにと陣営に触れ回られた。そして少量で腐った水を持っている者が一人見つかった。そこでクセルクセスはこれを飲み、もしその男が見つからなかったならば自分は喉の渇きで命を落としていたであろうからと、水を与えた者を恩人とみなした。
Πρωτογένης ὁ ζωγράφος τὸν Ἰάλυσόν φασιν ἑπτὰ ἔτεσι διαζωγραφῶν ἐξετέλεσεν. ὃν Ἀπελλῆς ἰδὼν τὰ μὲν πρῶτα ἔστη ἄφωνος, ἐκπλαγεὶς ἐπὶ τῇ παραδόξῳ θέᾳ, εἶτα ἔφη ʽκαὶ ὁ πόνος μέγας καὶ ὁ τεχνίτης· ἀπολείπεταί γε μὴν τῆς χειρουργίας ἡ χάρις, ἧς ὁ ἀνὴρ εἰ τύχοι, ὁ πόνος αὐτοῦ τοῦ οὐρανοῦ ψαύσει.1ʼ Κῦρον τὸν Μανδάνης ἔθρεψέ φασι κύων, Τήλεφον δὲ τὸν Αὔγης καὶ Ἡρακλέους ἔλαφος, Πελίαν δὲ τὸν Ποσειδῶνος καὶ Τυροῦς ἵππος· ἀλλὰ καὶ τὸν Ἀλόπης.2 Ἀλέξανδρον τὸν Πριάμου ὑπὸ ἄρκτου φασὶ τραφῆναι, Αἴγισθον δὲ τὸν Θυέστου καὶ Πελοπίας ὑπὸ αἰγός.
画家プロトゲネスは『ヤリュソス』を七年かけて描き完成させたと人々は言う。アペレスはこれを見て、最初は思いがけない光景に驚嘆して言葉を失って立ち尽くしていたが、やがて言った。「労苦も大いなるものであり、職人も大いなる者だ。しかしながら、その技巧の手業には優美さが欠けている。もしその男がこれを手に入れるならば、彼の労苦は天に触れるであろう」。マンダネの子キュロスを育てたのは犬であり、アウゲとヘラクレスの子テレフォスを育てたのは鹿であり、ポセイドンとテュロの子ペリアスを育てたのは雌馬であったと言われている。さらにはアロペの子もそうである。プリアモスの子アレクサンドロスは熊に育てられ、テュエステスとペロピアの子アイギストスは山羊に育てられたと言われている。
Δαρεῖον ἀκούω τὸν Ὑστάσπου φαρετροφόρον Κύρου γενέσθαι. ὁ δὲ τελευταῖος Δαρεῖος, ὁ ὑπὸ Ἀλεξάνδρου νικηθεὶς, δοῦλος ἦν. Ἀρχέλαος δὲ ὁ Μακεδόνων βασιλεὺς δούλης υἱὸς ἦν τῆς Σιμίχης. Μενέλαος ὁ Φιλίππου πάππος ἐς τοὺς νόθους ἐτέλει. ὁ δὲ τούτου υἱὸς Ἀμύντας ὑπηρέτης Ἀερόπου καὶ δοῦλος ἐπεπίστευτο. Περσεὺς δέ, ὃν καθεῖλε Παῦλος ὁ Ῥωμαῖος, Ἀργεῖος μὲν γένος ἦν, ἀδόξου δέ τινος υἱός. Εὐμένης δὲ πατρὸς ἀπόρου καὶ τυμβαύλου πεπίστευται γενέσθαι. Ἀντίγονος ὁ Φιλίππου, ὁ καὶ ἑτερόφθαλμος καὶ ἐκ τούτου Κύκλωψ προσαγορευθείς, αὐτουργὸς ἦν. Πολυσπέρχων δὲ ἐλῄστευε. Θεμιστοκλῆς δέ, ὁ τοὺς βαρβάρους καταναυμαχήσας καὶ μόνος συνεὶς τὰς τῶν θεῶν ἐν τοῖς χρησμοῖς φωνάς, Θρᾴττης υἱὸς ἦν, καὶ ἐκαλεῖτο ἡ μήτηρ αὐτοῦ Ἀβρότονον. Φωκίων δὲ ὁ Χρηστὸς ἐπικληθεὶς πατρὸς μὲν δοίδυκας ἐργαζομένου ἦν, Δημήτριον δὲ τὸν Φαληρέα οἰκότριβα γενέσθαι λέγουσιν ἐκ τῆς οἰκίας τῆς Τιμοθέου καὶ Κόνωνος. Ὑπερβόλου δὲ καὶ Κλεοφῶντος καὶ Δημάδου, καίτοι προστατῶν γενομένων τοῦ δήμου τῶν Ἀθηναίων, οὐδεὶς ἂν εἴποι ῥᾳδίως τοὺς πατέρας. Καλλικρατίδας γε μὴν καὶ Γύλιππος καὶ Λύσανδρος ἐν Λακεδαίμονι Μόθακες ἐκαλοῦντο. ὄνομα δὲ ἦν ἄρα τοῦτο τοῖς τῶν εὐπόρων δούλοις, οὓς συνεξέπεμπον τοῖς υἱοῖς οἱ πατέρες συναγωνιουμένους ἐν τοῖς γυμνασίοις. ὁ δὲ συγχωρήσας τοῦτο Λυκοῦργος τοῖς ἐμμείνασι τῇ τῶν παίδων ἀγωγῇ πολιτείας Λακωνικῆς μεταλαγχάνει.3 καὶ Ἐπαμεινώνδας δὲ πατρὸς ἦν ἀφανοῦς. Κλέων δὲ ὁ Σικυωνίων τύραννος καταποντιστὴς ἦν.
ヒュスタスペスの子ダレイオスはキュロスの矢筒持ちであったと私は聞いている。また最後のダレイオス、アレクサンドロスに敗れた者は奴隷であった。マケドニア人の王アルケラオスは女奴隷シミケの息子であった。フィリッポスの祖父メネラオスは庶子の身分に属していた。そしてこの者の子アミュンタスはアエロポスの従僕であり奴隷であると信じられていた。ローマ人パウルスが倒したペルセウスは、生まれはアルゴス人であったが、無名の者の息子であった。エウメネスは困窮した墓場の笛吹きの父親から生まれたと信じられている。フィリッポスの子アンティゴノス、片目でありそれゆえキュクロプスと呼ばれた者は、自作農であった。ポリュスペルコンは盗賊を働いていた。異民族を海戦で打ち破り、神託における神々の声をただ一人理解したテミストクレスは、トラキア女の息子であり、その母の名はアブロトノンといった。また「有徳者」と呼ばれたフォキオンはすりこぎを作る職人の父親の息子であり、ファレロンのデメトリオスはティモテオスとコノンの家の家内奴隷であったと言われている。ヒュペルボロス、クレオフォン、デマデスについては、アテナイの民衆の指導者となったにもかかわらず、その父親の名を容易に言える者は誰もいないだろう。さらにカリクラティダス、ギュリッポス、リュサンドロスは、ラケダイモンにおいてモタケスと呼ばれていた。これは裕福な者たちの奴隷につけられた名であり、父親たちがギムナシオンで息子たちと一緒に競い合わせるために送り出した者たちであった。これを認めたリュクルゴスは、少年の教育課程に留まった者たちにラコニアの市民権を分け与えた。エパメイノンダスもまた無名の父親の息子であった。シキュオンの僭主クレオンは海賊であった。
αἱ ἐν Σικελίᾳ λιθοτομίαι περὶ τὰς Ἐπιπολὰς ἦσαν, σταδίου μῆκος, τὸ εὖρος δύο πλέθρων. ἦσαν δὲ ἐν αὐταῖς τοῦ χρόνου τοσοῦτον διατρίψαντες ἄνθρωποι, ὡς καὶ γεγαμηκέναι ἐκεῖ καὶ παιδοποιῆσαι. καί τινες τῶν παίδων ἐκείνων μηδεπώποτε πόλιν ἰδόντες, ὅτε ἐς Συρακούσας ἦλθον καὶ εἶδον ἵππους ὑπεζευγμένους καὶ βόας ἐλαυνομένους, ἔφευγον βοῶντες· οὕτως ἄρα ἐξεπλάγησαν. τὸ δὲ κάλλιστον τῶν ἐκεῖ σπηλαίων ἐπώνυμον ἦν Φιλοξένου τοῦ ποιητοῦ, ἐν ᾧ φασι διατρίβων τὸν Κύκλωπα εἰργάσατο τῶν ἑαυτοῦ μελῶν τὸ κάλλιστον, παρʼ οὐδὲν θέμενος τὴν ἐκ Διονυσίου τιμωρίαν καὶ καταδίκην, ἀλλʼ ἐν αὐτῇ τῇ συμφορᾷ μουσουργῶν ὁ Φιλόξενος.
シチリアの石切り場はエピポライの周りにあり、長さは一スタディオン、幅は二プレトロンであった。その中には非常に長い時間を過ごした人々がおり、そこで結婚し子供をもうけたほどであった。そしてそれらの子供たちのうちある者は、一度も都市を見たことがなく、シラクサに来てくびきに繋がれた馬や追われている牛を見たとき、叫びながら逃げ出した。それほど彼らは驚愕したのである。そこにある洞窟の中で最も美しいものは詩人フィロクセノスの名で呼ばれており、その中で彼は暮らしながら、自身の抒情詩の中で最も美しい『キュクロプス』を制作したと言われている。フィロクセノスはディオニュシオスからの懲罰と判決を物ともせず、まさにその災厄の只中で詩作に励んでいたのである。
- 12.41ἧς ὁ ἀνὴρ εἰ τύχοι, ὁ πόνος αὐτοῦ τοῦ οὐρανοῦ ψαύσει
条件節「εἰ τύχοι」(希求法=潜在・未来の想定)に対して帰結節が「ψαύσει」(直説法未来)となっている混合条件文。仮定としての可能性を控えめに提示しつつ、もしそれが満たされれば確実に天に届くというアペレスの強い確信が直説法未来によって表されている。
- 12.42ἀλλὰ καὶ τὸν Ἀλόπης
省略構文。直前の文「Πελίαν δὲ τὸν Ποσειδῶνος καὶ Τυροῦς ἵππος(ポセイドンとテュロの子ペリアスを雌馬が[育てた])」から動詞「ἔθρεψε」と主語「ἵππος」が了解され、対格の「τὸν Ἀλόπης(アロペの子を=ヒッポトオン)」だけが置かれている。
- 12.43τοῖς ἐμμείνασι τῇ τῶν παίδων ἀγωγῇ πολιτείας Λακωνικῆς μεταλαγχάνει
動詞「μεταλαγχάνω」は通常「(属格に)あずかる、分与を受ける」を意味するが、ここでは主語リュクルゴスに対し、与格「τοῖς ἐμμείνασι」(留まった者たちに)と属格「πολιτείας」(市民権を)を伴って「あずからせる、分け与える」という使役的意味で用いられている(写本伝承上の難点とみなされ μεταλαχεῖν ἐποίησε 等の訂正も提案されるが、文意は一致する)。
