← クラウディオス・アイリアノス

ギリシア奇談集

§12.1#1

ポカイアのアスパシアの生い立ちと小キュロスとの出会い

ポカイアのアスパシアの生い立ち、神託の夢とアプロディテの奇跡による容姿の美化が語られ、さらに彼女が小キュロスのもとへ連行されてその純朴さと知性から寵愛を受け、初対面の酒宴に至る経緯が描かれる。

表示 ▾
表示
訳
訳の書体
AI ↗
← 前次 →
§12.1#1

Ἀσπασία ἡ Ἑρμοτίμου θυγάτηρ ἡ Φωκαῒς ἐτράφη ἐν ὀρφανίᾳ, τῆς μητρὸς αὐτῆς ἀποθανούσης ἐν ὠδῖσιν. ἐκ δὴ τούτων ἐν πενίᾳ μὲν ἐτράφη ἡ Ἀσπασία, σωφρόνως μέντοι καὶ καρτερῶς. ὄνειρος δὲ αὐτῇ συνεχῶς ἐπεφοίτα καὶ ἐμαντεύετο αὐτῇ χρηστά, τὴν μέλλουσαν αὐτῆς τύχην ὑπαινιττόμενος, ὅτι καλῷ καὶ ἀγαθῷ συνέσται ἀνδρί. παῖς δʼ ἔτι οὖσα, γίνεται αὐτῇ κατὰ τοῦ προσώπου φῦμα ὑπʼ αὐτὸ τὸ γένειον, καὶ ἦν ἰδεῖν μοχθηρὸν1 καὶ ἐλύπει τόν τε πατέρα καὶ τὴν παῖδα. δείκνυσιν οὖν αὐτὴν ὁ πατὴρ ἰατρῷ· ὃ δὲ ὑπέσχετο ἰάσασθαι, εἰ λάβοι τρεῖς στατῆρας. ὃ δὲ ἔφατο μὴ ἔχειν, ὁ δὲ ἰατρὸς μηδὲ αὐτὸς εὐπορεῖν φαρμάκου φησί. καὶ ἠνιᾶτο ὥσπερ εἰκὸς ἐπὶ τούτοις ἡ Ἀσπασία καὶ ἀπελθοῦσα ἔξω ἔκλαεν· ἔχουσα δʼ ἐν τοῖς γόνασι κάτοπτρον καὶ ὁρῶσα ἑαυτὴν ἐν αὐτῷ σφόδρα ἤλγει. ἀδείπνῳ δὲ οὔσῃ ὑπὸ τῆς ἀνίας ἀφίκετό οἱ εὖ μάλα εὔκαιρος ὕπνος, καὶ ἅμα τῷ ὕπνῳ περιστερὰ παραγίνεται, καὶ γενομένη γυνὴ ʽθάρρειʼ εἶπε ʽκαὶ μακρὰν χαίρειν εἰποῦσα2 ἰατροῖς τε αὐτοῖς καὶ φαρμάκοις, σὺ δὲ τῶν τῆς Ἀφροδίτης στεφάνων τῶν ῥοδίνων ὅσοι ἂν ὦσιν ἤδη αὖοι τρίβουσα ἐπίπαττε τῷ φύματι.ʼ ταῦτα ἀκούσασα ἡ παῖς καὶ δράσασα, τὸ φῦμα ἠφανίσθη· καὶ ἡ Ἀσπασία καλλίστη τῶν συμπαρθένων ἦν αὖθις, παρὰ τῆς καλλίστης τῶν θεῶν τὴν ὥραν ἀπολαβοῦσα. καὶ χαρίτων μὲν ἀφθονίαν εἶχεν, ὡς οὐκ ἄλλη παρθένος τῶν τότε· ἦν δὲ καὶ τὴν κόμην ξανθὴ καὶ οὔλη τὰς τρίχας ἠρέμα, ὀφθαλμοὺς δὲ εἶχε μεγίστους, ὀλίγον δὲ ἦν καὶ ἐπίγρυπος, τὰ δὲ ὦτα εἶχε βραχύτατα. ἦν δὲ αὐτῇ καὶ δέρμα ἁπαλόν. ἐῴκει δὲ ἡ χρόα ἡ κατὰ τοῦ προσώπου ῥόδοις. διὰ ταῦτά τοι οἱ Φωκαεῖς ἔτι παιδίον οὖσαν ἐκάλουν Μιλτώ. ὑπέφαινε δὲ καὶ τὰ χείλη ἐρυθρά, καὶ οἱ ὀδόντες λευκότεροι χιόνος ἦσαν. ἦν δὲ καὶ τὰ σφυρὰ ἀγαθὴ καὶ οἵας Ὅμηρος λέγει τὰς ὡραιοτάτας γυναῖκας κατὰ τὴν ἑαυτοῦ φωνήν, καλλισφύρους ὀνομάζων. φώνημα δὲ εἶχεν ἡδὺ καὶ ἁπαλόν· εἶπεν ἄν τις λαλούσης αὐτῆς ἀκούειν Σειρῆνος.3 πολυπραγμοσύνης δὲ ἁπάσης γυναικείας καὶ περιεργίας ἀπήλλακτο. ὁ μὲν γὰρ πλοῦτος φιλεῖ χορηγεῖν καὶ τὰ τοιαῦτα, πενομένη δὲ ἐκείνη καὶ τρεφομένη ὑπὸ πατρὶ καὶ αὐτῷ πένητι περίεργον μὲν οὐδὲν οὐδὲ περιττὸν ἐς τὸ εἶδος ἠράνιζεν. ἀφίκετο δέ ποτε παρὰ Κῦρον τὸν Δαρείου καὶ Παρυσάτιδος ἡ Ἀσπασία τὸν ἀδελφὸν Ἀρταξέρξου, οὐχ ἑκοῦσα οὐδὲ ἑκόντος αὐτὴν τοῦ πατρὸς ἀποπέμψαντος, ἀλλὰ γὰρ πρὸς βίαν, οἷα πολλάκις ἀπήντησεν ἢ πόλεων ἁλουσῶν ἢ τυράννων βιασαμένων ἢ σατραπῶν. εἷς οὖν τῶν Κύρου σατραπῶν μετὰ καὶ ἄλλων παρθένων ἀνήγαγεν αὐτὴν πρὸς Κῦρον, καὶ τάχιστα τῶν ἄλλων παλλακίδων προετιμήθη διά τε ἤθους ἀφέλειαν καὶ τοῦ τρόπου τὸ αἰδῆμον καὶ ὅτι ἀπεριέργως καλὴ ἦν. συνεμάχετο δὲ πρὸς τὸ ὑπερφιλεῖσθαι καὶ ὅτι σύνεσιν εἶχε. πολλάκις γοῦν καὶ ὑπὲρ τῶν ἐπειγόντων ἐχρήσατο αὐτῇ συμβούλῳ Κῦρος, καὶ πεισθεὶς οὐ μετέγνω. ὡς δὲ ἦλθε τὸ πρῶτον πρὸς Κῦρον ἡ Ἀσπασία, ἔτυχε μὲν ἀπὸ δείπνου ὢν καὶ πίνειν ἔμελλε κατὰ τὸν τρόπον τὸν Περσικόν· μετὰ γὰρ τὸ ἐμπλησθῆναι τροφῆς οἱ Πέρσαι τῷ τε οἴνῳ καὶ ταῖς προπόσεσιν εὖ μάλα ἀποσχολάζουσιν, ὡς πρὸς ἀντίπαλον τὸν πότον ἀποδυόμενοι.4 μεσοῦντος οὖν τοῦ πότου τέτταρες παρθένοι παράγονται τῷ Κύρῳ Ἑλληνικαί, ἐν δὲ ταῖς καὶ ἡ Φωκαῒς Ἀσπασία ἦν. ἦσαν  δὲ κάλλιστα διεσκευασμέναι· αἱ μὲν γὰρ τρεῖς ὑπὸ τῶν οἰκείων γυναικῶν, αἳ ἔτυχον αὐταῖς συνανελθοῦσαι, διαπεπλεγμέναι τε ἦσαν τὰς κόμας καὶ διαπεποικιλμέναι τὰ πρόσωπα ἐντρίψεσι καὶ φαρμάκοις. ἦσαν δὲ καὶ ὑπὸ τῶν τροφέων δεδιδαγμέναι ὅπως τε ὑποδραμεῖν χρὴ τὸν Κῦρον καὶ τίνα τρόπον θωπεῦσαι, καὶ προσιόντα μὴ ἀποστραφῆναι καὶ ἁπτομένου μὴ δυσχερᾶναι καὶ φιλοῦντος ὑπομεῖναι, ἑταιρικὰ εὖ μάλα μαθήματα καὶ διδάγματα καὶ γυναικῶν καπηλικῶς τῷ κάλλει χρωμένων ἔργα. ἔσπευδον οὖν ἄλλη ἄλλην ὑπερβαλέσθαι τῷ κάλλει.

ヘルモティモスの子であるポカイアの娘アスパシアは、母親が産褥で亡くなったため、孤児として育てられた。こうした事情からアスパシアは貧困の中で育ったが、慎み深くかつ不屈であった。彼女のもとには絶えず夢が訪れて吉兆を告げ、彼女の未来の運命を暗示して、立派で優れた男と結ばれるであろうと告げていた。彼女がまだ幼い少女であった頃、その顔のちょうど顎の下あたりに腫れ物ができ、それは見るに醜く、父をも少女をも悲しませた。そこで父は彼女を医者に見せた。医者はもし三スタテルを受け取れるなら治療しようと約束した。しかし父は持ち合わせがないと言い、医者もまた自分には薬の手持ちがないと言った。アスパシアは当然のことながらこれらのことに深く悩み、外へ出て涙を流した。そして膝の上に鏡を置き、そこに映る自分を見てひどく心を痛めた。悩みのために夕食も摂らずにいた彼女に、まさに打ってつけの眠りが訪れ、その眠りとともに一羽の鳩が現れた。すると鳩は人間の女となってこう言った。「気を落とさず、医者その人たちにも薬にもきっぱりと別れを告げなさい。そしてアプロディテの薔薇の花冠のうち、すでに乾いたものをすり潰して腫れ物に振りかけなさい。」少女はこの言葉を聞いて実行したところ、腫れ物は消え去った。そしてアスパシアは、神々のうちで最も美しい女神から若々しい美しさを取り戻し、再び同年代の乙女たちの間で最も美しくなった。彼女は当時の他のどの乙女にもないほど豊かな気品を湛えていた。髪は亜麻色で、かすかに縮れて波打ち、極めて大きな目を持ち、わずかに鉤鼻で、耳はきわめて小さかった。肌は柔らかく、顔の色合いは薔薇に似ていた。実にこのために、ポカイアの人々は彼女がまだ幼い頃、ミルトーと呼んでいたのである。唇はほのかに赤く、歯は雪よりも白かった。足首も美しく、ホメロスがその言葉で最も美しい女たちを「美しい足首を持つ者」と呼んだ、まさにその通りの姿であった。声は甘く優美で、彼女が話すのを聞けば誰もがセイレンの声を聞いているかのようだと語ったであろう。彼女は女たちのあらゆる多事と無用な装飾から無縁であった。というのも、富は往々にしてそうしたものを供給するものであるが、彼女は貧しく、自身も貧しい父のもとで育てられたため、容姿のために無駄なものや過剰なものを集め求めることは決してなかったからである。やがてアスパシアは、ダレイオスとパリュサティスの子でありアルタクセルクセスの弟であるキュロスのもとへと連れて行かれた。彼女が望んだわけでも、父が進んで送り出したわけでもなく、都市が陥落した際や僭主あるいは太守が力ずくで奪う際によくあるように、暴力によるものであった。キュロスの太守の一人が他の乙女たちとともに彼女をキュロスのもとへと連行したが、彼女はその気質の素朴さと振る舞いの慎み深さ、そして虚飾のない美しさゆえに、たちまち他の側室たちよりも重んじられるようになった。また彼女が知性を備えていたことも、深く愛される助けとなった。現にキュロスは急を要する事柄についてもしばしば彼女を相談役とし、彼女の勧めに従って後悔することはなかった。アスパシアが初めてキュロスのもとに赴いた際、彼はちょうど食事を終えたところで、ペルシアの流儀に従って酒を飲もうとしているところであった。ペルシア人は満腹になるまで食物を摂ったのち、あたかも敵に対峙するかのように飲酒に向けて衣服を脱いで身構え、酒と乾杯にひたすら没頭するからである。酒宴が酣となった頃、キュロスのもとに四人のギリシアの乙女たちが連れてこられたが、その中にはポカイアのアスパシアもいた。彼女たちは見事に着飾っていた。すなわち他の三人は、たまたま同行してきた身内の女たちによって髪を編み込まれ、塗り薬や化粧料によって顔を飾り立てられていた。また乳母たちからは、いかにキュロスに取り入るべきか、どのような手管で媚びへつらうべきか、近づいてきても顔を背けず、触れられても嫌がらず、口づけされても耐えるべきであるといった、遊女めいた手ほどきや教え、そして美貌を商売道具として使う女たちの所作を十分に仕込まれていた。それゆえ彼女たちは、美しさにおいて互いに他を出し抜こうと競い合っていたのである。

構文注4 件
  1. 12.1ἦν ἰδεῖν μοχθηρὸν

    不定詞 ἰδεῖν は限定・観点の不定詞(specification / limitation)として形容詞 μοχθηρόν に係り、「見るにおいて醜悪な」「見るに耐えない」という意味を表す。

  2. 12.1μακρὰν χαίρειν εἰποῦσα

    χαίρειν λέγω は慣用句として「別れを告げる」「決別する」「断念する」を意味し、副詞 μακράν(「遠くへ」)を伴って「きっぱりと関係を断つ」「完全に打ち捨てる」という強い決別を表す。ここでは与格 ἰατροῖς... καὶ φαρμάκοις がその対象となっている。

  3. 12.1εἶπεν ἄν τις λαλούσης αὐτῆς ἀκούειν Σειρῆνος

    ἄν とアオリスト直説法 εἶπεν の組み合わせによる過去の潜在(past potential)構文。「誰であれ(彼女が話すのを聞いたなら)……と言ったであろう」を表す。また ἀκούειν の目的語は属格 λαλούσης αὐτῆς(「彼女が話すの」)および Σειρῆνος(「セイレンの[声]」)を取る知覚動詞の構文である。

  4. 12.1ὡς πρὸς ἀντίπαλον τὸν πότον ἀποδυόμενοι

    ὡς に分詞 ἀποδυόμενοι が続くことで主観的理由または比喩的見立て(「あたかも〜であるかのように」)を表す。競技者が試合に臨んで衣服を脱ぐ(ἀποδύομαι)動作を転用し、飲酒(τὸν πότον)をあたかも対戦相手(ἀντίπαλον)であるかのようにみなして身構え没頭する様を描写している。

翻訳:Gemini 3.8 Flash・日本語訳と原文の修正なしurn:cts:greekLit:tlg0545.tlg002.humanitext-grc2:12.1#1