- 底本
- Aelian. Claudii Aeliani De Natura Animalium Libri xvii, Vol. 1. Hercher, Rudolf, editor. Leipzig: Teuber, 1864.
- 翻訳
- AI生成(gemini-3.8-flash) — 機械翻訳のため誤りを含む場合があります
- 言語
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0545.tlg001.humanitext-grc2:7.40-7.44
- 出力
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
犬やガチョウ、象に見られる主人への忠誠や愛情の逸話、タレスが荷運びの騾馬の狡猾さを知恵で懲らしめた逸話、そして象の感情の激しさや太陽神への崇拝とプトレマイオス4世の生贄のエピソードが語られる。
ἴδια δὲ ἄρα κυνῶν καὶ ἐκεῖνα εὐνοίας ὑπερβολὴν πᾶσαν ἐκνενικηκότα. πώλῳ μὲν τῷ τῆς τραγῳδίας ὑποκριτῇ ὁ κύων ὁ τρόφιμος αὐτοῦ τεθνεῶτι καὶ καομένῳ ἑαυτὸν συγκατέπρησε τῇ πυρᾷ ἐμπηδήσας. καομένῳ δὲ καὶ Μέντορι σκύλακες Ἐρετρικαὶ ἑαυτὰς συγκατέπρησαν ἑκοῦσαι κοινωνήσασαι τοῦ τέλους. Θεόδωρον δὲ ἄνδρα ψαλτικὴν ἀγαθόν,1 τὸν μὲν ἐς τὴν σορὸν ἐνέθεσαν οἱ προσήκοντες, κυνίδιον δὲ Μελιταῖον ἑαυτὸ ἐνέβαλεν ἐς τὴν θήκην τοῦ νεκροῦ καὶ συνετάφη. πέπυσμαι δὲ καὶ Αἰθιόπων εἶναι ἔθνος, ἐν ᾧ βασιλεύει κύων, καὶ τῇ ἐκείνου ὁρμῇ πείθονται, κνυζωμένου τε ἴσασιν ὅτι μὴ θυμοῦται, καὶ ὑλακτοῦντος τὴν ὀργὴν συνιᾶσι. τοῦτο εἴ τῳ ἱκανὸς Ἕρμιππος τεκμηριῶσαι, μάρτυρά οἱ τοῦ λόγου ἐπαγόμενος Ἀριστοκρέωνα πειθέτω· ἐμὲ δὲ μὴ λαθὸν εἶτα ἐν καλῷ τῆς μνήμης ἀφίκετο.
また、あらゆる限度を超えた情愛を示すものとして、犬に固有の次のような事例もある。悲劇俳優ポーロスが世を去り火葬された際、彼に飼われていた犬は薪積みに飛び込んで自ら共に焼け死んだ。またメントールが火葬された際にも、エレトリア産の雌の猟犬たちが進んで最期を共にし、自ら共に焼け死んだ。また竪琴の名手であった男テオドロスについては、親族たちが彼を棺に納めたところ、マルタ産の小犬が遺骸の棺の中に身を投げ入れ、共に葬られた。また私が耳にしたところでは、犬が王として君臨しているエチオピア人の部族があり、人々はその犬の衝動に従い、犬が甘えて鳴けば怒っていないことを知り、吠え立てればその怒りを察するという。もしこれが誰かにとって信じるに足るものとしてヘルミッポスが論証しうるなら、アリストクレオンを自らの説の証人として引き合いに出しつつ納得させればよい。しかし私にとっても見過ごすことのできないものとして、折よく記憶に蘇ったのである。
Λακύδῃ τῷ περιπατητικῷ κτῆμα ἦν χηνός τι χρῆμα θαυμάσιον. ἐφίλει γοῦν τὸν τροφέα ἰσχυρῶς, καὶ βαδίζοντι μὲν συνεβάδιζε, καθημένου δὲ ἀνεπαύετο, οὐκ ἀπελείπετο δὲ αὐτοῦ ἔμβραχυ. ὅνπερ καὶ ἀποθανόντα ὁ Λακύδης ἔθαψε καὶ πάνυ φιλοτίμως, ὥσπερ οὖν ἢ υἱὸν ἢ ἀδελφὸν ἐκεῖνος θάπτων. Πύρρῳ δὲ τῷ Ἠπειρώτῃ ἦν ἐλέφας, ὅσπερ οὖν τὸν ἑαυτοῦ πωλευτὴν οὕτως ἠγάπησεν, ὥστε ἀποθανόντος ἐν Ἄργει τοῦ Πύρρου, ἐκπεσόντος δὲ τοῦ ἐλαύνοντος, οὐ πρότερον ὑπέμεινεν ἀτρεμῆσαι καὶ ἡσυχάσαι πρὶν ἢ ἀνασώσασθαι αὐτὸν ἐκ τῶν πολεμίων καὶ ἐς τὸ φίλιον μεταγαγεῖν.
逍遥学派のラキュデスは、驚くべきガチョウを一羽飼っていた。それは養い主をひどく慕い、彼が歩けば共に歩き、彼が座れば休み、彼から一瞬たりとも離れようとしなかった。ラキュデスはそのガチョウが死んだとき、あたかも我が子か兄弟を葬るかのように、極めて手厚く葬った。またエペイロス王ピュロスには一頭の象がおり、この象は自分の調教師を深く愛していたため、ピュロスがアルゴスで戦死し、象使いが振り落とされた際にも、敵の手から彼を救出して味方のもとへと連れ戻すまでは、決して静止して落ち着くことを受け入れなかった。
κακουργίαν δὲ ὀρέως Θαλῆς ὁ Μιλήσιος ἠμύνατο, καταφωράσας πάνυ ἀπορρήτως. ἅλας ἡμίονος ἦγε φόρτον, καί ποτε διὰ ποταμοῦ ἰὼν κατὰ τύχην κατώλισθε καὶ περιετράπη. βραχέντες οὖν οἱ ἅλες κατετάκησαν, καὶ κοῦφος ὁ ὀρεὺς γενόμενος ἥσθη· καὶ συνιδὼν ὁπόσον τὸ μεταξὺ ἦν τοῦ μόχθου καὶ τῆς ῥᾳστώνης, τοῦ λοιποῦ τὴν τύχην διδάσκαλον ποιησάμενος, ὃ πρότερον ἄκων ἔπαθεν, εἶτα μέντοι τοῦτο εἰργάζετο ἑκών. ἄλλην δὲ τῷ ὀρεωκόμῳ ἐλαύνειν καὶ ἔξω τοῦ ποταμοῦ ἄπορον ἦν. τοῦτό τοι διηγουμένου2 ὁ Θαλῆς ὡς ἐπύθετο, σοφίᾳ ἀμύνασθαι τῆς κακουργίας τὸν ὀρέα ᾠήθη δεῖν, καὶ προστάττει ὑπὲρ τῶν ἁλῶν σπογγιαῖς καὶ ἐρίοις ἐπισάξαι αὐτόν. ὃ δὲ τὴν ἐπιβουλὴν οὐκ εἰδὼς κατὰ τὸ σύνηθες ὤλισθε, καὶ ἀναπλήσας ὕδατος τὰ ἐπικείμενα, ᾔσθετο ὅπως οἱ τὸ σόφισμα ἐτράπη ἐπὶ κακόν, καὶ ἐξ ἐκείνου ἡσυχῆ διερχόμενος καὶ κρατῶν τῶν σκελῶν ἀπαθεῖς τοὺς ἅλας διεφύλαττεν.
ミレトスのタレスは、ある騾馬の悪知恵を極めて密かに見破り、これを懲らしめた。その騾馬は荷として塩を運んでいたが、あるとき川を渡る途中で偶然足をとられて転倒した。すると濡れた塩が溶け去り、荷が軽くなった騾馬は喜んだ。そして苦労と安楽の間にある大きな隔たりを悟ると、以後は偶然を師とし、かつて図らずも被ったことを、今度は自ら進んで行うようになった。騾馬引きにとって、川の外を通る別の道を進ませることは不可能であった。騾馬引きがこのことを語るのを耳にしたタレスは、知恵をもってその悪知恵に対して騾馬を懲らしめるべきだと考え、塩の代わりに海綿や羊毛を背負わせるよう命じた。騾馬は計略を知らず、いつものように足を滑らせたが、背負った荷が水を含んで重くなると、自らの企みが仇となったことを悟り、それ以降は静かに渡り、足元をしっかり踏みしめて、塩を無傷のまま保ったのであった。
πυνθάνομαι δὲ ἐν τῇ Ἀντιόχου πόλει τῇ Σύρων πρᾶον γενέσθαι ἐλέφαντα, ἰόντα τε αὐτὸν ἐπὶ τὰς νομὰς στεφανόπωλιν γυναῖκα ὁρᾶν ἡδέως, καὶ προσεστάναι αὐτῇ καὶ τῇ προβοσκίδι τὸ πρόσωπον τῆς ἀνθρώπου καθαίρειν. δέλεαρ δὲ ἄρα ἐκείνη καθίει τοῦ φίλτρου αὐτῷ στέφανον ἐκ τῶν καθʼ ὥραν πλεκόμενον, καὶ τῷ μὲν ὁσημέραι λαμβάνειν ἔργον ἦν, τῇ δὲ διδόναι. χρόνῳ δὲ ὕστερον ἡ μὲν ἄνθρωπος τὸν βίον κατέστρεψεν, ὁ δὲ ἐλέφας τῆς συνηθείας διαμαρτάνων καὶ οὐχ ὁρῶν ἣν ἐπόθει γυναῖκα, ὥσπερ οὖν ἐραστὴς ἐρωμένης ἀτυχῶν ἐξηγριώθη· καὶ ὁ τέως πραότατος ὢν ἐς θυμὸν ἐξήφθη ὥσπερ οὖν καὶ τῶν ἀνθρώπων οἱ ἄγαν ὑπὸ τῆς λύπης ἐπικλυσθέντες καὶ ἔκφρονες γεγενημένοι.
また私が聞き及ぶところでは、シリアのアンティオキアにおいて一頭の穏やかな象がおり、草を食みに出かける途中で花冠を売る女を好んで眺め、その女のそばに立っては鼻で彼女の顔を撫でていたという。女のほうも愛着を誘う餌として、その季節の花で編んだ冠を差し出し、象にとっては日々それを受け取ることが、女にとってはそれを授けることが日課となっていた。時が経ち、女が息を引き取ると、象は日頃の交わりを失い、慕っていた女の姿も見えなくなったため、あたかも愛する女を失った恋人のように狂暴化した。そして、かつては極めて穏やかであった象が、あたかも悲哀に打ちのめされて正気を失った人間のように、激しい怒りに燃え上がったのである。
τὸν ἥλιον ἀνίσχοντα προσκυνοῦσιν ἐλέφαντες, τὰς προβοσκίδας εὐθὺ τῆς ἀκτῖνος ὡς χεῖρας ἀνατείνοντες, ἔνθεν τοι καὶ τῷ θεῷ φιλοῦνται. μάρτυς ἀγαθὸς ὁ Φιλοπάτωρ ἡμῖν Πτολεμαῖος ἔστω. ἡ μὲν κατὰ Ἀντιόχου νίκη σὺν αὐτῷ ἐγένετο, θύων δὲ ἐπινίκια καὶ ἱλεούμενος τὸν Ἥλιον ὁ Πτολεμαῖος τῇ τε ἄλλῃ μεγαλοπρεπῶς ἔθυσεν καὶ οὖν καὶ τέτταρας ἐλέφαντας μεγέθει μεγίστους παρέστησεν ἱερεῖα, ὥς γε ᾤετο, καὶ ταύτῃ τῇ θυσίᾳ γεραίρων ἐκεῖνος τὸ θεῖον. ἐνύπνιον δὲ αὐτὸν διετάραξεν, ὡς ἀπειλοῦντος τοῦ θεοῦ3 ἐπὶ τῇ ἀήθει τε καὶ ξένῃ θυσίᾳ· καὶ δείσας ἐκεῖνος χαλκοῦς τέτταρας ποιησάμενος ἀνῆψε τῷ θεῷ ὑπὲρ τῶν ἀνῃρημένων ἱλεούμενός τε καὶ εὐμενιζόμενος αὐτόν. ἐλέφαντες μὲν οὖν θεοὺς προσκυνοῦσιν, οἱ δὲ ἄνθρωποι ἆρά γε εἰσὶ θεοὶ καὶ ὄντες εἰ φροντίζουσιν ἡμῶν διαποροῦσιν.
象たちは昇る太陽を拝礼し、その光線に向けて鼻を手のように高く掲げる。それゆえ彼らは神に愛されているのである。プトレマイオス・フィロパトルは我々にとって優れた証言者となろう。アンティオコスに対する勝利は彼の側に帰したが、プトレマイオスは戦勝の感謝を捧げ太陽神を宥めるにあたり、その他の点でも豪奢な生贄を捧げたうえ、最大級の象四頭を生贄として供えた。彼はそう信じ、この生贄によって神を讃えようとしたのである。しかし、この前例のない奇異な生贄に対して神が怒りを露わにしているかのような夢が彼を激しく動揺させた。恐れをなした彼は、殺された象たちの代わりとして青銅の象四頭を造らせて神に奉納し、神を宥めその怒りを鎮めようとした。このように象たちは神々を崇拝するが、人間たちは果たして神々が存在するのか、また存在するとしても我々のことを配慮しているのかと疑うのである。
- 7.40Θεόδωρον δὲ ἄνδρα ψαλτικὴν ἀγαθόν
先取り構文(prolepsis)あるいは懸垂対格(accusativus pendens)。文頭に対格 Θεόδωρον... が主題として提示され、後続節の τὸν μέν(対格代名詞)によって改めて受け直されている。文全体の話題を前置して強調する統語法。
- 7.42τοῦτό τοι διηγουμένου
意味上の主語(騾馬引き ὁ ὀρεωκόμος)が文脈から自明であるために省略された属格独立構文。直後の ὡς ἐπύθετο(タレスが聞いたとき)にかかり、「騾馬引きがこれを語るのをタレスが耳にしたとき」の意を表す。
- 7.44ὡς ἀπειλοῦντος τοῦ θεοῦ
ὡς+属格独立構文。直前の ἐνύπνιον(夢)の内容、すなわち「あたかも神が威嚇しているかのように」という主観的知覚や夢の告げる表象内容を述べる用法。
