- 底本
- Aelian. Claudii Aeliani De Natura Animalium Libri xvii, Vol. 1. Hercher, Rudolf, editor. Leipzig: Teuber, 1864.
- 翻訳
- AI生成(gemini-3.8-flash) — 機械翻訳のため誤りを含む場合があります
- 言語
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0545.tlg001.humanitext-grc2:17.6-17.8
- 出力
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
巨大なワニや巨大な海獣に関する諸作家の証言を挙げ、次いで象の摂食量・飲水量と寿命、ラクダの飲水の習性、そして紅海周辺に生息する多彩な動物ケーポスの形態を詳述する。
ὁ κροκόδειλος γίνεται μήκιστος πολλάκις. ἐπὶ γοῦν Ψαμμιτίχου τοῦ Αἰγυπτίων βασιλέως πέντε καὶ εἴκοσι πήχεων κροκόδειλον φανῆναί φασιν, ἐπὶ δὲ Ἀμάσιδος παλαιστῶν τεττάρων καὶ πήχεων ἓξ καὶ εἴκοσι.1 κήτη δὲ περὶ τὴν Λάκαιναν θάλατταν ἀκούω γίνεσθαι μεγέθει μέγιστα, καί τινές γε τῶν κριτικῶν Ὅμηρον ἐντεῦθέν φασιν εἰπεῖν Λακεδαίμονα κητώεσσαν. περὶ τὰ Κύθηρα δὲ ἔτι καὶ μείζω τὰ κήτη ὑμνοῦσι γίνεσθαι. ἔοικε δὲ αὐτῶν καὶ τὰ νεῦρα λυσιτελῆ εἶναι ἐς τὰς τῶν ψαλτηρίων καὶ τῶν ἄλλων ὀργάνων χορδοστροφίας καὶ μέντοι καὶ ἐς τὰ πολεμικὰ ὄργανα. ἐν δὲ τῇ Ἐρυθρᾷ θαλάττῃ πρὸς τοῖς ἤδη προειρημένοις γίνονται καὶ σκορπίοι καὶ κωβιοὶ δύο πήχεων καὶ μέντοι καὶ τριῶν. ἀμώμητος δέ φησιν ἐν τῇ Λιβύῃ πόλιν εἶναί τινα, ἐν ᾗ τοὺς ἱερέας ἔκ τινος λίμνης ἐπαοιδαῖς καταγοητεύοντας εὖ μάλα ἑλκτικαῖς ἐξάγειν κροκοδείλους πήχεων ἑκκαίδεκα. Θεοκλῆς δὲ ἐν τῇ τετάρτῃ περὶ τὴν Σύρτιν λέγει γίνεσθαι κήτη τριήρων μείζονα. περὶ δὲ τὴν Γεδρωσίων χώραν ʽἔστι δὲ μοῖρα τῆς γῆς τῆς Ἰνδικῆς οὐκ ἄδοξοσʼ Ὀνησίκριτος λέγει καὶ Ὀρθαγόρας γίνεσθαι κήτη ἥμισυ ἔχοντα σταδίου τὸ μῆκος. τοσαύτην δέ φασιν ἔχειν δύναμιν αὐτά, ὡς πολλάκις, ὅταν ἀναφυσήσῃ2 τοῖς μυκτῆρσιν, ἐς τοσοῦτον ἀναρρίπτειν τῆς θαλάττης τὸ κλυδώνιον, ὡς δοκεῖν τοῖς ἀμαθέσι καὶ ἀπείροις πρηστῆρας εἶναι ταῦτα.
ワニはしばしば極めて巨大になる。現に、エジプトの王プサムメティコスの治世には二十五ペーキュスのワニが現れたと人々は言い、アマシスの治世には二十六ペーキュスと四パライステーのワニが現れたという。また、ラコニア周辺の海には巨大な海獣が生息すると聞いており、批評家のある者たちは、これに由来してホメーロスがラケダイモーンを「海獣多き地」と呼んだのだと述べている。キュテーラ周辺にはさらに大きな海獣が生息すると人々は称賛している。また、それらの腱はハープやその他の楽器の弦を張るため、さらには兵器の機械類にも有用であるようである。そして紅海では、すでに先に述べられたものたちに加えて、二ペーキュス、さらには三ペーキュスもの蠍魚やハゼも生息する。アモーメートスは、リビュアのある町において、神官たちが極めて魅惑的な呪文によって湖から誘い出し、十六ペーキュスのワニを引きずり出すと述べている。またテオクレースは第四巻の中で、シュルティス周辺には三段櫂船よりも大きな海獣が生息すると語っている。さらにゲドローシアの地方(これはインドの地において無名ではない一地方である)の周辺では、半スタディオンの体長をもつ海獣が生息するとオネーシクリトスとオルタゴラースは述べている。そして人々が言うには、それらはあまりに強大な力をもっており、鼻孔から息を吹き上げるときにはしばしば海を激しく巻き上げて波を高く跳ね上げるため、無知で経験のない者たちにはそれが暴風や水煙であるかのように思われるほどだという。
Ἀριστοτέλης ἐν τῷ ὀγδόῳ περὶ ζῴων φησὶ τοὺς ἐλέφαντας ἐσθίειν κριθῶν μεδίμνους Μακεδονικοὺς ἐννέα, ἀλφίτων δὲ ἐπὶ τούτοις ἕξ, εἰ δὲ δοίης, καὶ ἑπτά· πίνειν δὲ αὐτοὺς ὁ αὐτὸς λέγει μετρητὰς Μακεδονικοὺς τετταρεσκαίδεκα, καὶ πάλιν τῆς δείλης ἐπιπίνειν ὀκτώ. βιοῦν δὲ ἐλέφαντας ἔτη διακόσιά φησι, προϊέναι δὲ ἔστιν οὓς καὶ ἐς τρεῖς ἑκατοντάδας.3 Διειδὲς δὲ ὕδωρ καὶ ἀκραιφνὲς καμήλῳ πιεῖν ἔχθιστόν ἐστι,4 τεθολωμένον δὲ καὶ ῥυπαρὸν ἥδιστον πωμάτων ἡγεῖται. καὶ μέντοι καὶ ἐς ποταμὸν ἐὰν ἀφίκηται ἢ λίμνην, οὐ πρότερον ἐπικύπτει πιεῖν, πρὶν ἢ τοῖς ποσὶν ἀναταράξῃ τὴν ἰλὺν καὶ ἀφανίσῃ τὸ κάλλος τοῦ ὕδατος. ἄποτος δὲ ἐὰν μείνῃ, διακαρτερεῖ καὶ ὀκτὼ ἡμέρας.
アリストテレースは『動物誌』第八巻の中で、象はマケドニアのメディムノスにして九メディムノスの大麦を食し、これに加えて六メディムノスの大麦粉を、もし与えられれば七メディムノスをも食すと述べている。さらに同じ著者は、象は十四のマケドニアのメトレーテースを飲み、夕暮れには再び八メトレーテースを飲み足すと語る。また象は二百年生き、ある個体は三世紀にさえ達すると述べている。澄みきった混じり気のない水はラクダにとって飲むのに最も嫌悪すべきものであり、濁って汚れた水を最も好ましい飲み物とみなす。実際、川や湖に至っても、足で泥をかき乱して水のみごとな美しさを消し去るまでは、身をかがめて飲むことはない。また水を飲まずにおかれても、八日間も耐え忍ぶ。
Πυθαγόρας ἐν τοῖς περὶ τῆς Ἐρυθρᾶς θαλάττης λέγει ζῷόν τι γίνεσθαι χερσαῖον περὶ τὸ πέλαγος ἐκεῖνο, τὸν καλούμενον κῆπον. φερώνυμον δὲ εἶναι· ἔχειν γὰρ χρόας πολλάς. καὶ μέγεθος μὲν εἰληχέναι τὸν τέλειον κατὰ τοὺς κύνας τοὺς Ἐρετρικούς. περιελθεῖν δὲ αὐτοῦ τὸ ποικίλον ἐθέλω καὶ δεῖξαι τῷ λόγῳ, ὡς ἐκεῖνος γράφει. τὰ μὲν δὴ περὶ τὴν κεφαλὴν αὐτῷ καὶ τὸ νῶτον καὶ τὴν ῥάχιν ἐς τὴν οὐρὰν τελευτῶντα ἀκράτως πυρρά ἐστι, θεάσαιο δʼ ἂν καὶ τρίχας χρυσοειδεῖς τινας διεσπαρμένας· λευκὸν δὲ τὸ πρόσωπόν οἱ μέχρι τῶν παρειῶν, ἐντεῦθέν γε μὴν ταινίαι χρυσοειδεῖς κατίασιν ἐς τὴν δέρην. ταύτης δὲ τὰ κάτω μέχρι τῶν στέρνων καὶ οἱ πόδες δὲ οἱ πρόσθιοι λευκανθίζει πάντα. μαζοὶ δὲ χειροπληθεῖς δύο κυανοῖ, γαστὴρ δὲ λευκὴ πᾶσα, πόδες δὲ οἱ κατόπιν μέλανές εἰσι. προσώπου δὲ μορφή, κυνοκεφάλῳ παραβαλὼν αὐτὴν ἀληθεύσεις,5 εὖ ἴσθι.
ピュタゴラースは紅海に関する記録の中で、あの海の周辺にケーポスと呼ばれる陸生動物が生息すると述べている。それはその名にふさわしいものであり、多くの色彩をもっているからである。成獣はエレトリアの猟犬ほどの大きさに達する。彼が記しているとおりに、私はその多彩な模様を巡り、言論によって示したいと思う。頭部、背、そして尾へと至る脊椎のあたりは純然たる赤褐色であり、散りばめられた金色の毛を見ることもできるであろう。顔は頬のあたりまで白く、そこから金色の帯が首へと下りている。首の下部から胸に至る部分と前足はすべて白みがかっており、手いっぱいの大きさの青黒い乳房が二つあり、腹部はすべて白く、後足は黒い。顔の形については、ヒヒに擬するならば真実を語ることになるであろう、よく心に留めよ。
- 17.6ἐπὶ δὲ Ἀμάσιδος παλαιστῶν τεττάρων καὶ πήχεων ἓξ καὶ εἴκοσι
先行文の「πέντε καὶ εἴκοσι πήχεων κροκόδειλον φανῆναί φασιν」を踏まえた省略構文。動詞句「φανῆναί φασιν」と不定詞の意味上の主語「κροκόδειλον」が省略されており、「παλαιστῶν τεττάρων καὶ πήχεων ἓξ καὶ εἴκοσι」は寸法・性質を表す属格(記述的属格)として解釈される。
- 17.6ὅταν ἀναφυσήσῃ
直前の不定詞の意味上の主語が複数形「αὐτά(=海獣たち)」であるのに対し、動詞「ἀναφυσήσῃ」は単数形をとっている。これは「中性複数主語は単数動詞をとる」というギリシア語の統語則(いわゆる schema Atticum)が従属節内で適用されたもの、あるいは総称的・無作為な「(それらのいずれか一頭が)吹き上げる時」という単数表現への移行と解釈できる。
- 17.7προϊέναι δὲ ἔστιν οὓς καὶ ἐς τρεῖς ἑκατοντάδας
「ἔστιν οὓς」は「ἔστιν οἵ(ある者たち)」に対格不定詞構文が適用された慣用表現。全体として不定代名詞「τινάς(ある個体たち)」と同様に機能し、後続の不定詞「προϊέναι」の意味上の対格主語となっている。
- 17.7καμήλῳ πιεῖν ἔχθιστόν ἐστι
不定詞「πιεῖν」は形容詞「ἔχθιστον」を意味上限定する指定・結果の不定詞(epexegetic infinitive、「飲むことにおいて/飲むには最も嫌悪すべき」)。与格「καμήλῳ」は判断の基準を示す判断の与格(dativus iudicantis)である。
- 17.8προσώπου δὲ μορφή, κυνοκεφάλῳ παραβαλὼν αὐτὴν ἀληθεύσεις
文頭の「προσώπου δὲ μορφή」は話題提示の主格(nominativus pendens / 懸垂主格)。主節中では後続の対格代名詞「αὐτήν」によって照応され、分詞「παραβαλών」の直接目的語として回収されている。
