← クラウディオス・アイリアノス

動物奇譚集

§10.6-10.10

魚類やイルカの生態と野象の調教法

魚類(サバ、ヒメジ)やイルカの生態・習性、マムシの雌雄差に関する諸説を述べた後、捕獲した野生の象を飢えや餌付けによって馴致する詳細な調教過程を記す。

表示 ▾
表示
訳
訳の書体
AI ↗
← 前次 →
§10.6

Ποντικοὶ δὲ ἄρα κολίαι τὸν Περσῶν βασιλέα μεμίμηνται χειμάζοντα μὲν ἐν Σούσοις, θερίζοντα δὲ ἐν Ἐκβατάνοις. καὶ γὰρ οὗτοι ἐν μὲν τῇ καλουμένῃ Προποντίδι χειμάζουσιν· ἀλεεινὴ γὰρ ἥδε ἡ γῆ· θέρους δὲ πρὸς τῷ Αἰγιαλῷ διαιτῶνται· παρέχει γὰρ αὐτοῖς αὔρας μαλακὰς ἡ θάλαττα ἡ προειρημένη.

ポントス産のサバは、スーサで冬を過ごしエクバタナで夏を過ごすペルシア王を真似ているようである。なぜなら、彼らもまたいわゆるプロポンティス海で越冬するからである。この地は温暖だからである。そして夏にはアイギアロス沿岸で生活する。前述の海が彼らに穏やかな微風をもたらすからである。

§10.7

πυνθάνομαι τῶν μαγείρων τοὺς τὴν τέχνην ἀκριβοῦντας ὅταν βούλωνται τῶν τριγλῶν τὰς κοιλίας ὀπτωμένων μὴ ῥήγνυσθαι, καταφιλεῖν αὐτῶν τὰ στόματα· οὗπερ οὖν γεγενημένου ὁλόκληροι διαμένουσιν, ὥς φασιν.

料理人のうちその技に精通した者たちは、焼く際にヒメジの腹が裂けないことを望むとき、その口に口づけをすると私は耳にしている。そうすると、彼らが言うには、ヒメジは裂けずに完全な姿のままで残るのである。

§10.8

ὁ δελφὶς ὁ θῆλυς μαζοὺς ἔχει κατὰ τὰς γυναῖκας, καὶ θηλάζει τὰ βρέφη πάνυ ἀφθόνῳ καὶ πολλῷ τῷ γάλακτι. νήχονται δὲ κοινῇ μέν, καθʼ ἡλικίαν δὲ διακριθέντες· καὶ τῆς μὲν πρώτης τετάχαται1 οἱ νέοι καὶ ἁπαλοί, ἕπονται δὲ αὐτῶν τῇ νήξει οἱ τέλειοι. φιλότεκνον γὰρ καὶ φιλόστοργον ὁ δελφὶς ζῷον, καὶ ὑπὲρ τῶν βρεφῶν ὀρρωδεῖ. καὶ φυλακῆς χάριν ὡς ἐν φάλαγγι στρατιωτικῇ οἳ μὲν τῆς πρώτης εἰσίν, οἳ δὲ τῆς δευτέρας, οἳ δὲ τῆς τρίτης· καὶ προνήχονται μὲν οἱ νέοι, ἐπινήχονται δὲ αἱ θήλειαι, καὶ οἱ ἄρρενες οὐραγοῦσιν ἐφορῶντές τε καὶ παραφυλάττοντες τὴν τῶν ἐκγόνων τε καὶ τῶν γαμετῶν νῆξιν. τί πρὸς ταῦτα ὁ Νέστωρ, ὦ καλὲ Ὅμηρε, ὅνπερ οὖν ᾅδεις τακτικώτατον τῶν ἡρώων τῶν καθʼ ἑαυτὸν γεγονέναι;

雌のイルカは女たちのように乳房を持ち、極めて豊かで大量の乳で赤子を育てる。彼らは全体として一緒に泳ぐが、年齢によって隊列を分ける。第一列には若く柔らかい子らが配され、彼らの泳ぎに成体が付き従う。イルカは子を愛し愛情深い動物であり、赤子たちのために恐れを抱くからである。そして護衛のために、軍隊のファランクスにおけるように、ある者は第一列に、ある者は第二列に、ある者は第三列に位置する。若者たちが前を泳ぎ、雌たちがそれに続いて泳ぎ、雄たちは子孫や配偶者たちの泳ぎを見守り警護しながら最後尾を進む。これに対して、美しきホメロスよ、あなたが同時代の英雄たちの中で最も戦術に長けていたと歌うネストールは何と言おうか。

§10.9

ἔχιν ἐχίδνης οἳ μὲν τῷ γένει διαφέρειν, οὐ μέντοι τῇ φύσει φασί· τὸν μὲν γὰρ εἶναι ἄρρενα, τὴν δὲ θήλειαν. οἳ δὲ καὶ τῇ φύσει διαφέρειν οἴονται· ἀλλοῖον μὲν γὰρ τοῦτο εἶναι ζῷον, ἀλλοῖον δὲ ἐκεῖνο. ἀκούω δέ τινων λεγόντων τοὺς μὲν ὑπὸ τοῦ ἔχεως δηχθέντας σπᾶσθαι, οὐ μὴν τοὺς ὑπὸ τῆς ἐχίδνης. ἕτεροι δέ φασι τὸ μὲν τῆς ἐχίδνης δῆγμα εἶναι λευκόν, τὸ δὲ τοῦ ἔχεως οὐ τοιοῦτον, πελιδνὸν δέ. Νίκανδρος δέ φησιν ἐκ μὲν τοῦ δήγματος ὅπερ οὖν ὁ ἔχις ἐμφύει δύο ὀδόντων ἴχνη φαίνεσθαι· πλειόνων δέ, εἰ δάκοι ἡ ἔχιδνα. Εὐθηρίας γενομένης ἐλεφάντων οἷα δρῶσιν ἐς τὸ πραῧναί τε αὐτοὺς καὶ ἡμερῶσαι εἰπεῖν ἄξιον. πρῶτον μὲν ἐς ὕλην τινὰ ὀλίγον ἀφεστῶσαν τῆς τάφρου ἐν ᾗ ἐθήρασαν ἄγουσιν αὐτοὺς δεδεμένους, διαλαβόντες ταῖς σχοίνοις καὶ μήτε προθεῖν ἐπιτρέποντες μήτε αὖ πάλιν ἀφίστασθαι καὶ ἀποσπᾶν ἐς τοὐπίσω· εἶτα ἕκαστον ἐξάψαντες μεγίστου δένδρου μεμετρημένῳ διαστήματι, ὡς μήτε ἐς τὸ ἔμπροσθεν ἐπιπηδᾶν ἔχειν μήτε ἐπὶ πολὺ πάλιν ἀναχωρεῖν τοῦ σκιρτᾶν καὶ ὑβρίζειν ἐξουσίᾳ,2 ἀτροφίᾳ τε καὶ λιμῷ τὴν ἄγαν ἰσχὺν καὶ ῥώμην καθαιροῦσι, καὶ μέντοι καὶ τὸν θυμὸν αὐτῶν καὶ τῆς ψυχῆς τὸ ἄτρεπτον ἡσυχῆ καταμαραίνουσιν, ὡς ἐκείνους λήθην μὲν ἴσχειν τῆς τέως ἀμάχου ἀγριότητος, παραλύεσθαι δὲ τοῦ πρόσθεν θυμοῦ. προσιέναι τε τοὺς τῶν τοιούτων πωλευτὰς3 καὶ ἐκ χειρὸς ὀρέγειν τροφήν, τοὺς δὲ ὑπὸ τῆς χρείας ἀναγκαζομένους λαμβάνειν καὶ μὴ κακουργεῖν, βλέπειν τε ἤδη πρᾶόν τε καὶ κεκμηκός. οἱ δὲ ἄγαν αὐτῶν ἰσχυροὶ καὶ τέλειοι ἀπορρήξαντες τὰ δεσμὰ καὶ ταῖς ἀκμαῖς τῶν κεράτων καὶ ταῖς προβοσκίσιν ἀνασπῶντες τὰ δένδρα, τὰ δὲ καὶ κατάξαντες ὑπὸ ῥύμης καὶ ἐμπεσόντες ἐς αὐτά, μόγις καὶ ὀψὲ τοῦ χρόνου τὰ μὲν λιμῷ, τὰ δὲ γλυκείᾳ τροφῇ, τὰ δὲ κέντροις ἡμερώθησαν. τροφὴ δὲ ἡμερουμένοις τοῖσδε τοῖς ζῴοις ἄρτοι τε οἱ μέγιστοι καὶ κριθαὶ καὶ ἰσχάδες καὶ ἀσταφίδες καὶ κρόμμυα καὶ σκόροδα καὶ μέλι χύδην σχίνου τε καὶ φοίνικος καὶ κιττοῦ φάκελοι καὶ πᾶν ὅσον ἐδωδίμου ὕλης καὶ ἐκείνοις συντρόφου καὶ ἐκ τούτου τοι καὶ φίλης.

エキス(雄マムシ)とエキドナ(雌マムシ)について、ある人々は性別が異なるだけで本性において異なるわけではないと言う。一方は雄であり、他方は雌であるというのである。しかし別の人々は本性においても異なると考えている。前者はある種の動物であり、後者は別の動物であるというのである。またある人々が、雄マムシに噛まれた者は痙攣を起こすが、雌マムシに噛まれた者はそうではないと語るのを私は聞いている。他の人々は、雌マムシの咬傷は白くなるが、雄マムシのそれはそうではなく、青黒くなると述べる。ニカンドロスは、雄マムシが植え付ける咬傷からは二本の歯の痕が見えるが、雌マムシが噛んだ場合にはより多くの痕が見えると述べている。 象が首尾よく捕獲されたとき、彼らを鎮めて飼い慣らすために人々が何をするかは語るに値する。まず人々は、象を捕獲した堀から少し離れた森林へと縛った状態で連れて行き、縄で両側から抑えて前進することも後方へと退いて振り切ることも許さない。次いで、跳ね回ったり暴れたりする余地を持たぬよう、前方に飛びかかることも大きく後退することもできないような程よい間隔を取って、それぞれを極めて大きな木に縛り付け、絶食と飢えによって過度の力と強靭さを打ち砕き、さらに彼らの激昂と魂の屈しない心を徐々に弱まらせて、彼らがかつての手のつけられない獰猛さを忘れ、以前の怒りから解放されるようにする。そしてそのような動物の調教師たちが近づいて手から餌を差し出し、象たちは必要に迫られてそれを受け取り、危害を加えず、すでに穏やかで疲れ果てた眼差しを向けるようになる。一方、彼らのうちで過度に力強く成熟した個体は、拘束を引きちぎり、牙の先端と鼻で木々を引き抜き、あるいはその勢いで木に突進してへし折ったりするが、やがて時間をかけて辛うじて、一つには飢えにより、一つには甘い食物により、一つには突き棒によって飼い慣らされる。飼い慣らされつつあるこれらの動物のための餌は、特大のパン、大麦、干しイチジク、干し葡萄、タマネギ、ニンニク、たっぷりの蜂蜜、ならびに乳香木やナツメヤシ、ツタの束であり、食用に適し、彼らにとって馴染み深く、それゆえに好まれるありとあらゆる植物である。

構文注3 件
  1. 10.8τῆς μὲν πρώτης τετάχαται

    τετάχαται は三人称複数完了中受動相のイオニア方言形(= τεταγμένοι εἰσί)。属格 τῆς πρώτης は τάξεως(隊列・隊形)が省略されたもので、位置・序列を表す属格として機能している。

  2. 10.10τοῦ σκιρτᾶν καὶ ὑβρίζειν ἐξουσίᾳ

    冠詞付き属格不定詞句 τοῦ σκιρτᾶν καὶ ὑβρίζειν が名詞 ἐξουσίᾳ(手段・原因の与格「自由・余地によって」)にかかる構文。「跳ね回ったり暴れたりする余地(自由)によって」という句が、直前の μήτε ἐς τὸ ἔμπροσθεν... μήτε ἐπὶ πολὺ πάλιν ἀναχωρεῖν 全体にかかり、象が自由に暴れられるほどの距離を持たせないよう拘束する状況を表す。

  3. 10.10προσιέναι τε τοὺς τῶν τοιούτων πωλευτὰς

    主節の定動詞 καθαιροῦσι, καταμαραίνουσιν から、接続詞 τε を経て結果あるいは後続の事態を述べる対格不定詞構文(προσιέναι... ὀρέγειν... λαμβάνειν... βλέπειν)へと構文が移行している。直前の ὡς 節(ὡς ἐκείνους λήθην μὲν ἴσχειν...)の不定詞構文に牽引された結果の叙述、あるいは話者の報告調の不定詞として機能している。

翻訳:Gemini 3.8 Flash・日本語訳と原文の修正なしurn:cts:greekLit:tlg0545.tlg001.humanitext-grc2:10.6-10.10