- 底本
- Lysias. Lamb, W.R.M., editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1930.
- 翻訳
- AI生成(gemini-3.8-flash) — 機械翻訳のため誤りを含む場合があります
- 言語
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0540.tlg013.humanitext-grc2:73-81
- 出力
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
弁論者は、アゴラトスがフリュニコ殺害犯でない証拠として、もし彼が犯人なら三十人政権が彼を生かしておくはずがなかったと論じ、市民権詐称を追及する。さらに彼が自慢するピュレーへの合流についても、兵士たちに殺されかけたところを制止されただけであり、誰からも相手にされず市内行進でも除名・追放された事実を暴露する。
Ψήφισμα οὕτω μέντοι οὑτοσὶ πολὺ ὑμῶν κατεφρόνει, ὥστε οὐκ ὢν Ἀθηναῖος καὶ ἐδίκαζε καὶ ἠκκλησίαζε καὶ γραφὰς τὰς ἐξ ἀνθρώπων ἐγράφετο,1 ἐπιγραφόμενος Ἀναγυράσιος, εἶναι.2 ἔπειτα δὲ καὶ ἕτερον μέγα τεκμήριον ὡς οὐκ ἀπέκτεινε Φρύνιχον, διʼ ὃ Ἀθηναῖός φησι γεγενῆσθαι. ὁ Φρύνιχος γὰρ οὗτος τοὺς τετρακοσίους κατέστησεν· ἐπειδὴ δʼ ἐκεῖνος ἀπέθανεν, οἱ πολλοὶ τῶν τετρακοσίων ἔφυγον.
[決議]しかしこの男は、あなた方をあまりにも見下していたため、アテナイ市民でもないのに裁判員を務め、民会に出席し、ありとあらゆる公訴を提起し、アナギュロース区民であると自らを登録していました。さらに、彼がアテナイ市民になった理由だと主張しているフリュニコス殺害を、彼が行わなかったことを示す別の大きな証拠があります。実にこのフリュニコこそが四百人政権を樹立した者であり、彼が死ぬと、四百人の大半は亡命しました。
πότερον οὖν δοκοῦσιν ὑμῖν οἱ τριάκοντα καὶ ἡ βουλὴ ἡ τότε βουλεύουσα, οἳ αὐτοὶ ἦσαν ἅπαντες τῶν τετρακοσίων τῶν φυγόντων, ἀφεῖναι ἂν λαβόντες τὸν Φρύνιχον ἀποκτείναντα, ἢ τιμωρήσασθαι ὑπὲρ Φρυνίχου3 καὶ τῆς φυγῆς ἧς αὐτοὶ ἔφυγον;
そうであるなら、三十人政権の者たちや当時の評議員会――彼ら自身ことごとく亡命した四百人の一味だったのですが――が、フリュニコを殺害した者を捕らえたとして放免したと思われるでしょうか、それともフリュニコのため、また自分たちが被った亡命の復讐を果たしたと思われるでしょうか。
ἐγὼ μὲν οἶμαι τιμωρεῖσθαι ἄν. εἰ μὲν οὖν μὴ ἀποκτείνας προσποιεῖται, ὡς ἐγώ φημι, ἀδικεῖ· εἰ δὲ ἀμφισβητεῖς καὶ φῂς4 Φρύνιχον ἀποκτεῖναι, δῆλον ὅτι μείζω τὸν δῆμον τὸν Ἀθηναίων κακὰ ποιήσας τὴν ὑπὲρ Φρυνίχου αἰτίαν πρὸς τοὺς τριάκοντα ἀπελύσω· οὐδέποτε γὰρ πείσεις οὐδένα ἀνθρώπων ὡς Φρύνιχον ἀποκτείνας ἀφείθης ἂν ὑπὸ τῶν τριάκοντα, εἰ μὴ μεγάλα τὸν δῆμον τὸν Ἀθηναίων καὶ ἀνήκεστα κακὰ εἰργάσω.
私としては復讐を果たしたはずだと思います。したがって、もし殺害していないのに殺害したと偽っているなら、私の言う通り、彼は罪を犯していることになります。一方、もしお前がこれに異議を唱え、フリュニコを殺害したと主張するなら、アテナイの民衆にいっそう大きな害悪を与えることで、三十人政権に対してフリュニコに関する嫌疑を晴らしたことは明白です。なぜなら、アテナイの民衆に対して巨大で取り返しのつかない害悪を加えでもしない限り、フリュニコを殺害しておきながら三十人政権によって放免されたなどと、誰一人信じさせられないからです。
ἐὰν μὲν οὖν φάσκῃ Φρύνιχον ἀποκτεῖναι, τούτων μέμνησθε καὶ τοῦτον τιμωρεῖσθε ἀνθʼ ὧν ἐποίησεν· ἐὰν δʼ οὐ φάσκῃ, ἔρεσθε αὐτὸν διʼ ὅ τι φησὶν Ἀθηναῖος ποιηθῆναι. ἐὰν δὲ μὴ ἔχῃ ἀποδεῖξαι, τιμωρεῖσθε αὐτὸν ὅτι καὶ ἐδίκαζε καὶ ἠκκλησίαζε καὶ ἐσυκοφάντει πολλοὺς ὡς Ἀθηναῖος τοὔνομα ἐπιγραφόμενος.
ですから、もし彼がフリュニコを殺害したと言い張るなら、このことを思い起こし、彼が犯した悪事の報いとして処罰してください。他方、もし殺害していないと言うなら、いかなる理由でアテナイ市民にされたと主張しているのか彼に尋ねてください。そしてもし証明できないのであれば、彼がアテナイ市民として自らの名を登録して、裁判員を務め、民会に出席し、多くの人々を悪質に告発したことに対して彼を処罰してください。
ἀκούω δὲ αὐτὸν παρασκευάζεσθαι ἀπολογεῖσθαι, ὡς ἐπὶ Φυλήν τε ᾤχετο καὶ συγκατῆλθεν ἀπὸ Φυλῆς, καὶ τοῦτο μέγιστον ἀγώνισμα εἶναι. ἐγένετο δὲ τοιοῦτον· ἦλθεν οὗτος ἐπὶ Φυλήν· καίτοι πῶς ἂν γένοιτο ἄνθρωπος μιαρώτερος; ὅστις εἰδὼς ὅτι εἰσί τινες ἐπὶ Φυλῇ τῶν ὑπὸ τούτου ἐκπεπτωκότων ἐτόλμησεν ἐλθεῖν ὡς τούτους. ἐπειδὴ δὲ εἶδον αὐτὸν τάχιστα, συλλαβόντες ἄγουσιν ἄντικρυς ὡς ἀποκτενοῦντες, οὗπερ καὶ τοὺς ἄλλους ἀπέσφαττον, εἴ τινα λῃστὴν ἢ κακοῦργον συλλάβοιεν. στρατηγῶν δὲ Ἄνυτος οὐκ ἔφη χρῆναι ποιεῖν αὐτοὺς ταῦτα, λέγων ὅτι οὔπω οὕτω διακέοιντο, ὥστε τιμωρεῖσθαί τινας τῶν ἐχθρῶν, ἀλλὰ νῦν μὲν δεῖν αὐτοὺς ἡσυχίαν ἔχειν. εἰ δέ ποτε οἴκαδε κατέλθοιεν, τότε καὶ τιμωρήσοιντο τοὺς ἀδικοῦντας. ταῦτα λέγων αἴτιος ἐγένετο τοῦ ἀποφυγεῖν τοῦτον ἐπὶ Φυλῇ· ἀνάγκη δὲ ἦν στρατηγοῦ ἀνδρὸς ἀκροᾶσθαι, εἴπερ ἔμελλον σωθήσεσθαι. ἀλλʼ ἕτερον· οὔτε γὰρ συσσιτήσας τούτῳ οὐδεὶς φανήσεται οὔτε σύσκηνος γενόμενος οὔτε ὁ ταξίαρχος εἰς τὴν φυλὴν κατατάξας, ἀλλʼ ὥσπερ ἀλιτηρίῳ οὐδεὶς ἀνθρώπων αὐτῷ διελέγετο. καί μοι κάλει τὸν ταξίαρχον.
ところで、彼がピュレーへ行き、ピュレーから一緒に帰還したと弁明する準備をしており、これを最大の防御の盾と考えていると聞いています。しかし真相は次の通りでした。この男はピュレーへ行きました。しかし、これほど穢らわしい人間が他にいるでしょうか。この男によって追放された人々の一部がピュレーにいると知りながら、その人たちのもとへ行くなどという暴挙に出たのですから。彼らは彼を見るや否や、直ちに捕らえ、盗賊や悪人を捕らえた際に他の者たちも処刑していたその場所へ、彼を殺す気で連行しました。しかし将軍を務めていたアニュトスは、彼らがそのようなことをすべきではないと言い、今は敵の誰かに復讐するような態勢にはまだないのだから、今は自重していなければならない、もし将来帰国を果たすことがあれば、その時にこそ不正を働いた者たちを処罰すればよいのだと語りました。 彼はこう述べることで、この男がピュレーで処刑を免れる原因となったのです。しかし将軍たる人物の命令には、生き残ろうとするならば従わざるを得ませんでした。しかしさらに別の事実があります。彼と一緒に食事をした者は一人も現れないでしょうし、同じ天幕に入った者も現れず、部族隊長も彼を部族に編入してはいないことが明らかになるでしょう。それどころか、呪われた穢らわしい者に対するかのように、人間誰一人彼と口を利きませんでした。部族隊長を呼んでください。
Μάρτυρες ἐπειδὴ δὲ αἱ διαλλαγαὶ πρὸς ἀλλήλους ἐγένοντο καὶ ἔπεμψαν οἱ ἐκ Πειραιῶς τὴν πομπὴν εἰς πόλιν, ἡγεῖτο μὲν Αἴσιμος, οὗτος δὲ οὕτω τολμηρὸς καὶ ἐκεῖ ἐγένετο· συνηκολούθει γὰρ λαβὼν τὰ ὅπλα καὶ συνέπεμπε τὴν πομπὴν μετὰ τῶν ὁπλιτῶν πρὸς τὸ ἄστυ.
[証人]そして相互の和解が成立し、ペイライエウスの者たちが市内へ向けて行列を送り出した際、アイシモスがその指揮を執っていましたが、この男はそこでも厚顔無恥な振る舞いをしました。武具を手にしてついて行き、重装歩兵たちとともに行列に加わって市内へと進んだのです。
ἐπειδὴ δὲ πρὸς ταῖς πύλαις ἦσαν καὶ ἔθεντο τὰ ὅπλα, πρὶν εἰσιέναι εἰς τὸ ἄστυ, ὁ μὲν Αἴσιμος αἰσθάνεται καὶ προσελθὼν τήν τε ἀσπίδα αὐτοῦ λαβὼν ἔρριψε, καὶ ἀπιέναι ἐκέλευσεν ἐς κόρακας5 οὐ γὰρ ἔφη δεῖν ἀνδροφόνον αὐτὸν ὄντα συμπέμπειν τὴν πομπὴν τῇ Ἀθηνᾷ. τούτῳ τῷ τρόπῳ ὑπὸ Αἰσίμου ἀπηλάθη. ὡς δʼ ἀληθῆ λέγω, μάρτυρας παρέξομαι.
そして彼らが城門に到着し、市内へ入る前に武具を置いたとき、アイシモスが気づいて近づき、彼の盾を奪い取って投げ捨て、破滅へと立ち去るよう命じました。人殺しの身でありながら、アテーナー神のための行列に加わることなどあってはならないと言ったからです。このようにして、彼はアイシモスによって追い払われました。私が真実を述べていることについては、証人たちを立てましょう。
- 73γραφὰς τὰς ἐξ ἀνθρώπων ἐγράφετο
慣用句「αἱ ἐξ ἀνθρώπων γραφαί」は、文字通りには「人間界を逸脱した公訴」、すなわち「常軌を逸した/ありとあらゆる公訴」を意味する慣用表現である。定冠詞「τάς」を伴って強調され、動詞「ἐγράφετο」と目的語「γραφάς」による同族目的語的表現を構成している。
- 73ἐπιγραφόμενος Ἀναγυράσιος, εἶναι
「ἐπιγραφόμενος」は公文書や法廷文書で名義・属性を記載・自称することを指す。「εἶναι」は「ἐπιγραφόμενος」の補語として「Ἀναγυράσιος」(アナギュロース区民)を主格補語に取り、「アナギュロース区民であるとして自らを登録して」の意を成す。
- 74πότερον οὖν δοκοῦσιν ὑμῖν οἱ τριάκοντα καὶ ἡ βουλὴ ἡ τότε βουλεύουσα, οἳ αὐτοὶ ἦσαν ἅπαντες τῶν τετρακοσίων τῶν φυγόντων, ἀφεῖναι ἂν λαβόντες τὸν Φρύνιχον ἀποκτείναντα, ἢ τιμωρήσασθαι ὑπὲρ Φρυνίχου
主動詞「δοκοῦσιν」に対する不定詞「ἀφεῖναι ἂν ... ἢ τιμωρήσασθαι」は、潜在を示す小辞「ἄν」を伴う可能的不定詞構文(直説法過去+ἄνの反実仮想の間接話法化)である。「ἀφεῖναι」と「τιμωρήσασθαι」の共通の意味上の主語は「οἱ τριάκοντα καὶ ἡ βουλὴ」であり、「λαβόντες」は主語に一致する一致分詞として条件・時(「捕らえたとして/捕らえた時に」)を表す。
- 75εἰ δὲ ἀμφισβητεῖς καὶ φῂς
直前まで裁判員(二人称複数)に語りかけていた文脈から、突如被告アゴラトスに直接語りかける二人称単数「ἀμφισβητεῖς καὶ φῂς」へと話法の転換(apostrophe)が起きている。この直接呼びかけは「ἀπελύσω」「ἀφείθης ἄν」「εἰργάσω」まで続き、直後の節で再び裁判員(「μέμνησθε」「τιμωρεῖσθε」)へと戻る。
- 81ἐκέλευσεν ἐς κόρακας
「ἐς κόρακας」(文字通り「カラスの餌食に」)はギリシア語の一般的な罵倒・放逐の慣用句で、「地獄に落ちろ」「破滅してしまえ」「失せろ」を意味する。「ἐλθεῖν / ἀπιέναι」などと結びつき、ここでは動詞「ἀπιέναι」が先行している。
