- 底本
- Lysias. Lamb, W.R.M., editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1930.
- 翻訳
- AI生成(gemini-3.8-flash) — 機械翻訳のため誤りを含む場合があります
- 言語
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0540.tlg013.humanitext-grc2:43-52
- 出力
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
告発者は、アゴラトスの密告によって処刑された愛国者たちと三十人政権下で国家に生じた惨状を詳述し、被告には「告発しなかった」あるいは「正当な告発だった」という弁明も、意図せぬ行為や不可抗力による免責も成り立たないことを論証する。
Μάρτυρες οὗτοι μὲν τοίνυν, ὦ ἄνδρες Ἀθηναῖοι, ὑπʼ Ἀγοράτου ἀπογραφέντες ἀπέθανον· ἐπειδὴ δὲ τούτους ἐκποδὼν ἐποιήσαντο οἱ τριάκοντα, σχεδὸν οἶμαι ὑμᾶς ἐπίστασθαι ὡς πολλὰ καὶ δεινὰ μετὰ ταῦτα τῇ πόλει ἐγένετο· ὧν οὗτος ἁπάντων αἴτιός ἐστιν ἀποκτείνας ἐκείνους. ἀνιῶμαι μὲν οὖν ὑπομιμνῄσκων τὰς γεγενημένας συμφορὰς τῇ πόλει, ἀνάγκη δʼ ἐστίν, ὦ ἄνδρες δικασταί, ἐν τῷ παρόντι καιρῷ, ἵνʼ εἰδῆτε ὡς σφόδρα ὑμῖν ἐλεεῖν προσήκει Ἀγόρατον. ἴστε μὲν γὰρ τοὺς ἐκ Σαλαμῖνος τῶν πολιτῶν κομισθέντας, οἷοι ἦσαν καὶ ὅσοι, καὶ οἵῳ ὀλέθρῳ ὑπὸ τῶν τριάκοντα ἀπώλοντο· ἴστε δὲ τοὺς ἐξ Ἐλευσῖνος, ὡς πολλοὶ ταύτῃ τῇ συμφορᾷ ἐχρήσαντο· μέμνησθε δὲ καὶ τοὺς ἐνθάδε διὰ τὰς ἰδίας ἔχθρας ἀπαγομένους εἰς τὸ δεσμωτήριον·
[証人]さて、アテナイの男たちよ、これらの方々はアゴラトスに告発されて落命したのです。そして三十人政権が彼らを排除したのち、いかに多くの恐ろしい災厄が国家に降りかかったか、あなた方もほぼご存じのことと思います。彼らを殺害したこの男こそが、それらすべての元凶なのです。国家に生じた災難を思い起こすことは私にとっても辛いことですが、裁判員諸君、アゴラトスを憐れむことがあなた方にとってどれほど大いにふさわしいかを知っていただくためには、現下において触れざるを得ません。というのも、あなた方はサラミスから連行された市民たちがどのような人物たちで、どれほどの数におよび、三十人政権によっていかに無残な死を遂げたかをご存じですし、エレウシスから連行された市民についても、いかに多くの人々が同じ災難に遭ったかをご存じです。また、個人的な遺恨のために当地で牢獄へと連行された人々をも記憶しておられるでしょう。
οἵ οὐδὲν κακὸν τὴν πόλιν ποιήσαντες ἠναγκάζοντο αἰσχίστῳ καὶ ἀκλεεστάτῳ ὀλέθρῳ ἀπόλλυσθαι, οἱ μὲν γονέας πρεσβύτας καταλιπόντες, οἳ ἤλπιζον ὑπὸ τῶν σφετέρων αὐτῶν παίδων γηροτροφηθέντες, ἐπειδὴ τελευτήσειαν τὸν βίον, ταφήσεσθαι, οἱ δὲ ἀδελφὰς ἀνεκδότους, οἱ δὲ παῖδας μικροὺς πολλῆς ἔτι θεραπείας δεομένους·
彼らは国家に対して何ら悪事を働いていないにもかかわらず、もっとも恥ずべき不名誉な死を強いられ、ある者は高齢の両親を残していきましたが、その親たちは自らの子によって老後の世話を受け、生涯を終えたあかつきには埋葬してもらえると期待していたのです。またある者は未婚の姉妹を、ある者はまだ多大な養育を必要とする幼子を残していきました。
οὕς, ὦ ἄνδρες δικασταί, ποίαν τινὰ οἴεσθε γνώμην περὶ τούτου ἔχειν, ἢ ποίαν τινὰ ἂν ψῆφον θέσθαι, εἰ ἐπʼ ἐκείνοις γένοιτο, ἀποστερηθέντας διὰ τοῦτον τῶν ἡδίστων;1 ἔτι δὲ τὰ τείχη ὡς κατεσκάφη καὶ αἱ νῆες τοῖς πολεμίοις παρεδόθησαν καὶ τὰ νεώρια καθῃρέθη καὶ Λακεδαιμόνιοι τὴν ἀκρόπολιν ἡμῶν εἶχον καὶ ἡ δύναμις ἅπασα τῆς πόλεως παρελύθη, ὥστε μηδὲν διαφέρειν τῆς ἐλαχίστης πόλεως τὴν πόλιν.
裁判員諸君、この男のせいで最も愛しい者たちを奪われたこれらの人々が、この男に対してどのような思いを抱き、もし自分たちの裁量に委ねられたならどのような投票をすると思われるでしょうか。さらに、城壁が取り壊され、船団が敵に引き渡され、造船所が破壊され、スパルタ人が我々のアクロポリスを占拠し、国家の全勢力が無力化されて、我が国が最小のポリスと何ら変わらない状態にされたことも想起してください。
πρὸς δὲ τούτοις τὰς ἰδίας οὐσίας ἀπωλέσατε, καὶ τὸ τελευταῖον συλλήβδην ἅπαντες ὑπὸ τῶν τριάκοντα ἐκ τῆς πατρίδος ἐξηλάθητε. ταῦτα ἐκεῖνοι οἱ ἀγαθοὶ ἄνδρες αἰσθόμενοι οὐκ ἔφασαν ἐπιτρέψειν τὴν εἰρήνην, ὦ ἄνδρες δικασταί, ποιήσασθαι·
その上あなた方は私有財産を失い、最後にはことごとく三十人政権によって祖国から追放されました。あの立派な男たちはこれらの事態を予見していたからこそ、裁判員諸君、講和を結ぶことを許さないと言ったのです。
οὓς σύ, Ἀγόρατε, βουλομένους ἀγαθόν τι πρᾶξαι τῇ πόλει ἀπέκτεινας, μηνύσας αὐτοὺς ἐπιβουλεύειν τῷ πλήθει τῷ ὑμετέρῳ, καὶ αἴτιος εἶ ἁπάντων τῇ πόλει τῶν κακῶν τῶν γεγενημένων. νῦν οὖν μνησθέντες καὶ τῶν ἰδίων ἕκαστος δυστυχημάτων καὶ τῶν κοινῶν τῆς πόλεως τιμωρεῖσθε τὸν αἴτιον τούτων.
しかるにアゴラトスよ、お前は国家のために善事をなそうと望んでいた彼らを、あなた方の民衆に対して陰謀を企てていると告発して殺害したのであり、国家に生じたすべての災厄の原因はお前にあるのです。それゆえ今こそ、各自の個別の不幸と国家の共通の災難の双方を思い起こし、これらの元凶に復讐を果たしてください。
θαυμάζω δʼ ἔγωγε, ὦ ἄνδρες δικασταί, ὅ τί ποτε τολμήσει πρὸς ὑμᾶς ἀπολογεῖσθαι· δεῖ γὰρ αὐτὸν ἀποδεῖξαι ὡς οὐ κατεμήνυσε τῶν ἀνδρῶν τούτων οὐδʼ αἴτιος αὐτοῖς ἐστι τοῦ θανάτου, ὃ οὐκ ἂν δύναιτο οὐδέποτε ἀποδεῖξαι.
しかし裁判員諸君、彼がいったい何をあえてあなた方に弁明しようとするのか、私にはいぶかしく思えます。というのも、彼はこれらの方々を告発しなかったこと、彼らの死の原因ではないことを証明せねばなりませんが、それは決して証明しえないことだからです。
πρῶτον μὲν γὰρ τὰ ψηφίσματα αὐτοῦ τὰ ἐκ τῆς βουλῆς καὶ τὸ τοῦ δήμου καταμαρτυρεῖ, διαρρήδην ἀγορεύοντα περὶ ὧν Ἀγόρατος κατείρηκεν. ἔπειτα ἡ κρίσις, ἣν ἐκρίθη ἐπὶ τῶν τριάκοντα καὶ ἀφείθη, διαρρήδην λέγει, διότι φησίν ἔδοξε τἀληθῆ εἰσαγγεῖλαι. καί μοι ἀνάγνωθι.
まず第一に、評議会と民会の双方の決議が彼の不利な証拠となっており、それらは「アゴラトスが告発した事柄に関して」とはっきり述べています。 次に、彼が三十人政権のもとで裁かれて釈放されたときの判決も、明文をもって「彼が真実を告発したと認められたがゆえに」と述べています。 さあ、これらを読んで聞かせてください。
Ψηφίσματα. Γνῶσις. ὡς μὲν οὖν οὐκ ἀπέγραψεν, οὐδενὶ τρόπῳ δύναιτʼ ἂν ἀποδεῖξαι· δεῖ τοίνυν αὐτὸν ὡς δικαίως ἐμήνυσε ταῦτα ἀποφαίνειν, ὁρῶν αὐτοὺς πονηρὰ καὶ οὐκ ἐπιτήδεια τῷ δήμῳ τῷ ὑμετέρῳ πράττοντας. οἴομαι δʼ οὐδʼ ἂν τοῦτο αὐτὸν ἐπιχειρῆσαι ἀποδεικνύναι. οὐ γὰρ δήπου, εἴ τι κακὸν τὸν δῆμον τὸν Ἀθηναίων εἰργάσαντο, οἱ τριάκοντα, δεδιότες μὴ καταλυθείη ἂν ὁ δῆμος, τιμωροῦντες ὑπὲρ τοῦ δήμου ἂν αὐτοὺς ἀπέκτειναν,2 ἀλλʼ οἶμαι πολὺ τοὐναντίον τούτου.
[決議・判決]このように、告発しなかったということは、いかなる手段をもってしても証明しえないでしょう。とすれば彼は、彼らがあなた方の民衆に対して悪質で不都合なことを企てているのを見たがゆえに、正当に告発したのだと論証せねばなりません。しかし、彼がこの論点を証明しようと試みることすらないだろうと私は思います。なぜなら、万一彼らがアテナイの民衆に何らかの害悪を及ぼしていたとして、民衆政が打倒されることを恐れた三十人政権が、民衆のために仇を討つ形で彼らを殺害するはずなど決してないからであり、むしろ正反対であると考えるからです。
ἀλλʼ ἴσως φήσει ἄκων τοσαῦτα κακὰ ἐργάσασθαι. ἐγὼ δʼ οὐκ οἶμαι, ὦ ἄνδρες δικασταί, οὐδʼ ἐάν τις ὑμᾶς ὡς μάλιστα ἄκων μεγάλα κακὰ ἐργάσηται, ὧν μὴ οἷόν τε γενέσθαι ἐστὶν ὑπερβολήν, οὐ τούτου ἕνεκα οὐ δεῖν ὑμᾶς ἀμύνεσθαι.3 εἶτα δὲ καὶ ἐκείνων μέμνησθε, ὅτι ἐξῆν Ἀγοράτῳ τουτῳί, πρὶν εἰς τὴν βουλὴν κομισθῆναι· καὶ γὰρ πλοῖα παρεσκεύαστο Μουνιχίασι, σωθῆναι· καὶ γὰρ πλοῖα παρεσκεύαστο καὶ οἱ ἐγγυηταὶ ἕτοιμοι ἦσαν συναπιέναι.
しかしあるいは、意図せずしてこれほど多くの災厄を引き起こしてしまったと主張するかもしれません。しかし裁判員諸君、たとえ誰かがどれほどやむを得ずあなた方にこれ以上ありえないほどの甚大な損害を与えたとしても、だからといってあなた方が制裁を加えるべきでないなどとは、私は思いません。その上、評議会へ連行される前に、このアゴラトスには逃れる機会があったということも記憶しておいてください。というのも、ムウニキアには船が用意されており、保証人たちも一緒に出発する準備ができていたのですから。
- 46οὕς, ὦ ἄνδρες δικασταί, ποίαν τινὰ οἴεσθε γνώμην περὶ τούτου ἔχειν, ἢ ποίαν τινὰ ἂν ψῆφον θέσθαι, εἰ ἐπʼ ἐκείνοις γένοιτο, ἀποστερηθέντας διὰ τοῦτον τῶν ἡδίστων;
文頭の関係代名詞対格 οὕς は、直前の節に現れた親族たち(残された親・姉妹・子供たち)を受け、分詞 ἀποστερηθέντας と一致するとともに、οἴεσθε に後続する不定詞 ἔχειν および θέσθαι の意味上の主語となっている(対格不定詞構文)。文頭の接続的関係代名詞が主節の挿入句(οἴεσθε)によって対格不定詞の枠組みに組み込まれた構造である。
- 51οὐ γὰρ δήπου, εἴ τι κακὸν τὸν δῆμον τὸν Ἀθηναίων εἰργάσαντο, οἱ τριάκοντα, δεδιότες μὴ καταλυθείη ἂν ὁ δῆμος, τιμωροῦντες ὑπὲρ τοῦ δήμου ἂν αὐτοὺς ἀπέκτειναν
οὐ γὰρ δήπου に導かれる過去の反実仮想(帰結節は ἂν αὐτοὺς ἀπέκτειναν)であり、強い反語的推量を表す。分詞 δεδιότες に導かれる懸念節 μὴ καταλυθείη ἄν(潜在の ἄν を伴う希求法)は、「民衆政が打倒されるかもしれないことを恐れて」という三十人政権の意図を述べるが、寡頭派の三十人会が民衆政擁護のために動くはずがないため、強烈な皮肉・反語として機能している。
- 52οὐ τούτου ἕνεκα οὐ δεῖν ὑμᾶς ἀμύνεσθαι
主動詞 ἐγὼ δʼ οὐκ οἶμαι に対して不定詞 δεῖν の直前に再び οὐ が置かれている二重否定構文。先行する否定詞(οὐκ οἶμαι)に対して不定詞句内の οὐ が単に否定を反復・強調しているのではなく、「だからといって報復すべきでない(不処罰のままでよい)とは私は思わない」という意味をなす。
