- 底本
- Lysias. Lamb, W.R.M., editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1930.
- 翻訳
- AI生成(gemini-3.5-flash) — 機械翻訳のため誤りを含む場合があります
- 言語
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0540.tlg009.humanitext-grc2:1-12
- 出力
- Humanitext Reader · reader.humanitext.ai · 2026-10-26
話し手は、対話相手たちが本件の争点を避けて自らの素行を中傷していると非難し、不当な兵役登録、それに対する罰金課税、そして財務官によるその免除に至るまでの経緯を説明する。
τί ποτε διανοηθέντες οἱ ἀντίδικοι τοῦ μὲν πράγματος παρημελήκασι, τὸν δὲ τρόπον μου ἐπεχείρησαν διαβάλλειν; πότερον ἀγνοοῦντες ὅτι περὶ τοῦ πράγματος προσήκει λέγειν; ἢ τόδε μὲν ἐπίστανται, ἡγούμενοι δὲ λήσειν περὶ παντὸς πλείω λόγον ἢ τοῦ προσήκοντος ποιοῦνται;
訴訟相手たちは一体何を考えて、本件を無視し、私の素行を中傷しようと試みたのでしょうか。本件について語るのが当然であることを知らないからでしょうか。それとも、そのことは知っていながら、気づかれずに済むと考えて、適切な範囲を超えてあらゆる事柄について長々と弁じ立てているのでしょうか。
ὅτι μὲν οὐκ ἐμοῦ καταφρονήσαντες ἀλλὰ τοῦ πράγματος τοὺς λόγους ποιοῦνται, σαφῶς ἐπίσταμαι· εἰ μέντοι ὑμᾶς οἴονται διʼ ἄγνοιαν ὑπὸ τῶν διαβολῶν πεισθέντας καταψηφιεῖσθαί μου, τοῦτʼ ἂν θαυμάσαιμι.1
彼らが私を軽蔑しているからではなく、本件を軽んじているからこそ、このような議論をしているのだということは、私にははっきりと分かっています。しかし、もし彼らが、あなた方が無知ゆえに中傷に惑わされて私に有罪の投票をするだろうと考えているのだとしたら、それは驚くべきことです。
ᾤμην μὲν οὖν, ὦ ἄνδρες δικασταί, περὶ τοῦ ἐγκλήματος, οὐ περὶ τοῦ τρόπου τὸν ἀγῶνά μοι προκεῖσθαι· διαβαλλόντων δέ με τῶν ἀντιδίκων ἀναγκαῖόν ἐστι περὶ πάντων τὴν ἀπολογίαν ποιήσασθαι. πρῶτον μὲν οὖν περὶ τῆς ἀπογραφῆς ὑμᾶς διδάξω.
裁判員の方々、私は、私の闘いは告訴事実についてであり、私の素行についてではないと思っていました。しかし、相手方が私を中傷する以上、すべての点について弁明を行うことが不可欠です。そこでまず、登録についてお話しいたします。
ἀφικόμενος προπέρυσιν εἰς τὴν πόλιν, οὔπω δύο μῆνας ἐπιδεδημηκὼς κατελέγην στρατιώτης. αἰσθόμενος δὲ τὸ πραχθὲν ὑπετοπούμην εὐθέως ἐπὶ μηδενὶ ὑγιεῖ κατειλέχθαι. προσελθὼν οὖν τῷ στρατηγῷ ἐδήλωσα ὅτι ἐστρατευμένος εἴην, ἔτυχον δὲ οὐδενὸς τῶν μετρίων. προπηλακιζόμενος δὲ ἠγανάκτουν μέν, ἡσυχίαν δʼ εἶχον. ἀπορούμενος δὲ καὶ συμβουλευόμενός τινι τῶν πολιτῶν τί χρήσωμαι τῷ πράγματι, ἐπυθόμην ὡς καὶ δήσειν με ἀπειλοῖεν,2 λέγοντες ὅτι οὐδὲν ἐλάττω χρόνον Καλλικράτους Πολύαινος ἐνδημοίη.
一昨年にこの街に到着し、滞在してまだ二ヶ月も経たないうちに、私は兵士として登録されました。この措置を知った私は、すぐに何か不当な意図によって登録されたのではないかと疑いました。そこで将軍のもとに行き、自分はすでに従軍したことがあると明らかにしたのですが、まともな対応は一切得られませんでした。侮辱されて腹を立てはしたものの、私は平穏を保っていました。どう対処すべきか途方に暮れ、市民の一人に相談していたところ、彼らが私を投獄するとさえ脅しているという噂を耳にしました。彼らは、ポリュアイノスはカリクラテスに劣らず長くこの街に滞在している、と言っていたのです。
κἀμοὶ μὲν τὰ προειρημένα διείλεκτο3 ἐπὶ τῇ Φιλίου τραπέζῃ· οἱ δὲ μετὰ Κτησικλέους τοῦ ἄρχοντος, ἀπαγγείλαντός τινος ὡς ἐγὼ λοιδοροῖμι, τοῦ νόμου ἀπαγορεύοντος ἐάν τις ἀρχὴν ἐν συνεδρίῳ λοιδορῇ, παρὰ τὸν νόμον ζημιῶσαι ἠξίωσαν. ἐπιβαλόντες δὲ τὸ ἀργύριον πράξασθαι μὲν οὐκ ἐπεχείρησαν, ἐξιούσης δὲ τῆς ἀρχῆς γράψαντες εἰς λεύκωμα τοῖς ταμίαις παρέδοσαν.
私が先述の事柄を話し合っていたのは、ピリオスの両替卓でのことでした。ところが、長官クテシクレスとその一味は、私が悪口を言っていると誰かが報告したのを受けて、会議の場で役人を侮辱することを法律が禁じているにもかかわらず、法に反して私に罰金を科そうと決めたのです。彼らは罰金を課したものの、それを取り立てようとはせず、任期満了の際に、名簿に書き込んで財務官たちに引き渡しました。
οἵδε μὲν τάδε διεπράξαντο. οἱ δὲ ταμίαι οὐδὲν ὅμοιον τοῖσδε διανοηθέντες, ἀνακαλεσάμενοι τοὺς παραδόντας τὴν γραφήν, ἐσκοποῦντο τῆς αἰτίας τὴν πρόφασιν. ἀκούσαντες δὲ τὸ γεγενημένον, ἐννοούμενοι οἷα πεπονθὼς ἦν, τὸ μὲν πρῶτον ἔπειθον αὐτοὺς ἀφεῖναι, διδάσκοντες ὡς οὐκ ἐπιεικὲς εἴη τῶν πολιτῶν τινας διὰ τὰς ἔχθρας ἀναγράφεσθαι, ἀποροῦντες δὲ μεταπεῖσαι αὐτούς, τὸν παρʼ ὑμῶν κίνδυνον ὑποστάντες ἄκυρον τὴν ζημίαν ἔκριναν ὅτι μὲν οὖν ἀφείθην ὑπὸ τῶν ταμιῶν, ἐπίστασθε· προσήκειν δὲ ἡγούμενος καὶ διὰ ταύτην τὴν ἀπόδειξιν ἀπηλλάχθαι τοῦ ἐγκλήματος, ἔτι πλείονας καὶ νόμους καὶ ἄλλας δικαιώσεις παρασχήσομαι. καὶ μοι λαβὲ τὸν νόμον.
彼らはこのように事を行いました。しかし、財務官たちは彼らとは全く異なる考えを持ち、登録書を提出した者たちを呼び出して、告訴の根拠を検討しました。そして事の顛末を聞き、私がどれほど不当な目に遭ったかを察して、最初は登録を破棄するよう彼らを説得し、私怨によって市民を登録するのは不当であると諭しました。しかし彼らを説得できないと分かると、あなた方からの処罰の危険を引き受けて、その罰金を無効と判断したのです。このように私が財務官たちによって免除されたことは、あなた方もご存じの通りです。私は、この証拠だけでも告訴から解放されるに十分であると考えますが、さらに多くの法律とその他の正当な根拠を提示いたしましょう。法律を取ってください。
Νόμος τοῦ μὲν νόμου διαρρήδην ἀγορεύοντος τοὺς ἐν τῷ συνεδρίω λοιδοροῦντας ζημιοῦν ἀκηκόατε· ἐγὼ δʼ ὅτι μὲν οὐκ εἰσῆλθον εἰς τὸ ἀρχεῖον, μάρτυρας παρεσχόμην, ἀδίκως δὲ ζημιωθεὶς οὔτʼ ὀφείλω οὔτʼ ἐκτεῖσαι δίκαιός εἰμι.4
[法律]法律が、会議の場で悪口を言う者に罰金を科すよう明示しているのを、あなた方はお聞きになりました。私は役所に入らなかったことを証言によって示しましたから、不当に科された罰金を支払う義務はありませんし、支払うのが正当でもありません。
εἰ γὰρ φανερός εἰμι μὴ ἐλθὼν εἰς τὸ συνέδριον, ὁ δὲ νόμος τοὺς ἐντὸς πλημμελοῦντας ἀγορεύει τὴν ζημίαν ὀφείλειν, ἠδικηκὼς μὲν οὐδὲν φαίνομαι, ἔχθρᾳ δὲ ἄνευ τούτου παραλόγως ζημιωθείς.
なぜなら、私が会議の場に行かなかったことが明白であり、かつ法律が内部で罪を犯した者に罰金の支払義務があると規定しているならば、私は何も違法行為をしておらず、ただ私怨によって、理不尽にも罰金を科されたにすぎないことが明らかだからです。
συνέγνωσαν δὲ καὶ αὐτοὶ σφίσιν ὡς ἠδικηκότες· οὔτε γὰρ εὐθύνας ὑπέσχον, οὔτε εἰς δικαστήριον εἰσελθόντες τὰ πραχθέντα ψήφῳ κύρια κατέστησαν. εἰ δʼ οὖν ἐζημίωσαν μὲν οἵδε προσηκόντως, ἐκύρωσαν δʼ ἐν ὑμῖν τὴν ἐπιβολήν, τῶν ταμιῶν ἀφέντων εἰκότως ἂν τοῦ ἐγκλήματος ἀπηλλαγμένος εἴην.
彼ら自身も自分たちが不当なことをしたと自覚していました。というのも、彼らは監査を受けませんでしたし、法廷に持ち込んで自分たちの行った処分を投票によって確定させることもしなかったからです。また、仮に彼らが正当に罰金を科し、あなた方の前でその課税を確定させていたのだとしても、財務官たちがそれを免除した以上、私が告訴から解放されるのは当然のことであります。
εἰ μὲν γὰρ μὴ κύριοι ἦσαν πράξασθαι ἢ ἀφεῖναι, ἐννόμως ζημιωθεὶς εὐλόγως ἂν ὤφειλον· εἰ δʼ ἔξεστι μὲν αὐτοῖς ἀφεῖναι, διδόασι δὲ λόγους ὑπὲρ ὧν ἂν διαχειρίζωσιν, εἴ τι ἠδικήκασι, τῆς προσηκούσης ῥᾳδίως δίκης τεύξονται.
なぜなら、もし財務官たちに徴収するか免除するかの権限がなかったのだとすれば、私は法に従って罰せられた者として、当然支払うべきだったでしょう。しかし、彼らに免除する権限があり、かつ彼らが自らの管轄事項について説明責任を負っている以上、もし彼らが何か不正を行っていたとすれば、彼らは容易に適正な処罰を受けることになるはずだからです。
- 2τοῦτʼ ἂν θαυμάσαιμι
条件節 εἰ ... οἴονται(直説法現在)に対して、帰結節が ἄν +希求法 θαυμάσαιμι となる混合型条件文。話し手は相手の推測を現実の仮定として提示しつつ、自らの驚きを「もしそうならば驚くべきことだ」と潜在的(希求法)に述べている。
- 5ὡς καὶ δήσειν με ἀπειλοῖεν
主節の動詞が過去時制(ἐπυθόμην)であるため、間接話法の従属節において希求法 ἀπειλοῖεν(斜格希求法)が用いられている。従属節内の不定詞 δήσειν は、彼らが脅した内容(未来の行為)を表す未来不定詞。
- 6κἀμοὶ μὲν τὰ προειρημένα διείλεκτο
動詞 διείλεκτο は中・受動相動詞 διαλέγομαι の過去完了3人称単数形。ここでは受動の意味ではなく、与格 κἀμοὶ(καὶ ἐμοί のクラシス)を動作主とし、「私によって話し合われていた(私は話し合っていた)」という能動的な行為を表す。
- 9ἐκτεῖσαι δίκαιός εἰμι
δίκαιός εἰμι + 不定詞の人称構文。「私が(罰金を)支払うのが正当である(当然である)」という意味になり、非人称構文 δίκαιόν ἐστιν ἐμὲ ἐκτεῖσαι と同義。否定辞 οὔτε が全体にかかるため、「支払う義務はない(支払うのが正当ではない)」となる。
