← アキレウス・タティオス

レウキッペとクレイトポン

§8.7.1-8.7.6

レウキッペーの志願とテルサンドロスの審判要求

レウキッペーは自ら進んで洞窟の審判を受けることを申し出て、動揺する父ソーストラトスを宥める。翌日、神事の場でテルサンドロスが裁判の開廷を明日に設定するよう要求する。

表示 ▾
表示
訳
訳の書体
AI ↗
← 前次 →
§8.7.1

Καὶ εὐθὺς ἡ Λευκίππη πρὶν τὸν ἱερέα εἰπεῖν τὸν ἑξῆς λόγον “ὡς γέ μοι δοκεῖ, μηδὲ εἴπῃς· ἐγὼ γὰρ ἑτοίμη εἰς τὸ τῆς σύριγγος σπήλαιον εἰσελθεῖν καὶ χωρὶς προκλήσεως κατακεκλεῖσθαι.” “Ἀγαθὰ λέγεις” ὁ ἱερεὺς εἶπε “καί σοι συνήδομαι ὑπὲρ σωφροσύνης καὶ τύχης.” Τότε μὲν οὖν ἑσπέρας γενομένης ἕκαστος ἡμῶν ἀπῄει κοιμησόμενος ἔνθα ὁ ἱερεὺς παρεσκεύασεν, ὁ Κλεινίας δὲ οὐκ ἦν ἡμῖν συνδειπνῶν, ὡς ἂν μὴ φορτικοὶ δοκοίημεν εἶναι τῷ ξενοδόκῳ· ἀλλ’ ἔνθα καὶ τὴν πρόσθεν ἡμέραν, καὶ τὴν τότε.1

するとすぐさまレウキッペーは、祭司が次の言葉を口にする前に言った。「私の考えでは、それ以上はおっしゃらないでください。私は誰からの申し立てがなくとも、シュリンクスの洞窟に入り、閉じ込められる覚悟ができておりますから」。「良きことを申す」と祭司は言った。「そなたの慎み深さと幸運のために、私も共に喜ぼう」。 その時は夕暮れとなったので、私たちはそれぞれ祭司が用意してくれた場所へと眠るために引き取った。だがクレイニアースは、もてなしてくれる宿主の重荷にならぬようにと、私たちとは共に食事をせず、前日に食事をしたその場所で、その日も過ごした。

§8.7.3

Τὸν μέντοι Σώστρατον ἑώρων ὑποθορυβηθέντα τῷ τῆς σύριγγος διηγήματι, μὴ ἄρα τὰ περὶ τῆς παρθενίας δι’ αἰδῶ τὴν πρὸς αὐτὸν ψευδώμεθα.2

もっとも私は、ソーストラトスがシュリンクスの話を聞いて、自分への遠慮から私たちが処女性について嘘をついているのではないかと、密かに動揺しているのを見て取った。

§8.7.4

Διανεύω δὴ τῇ Λευκίππῃ νεύματι ἀφανεῖ τὸν φόβον τοῦ πατρὸς ἐξελεῖν ἐπισταμένῃ οἵῳ δὴ τρόπῳ μάλιστα οἴεται πείσειν.3 Κἀκείνη δὲ ἐδόκει μοι ταὐτὸν ὑποπτεύειν, ὥστε ταχύ μου συνῆκε. Διενοεῖτο δὲ καὶ πρὸ τοῦ παρ’ ἐμοῦ νεύματος πῶς ἂν κοσμιώτατα προσενεχθείη τῷ πιστώματι.

そこで私はレウキッペーに目立たぬ合図を送り、どのようにすれば最もよく父を説得できると思うか心得ている彼女に、父の不安を取り除くように促した。彼女もまた私と同じ疑念を抱いているように見え、私の意図をたちまち理解した。そして彼女は私からの合図の前から、どのように最も慎み深くこの証しに臨むべきかを考えていたのである。

§8.7.5

Μέλλουσα οὖν πρὸς ὕπνον ἀναχωρεῖν, ἀσπαζομένη τὸν πατέρα ἠρέμα πρὸς αὐτὸν “θάρρει πάτερ” ἔφη “περὶ ἐμοῦ καὶ πίστευε τοῖς εἰρημένοις. Μὰ τὴν γὰρ Ἄρτεμιν, οὐδέτερος ἡμῶν οὐδὲν ἐψεύσατο.”

こうして彼女は眠るために立ち去ろうとするとき、父に挨拶しながら、そっと父に言った。「お父様、私についてご安心なさり、語られた言葉をお信じください。アルテミスに誓って、私たちのどちらも何一つ偽ってはおりませんから」。

§8.7.6

Τῇ δὲ ὑστεραίᾳ περὶ τὴν θεωρίαν ἦσαν ὅ τε Σώστρατος καὶ ὁ ἱερεύς, καὶ ηὐτρεπισμέναι ἦσαν αἱ θυσίαι, παρῆν δὲ καὶ ἡ βουλὴ μεθέξουσα τῶν ἱερείων· εὐφημίαι δὲ ἦσαν εἰς τὴν θεὸν πολλαί, καὶ ὁ Θέρσανδρος ʽἔτυχε γὰρ καὶ αὐτὸς παρὼν’ προσελθὼν τῷ προέδρῳ “πρόγραψον εἰς αὔριον” ἔφη “τὰς περὶ ἡμῶν δίκας, ἐπεὶ καὶ τὸν καταγνωσθέντα σοι χθὲς ἤδη τινὲς ἔλυσαν, καὶ ὁ Σωσθένης ἐστὶν οὐδαμοῦ.” Προγέγραπτο μὲν οὖν εἰς τὴν ὑστεραίαν ἡ δίκη, παρεσκευαζόμεθα δὲ ἡμεῖς μάλα εὐπρεπῶς ἔχοντες.

翌日、ソーストラトスと祭司は神聖使節団の儀礼に携わっており、犠牲の供え物も整えられ、犠牲の肉の分配にあずかるために評議会も居合わせていた。女神への多くの賛美の祈祷が捧げられていたが、テルサンドロスが――彼もまたたまたま居合わせていたのだが――議長のもとに進み寄り、「私たちの裁判を明日に公示してください。昨日あなたによって有罪を宣告された者を、すでに何者かが釈放してしまい、ソーステネースもどこにも見当たらないからです」と言った。こうして裁判は翌日に公示され、私たちは万事抜かりなく身を整えて準備を進めていた。

構文注3 件
  1. 8.7.2ἀλλ’ ἔνθα καὶ τὴν πρόσθεν ἡμέραν, καὶ τὴν τότε

    著しい省略を含む対比構文。直前の ὁ Κλεινίας δὲ οὐκ ἦν ἡμῖν συνδειπνῶν(クレイニアースは私たちと会食しなかった)を受けて、場所を表す副詞節 ἔνθα(…した場所で)と時の対格(τὴν πρόσθεν ἡμέραν および τὴν τότε [ἡμέραν])のみを残し、動詞(ἦν や συνεδείπνει など)が省略されている。

  2. 8.7.3μὴ ἄρα τὰ περὶ τῆς παρθενίας δι’ αἰδῶ τὴν πρὸς αὐτὸν ψευδώμεθα

    分詞 ὑποθορυβηθέντα(動揺させられた)が含意する恐れや疑念の感情に導かれる懸念の接続詞節。接続法現在 ψευδώμεθα が用いられており、「彼に対する遠慮から、処女性に関して私たちが嘘をついているのではないか」というソーストラトスの内心の懸念を表す。

  3. 8.7.4τὸν φόβον τοῦ πατρὸς ἐξελεῖν ἐπισταμένῃ οἵῳ δὴ τρόπῳ μάλιστα οἴεται πείσειν

    主節の動詞 διανεύω(合図を送る)が間接目的語 τῇ Λευκίππῃ と不定詞 ἐξελεῖν(取り除くよう)を伴う構造。与格分詞 ἐπισταμένῃ は τῇ Λευκίππῃ を修飾し、その目的語として間接疑問節 οἵῳ δὴ τρόπῳ μάλιστα οἴεται πείσειν(いかなる方法で自分が最もよく説得できると思うか)を従えている。

翻訳:Gemini 3.8 Flash・日本語訳と原文の修正なしurn:cts:greekLit:tlg0532.tlg001.humanitext-grc2:8.7.1-8.7.6