← アキレウス・タティオス

レウキッペとクレイトポン

§8.11.1-8.11.4

テルサンドロスによる神判の要求とその受諾

テルサンドロスは弁護人の弁論を遮り、ステュクスの泉とシュリンクスの洞窟による身の潔白の証明を求める法的な挑戦状を読み上げる。一同はこれを受諾し、翌日に試練が執り行われることが決定される。

表示 ▾
表示
訳
訳の書体
AI ↗
← 前次 →
§8.11.1

Ἔτι τοῦ Σωπάτρου λέγοντος ὑποτεμὼν αὐτοῦ τὸν λόγον ὁ Θέρσανδρος “ἀλλ’ οὐκ” ἔφη “λόγων.1 Δύο γὰρ προκαλοῦμαι προκλήσεις Μελίτην τε ταύτην καὶ τὴν δοκοῦσαν εἶναι τοῦ θεοπρόπου θυγατέρα, τῷ δὲ ὄντι δούλην ἐμήν·” καὶ ἀνεγίνωσκε “προκαλεῖται Θέρσανδρος Μελίτην καὶ Λευκίππην, τοῦτο γὰρ ἤκουσα τὴν πόρνην καλεῖσθαι· Μελίτην μέν, εἰ μὴ κεκοινώνηκεν εἰς Ἀφροδίτην τῷδε τῷ ξένῳ παρ’ ὃν ἀπεδήμουν χρόνον, εἰς τὸ τῆς ἱερᾶς Στυγὸς ὕδωρ εἰσβᾶσαν καὶ ἐπομοσαμένην ἀπηλλάχθαι τῶν ἐγκλημάτων· τὴν δὲ ἑτέραν, εἰ μὲν τυγχάνει γυνή, δουλεύειν τῷ δεσπότῃ·2 δούλαις γὰρ μόναις γυναιξὶν ἔξεστιν εἰς τὸν τῆς Ἀρτέμιδος νεὼν παριέναι· εἰ δέ φησιν εἶναι παρθένος, ἐν τῷ τῆς σύριγγος ἄντρῳ κλεισθῆναι.” Ἡμεῖς μὲν οὖν εὐθὺς ἐδεξάμεθα τὴν πρόκλησιν· καὶ γὰρ ᾔδειμεν αὐτὴν ἐσομένην· ἡ δὲ Μελίτη θαρρήσασα τῷ παρ’ ὃν ἀπεδήμει χρόνον ὁ Θέρσανδρος μηδέν μοι κοινὸν πρὸς αὐτὴν γεγονέναι πλὴν λόγων3 “ἀλλὰ καὶ ἔγωγε” ἔφη “ταύτην δέχομαι τὴν πρόκλησιν, καὶ ἔτι πλέον αὐτὴ προστίθημι· τὸ δὲ μέγιστον, οὐδὲ εἶδον τὸ παράπαν οὔτε ξένον οὔτε πολίτην ἥκειν εἰς ὁμιλίαν παρ’ ὃν λέγεις καιρόν σε δεῖ παθεῖν, ἂν συκοφάντης ἁλῷς;” “Ὅ τι ἂν” ἔφη “δόξῃ προστιμῆσαι τοῖς δικασταῖς.” Ἐπὶ τούτοις διελύθη τὸ δικαστήριον, καὶ εἰς τὴν ὑστεραίαν διώριστο τὰ τῆς προκλήσεως ἡμῖν γενέσθαι.

ソパトロスがまだ語っている最中に、テルサンドロスが彼の言葉を遮ってこう言った。「いや、言葉など要らぬ。というのも、私はこのメリテ、および預言者の娘と目されながら、実際には私の奴隷である女の双方に二つの挑戦を挑むからだ」。そして彼は読み上げた。「テルサンドロスはメリテとレウキッペー――この淫売女がそう呼ばれていると聞いたからだが――に挑戦を申し立てる。すなわち、メリテは、私が不在であった期間にこの見知らぬ男とアプロディテの交わりを結んでいなかったというのなら、神聖なるステュクスの水に入り、誓約を行って告発を免れること。また、もう一方の女は、もしすでに女であるのなら、主人に仕えること。なぜなら、女の中でアルテミスの神殿に入ることを許されているのは女奴隷だけだからである。だが、もし自分が処女であると主張するならば、シュリンクスの洞窟に閉じ込められること」。そこで我らは直ちにその挑戦を受け入れた。というのも、我らはそれがなされるであろうことを知っていたからである。一方、メリテはテルサンドロスが不在であった期間中、私との間に言葉を交わす以外には何の関係も生じていなかったことを頼みとし、「いや、私自身もこの挑戦を受け入れます。そして私自身、さらに付け加えましょう。最も重大なこととして、あなたが言うその期間、異邦人であれ市民であれ、誰かが交わりを結ぶためにやって来たのを見ることすら全くありませんでした。[ところで、]もしあなたが誣告者として罪を問われたら、あなたは何を科されるべきですか」と言った。「裁判人たちが追加で科すと決めた刑罰なら何であれ受ける」と彼は言った。これをもって法廷は閉廷となり、我らの挑戦の試練は翌日に執り行われることが定められた。

構文注3 件
  1. 8.11.1ἀλλ’ οὐκ” ἔφη “ λόγων

    非人称動詞 δεῖ(〜が必要である)などの省略。属格 λόγων を導く動詞が脱落または自明として省かれており、「言葉など要らぬ」という意図を表す。

  2. 8.11.2ἀπηλλάχθαι τῶν ἐγκλημάτων· τὴν δὲ ἑτέραν, εἰ μὲν τυγχάνει γυνή, δουλεύειν τῷ δεσπότῃ

    訴訟手続き上の挑戦書(προκαλεῖται)の文面を引用する対格不定詞構文。Μελίτην ... ἀπηλλάχθαι、τὴν δὲ ἑτέραν ... δουλεύειν、κλεισθῆναι が並列して挑戦内容を規定している。

  3. 8.11.3θαρρήσασα τῷ παρ’ ὃν ἀπεδήμει χρόνον ὁ Θέρσανδρος μηδέν μοι κοινὸν πρὸς αὐτὴν γεγονέναι πλὴν λόγων

    冠詞付き不定詞句 τῷ ... γεγονέναι は原因・理由を表す与格として分詞 θαρρήσασα に係り、「〜ということに自信を得て/恃みとして」の意をなす。間に時を表す関係節 παρ’ ὃν ... χρόνον が挿入されている。

翻訳:Gemini 3.8 Flash・日本語訳と原文の修正なしurn:cts:greekLit:tlg0532.tlg001.humanitext-grc2:8.11.1-8.11.4