- 底本
- Achilles Tatius. Erotikōn logōn syngrapheis = Erotici scriptores Graeci, Vol. 1. Hercher, Rudolf, editor. Leipzig: Teubner, 1858.
- 翻訳
- AI生成(gemini-3.8-flash) — 機械翻訳のため誤りを含む場合があります
- 言語
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0532.tlg001.humanitext-grc2:7.3.1-7.3.8
- 出力
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
クレイトポンと同じ囚人が身の上話を促され、道連れになった男がメリテの依頼で娘を殺したと自白した顛末を語る。メリテの名を聞いたクレイトポンは驚いて男を問い質す。
Ὡς δ’ ἐπαύσατο, τὴν ἀντίδοσιν ᾔτει τοῦ λόγου τῶν ἀτυχημάτων “λέγοις ἂν”1 εἰπὼν “καὶ σὺ τὰ σαυτοῦ.” Ὁ δὲ “βαδίζων ἔτυχον” εἶπε “τὴν ἐξ ἄστεος2 χθές·”
彼が話を終えると、自分の災難を語った見返りを求めて、「そなたも自分の身の上を話すがよい」と言った。するとその男は言った。「昨日、私は町からの道を歩いていたのだ。
ἐπορευόμην δὲ τὴν ἐπὶ Σμύρνης ὁδόν. Προελθόντι δέ μοι σταδίους τέτταρας νεανίσκος ἐκ τῶν ἀγρῶν προσελθὼν καὶ προσειπὼν καὶ πρὸς μικρὸν συμβαδίσας “ποῖ” ἔφη “ἔχεις τὴν ὁδόν;” “Ἐπὶ Σμύρνης” εἶπον. “Κἀγὼ” ἔφη “τὴν αὐτὴν ἀγαθῇ τύχῃ.” Τοὐντεῦθεν ἐπορευόμεθα κοινῇ καὶ διελεγόμεθα, οἷα εἰκὸς ἐν ὁδῷ.
スミュルナへ向かう道を進んでいた。私が4スタディオン進んだところで、田舎から現れた一人の若者が近づいて声をかけ、少しの間道連れになった後で、『どちらへ行かれるのか』と尋ねてきた。『スミュルナへ』と私は答えた。『私も良き運に恵まれて同じ道を行くところだ』と彼は言った。それから我々は連れ立って進み、旅の道中でよくあるような世間話を交わしていた。
Ὡς δὲ εἴς τι πανδοκεῖον ἤλθομεν, ἠριστῶμεν ἅμα· κατὰ ταὐτὸ δὲ παρακαθίζουσιν ἡμῖν τινες τέτταρες καὶ προσεποιοῦντο μὲν ἀριστᾶν κἀκεῖνοι, ἐνεώρων δ’ ἡμῖν πυκνὰ καὶ ἀλλήλοις ἐπένευον.
ある宿屋に到着すると、我々は一緒に昼食をとった。するとその同じ場所に、男たちが四人ほど我々の隣に腰を下ろした。彼らも昼食をとるふりをしていたが、しきりに我々を睨め回し、互いに目配せを交わしていたのだ。
Ἐγὼ μὲν οὖν ὑπώπτευον τοὺς ἀνθρώπους διανοεῖσθαι εἰς ἡμᾶς, οὐ μὴν ἠδυνάμην συνιέναι τί αὐτοῖς ἐθέλοι τὰ νεύματα·3 ὁ δὲ ὠχρὸς ἐγίνετο κατὰ μικρὸν καὶ ὀκνηρότερον ἤσθιεν, ἤδη δὲ καὶ τρόμος εἶχεν αὐτόν.
私は、その男たちが我々に対して何か企んでいるのではないかと疑ったが、彼らの合図が何を意味しているのかまでは理解できなかった。だが彼の方は次第に顔色が蒼白になり、食事の手も鈍くなり、すでに震えが彼を捉えていた。
Ὡς δὲ ταῦτα εἶδον, ἀναπηδήσαντες συλλαμβάνουσιν ἡμᾶς καὶ ἱμᾶσιν εὐθὺς δεσμεύουσι, παίει δὲ κατὰ κόρρης τις ἐκεῖνον· καὶ παταχθείς, ὥσπερ βασάνους παθὼν μυρίας, καταλέγει μηδενὸς ἐρωτῶντος αὐτὸν “ἐγὼ τὴν κόρην ἀπέκτεινα, καὶ ἔλαβον χρυσοῦς ἑκατὸν παρὰ Μελίτης τῆς Θερσάνδρου γυναικός· αὕτη γάρ με ἐπὶ τὸν φόνον ἐμισθώσατο.
彼らがこれを見るや、飛び起きて我々を捕縛し、即座に革紐で縛り上げた。そして一人が彼の頬を打った。殴られた彼は、まるで無数の拷問を受けたかのように、誰にも尋ねられてもいないのにこう白状したのだ。『私が娘を殺しました。そしてテルサンドロスの妻メリテから百枚の金貨を受け取ったのです。彼女が私を殺人に雇ったのですから。
Ἀλλ’ ἰδοὺ τοὺς χρυσοῦς ὑμῖν τοὺς ἑκατὸν φέρω, ὥστε τί με ἀπόλλυτε καὶ ἑαυτοῖς φθονεῖτε κέρδους;”” Ἐγὼ δὲ ὡς ἤκουσα Θερσάνδρου καὶ Μελίτης τοὔνομα, τὸν ἄλλον οὐ προσέχων χρόνον,4 τῷ δὲ λόγῳ τὴν ψυχὴν ὥσπερ ὑπὸ μύωπος παταχθεὶς ἐγείρω καὶ πρὸς αὐτὸν μεταστραφεὶς λέγω “τίς ἡ Μελίτη;” Ὁ δὲ “Μελίτη ἐστὶν” ἔφη “τῶν ἐνταῦθα πρώτη γυναικῶν.
しかし、さあ、ここにあなた方に百枚の金貨を差し出します。ですから、なぜ私を破滅させ、自ら利益を惜しむような真似をするのですか』と」。 だが私は、テルサンドロスとメリテの名を聞くや、それまでの間はずっと心をとめていなかったのに、その言葉にまるで虻の一刺しを食らったかのように魂を揺り覚まされ、その男の方に振り向いて尋ねた。「メリテとは誰だ」。すると彼は言った。「メリテとは当地の貴婦人たちの第一人者だ。
Αὕτη νεανίσκου τινὸς ἠράσθη· Τύριον, οἶμαι, φασὶν αὐτόν· κἀκεῖνος ἔτυχεν ἐρωμένην ἔχων, ἣν εὗρεν ἐν τῇ τῆς Μελίτης οἰκίᾳ πεπραμένην. Ἡ δὲ ὑπὸ ζηλοτυπίας πεφλεγμένη τὴν γυναῖκα ταύτην ἀπατήσασα συλλαμβάνει καὶ παραδίδωσι τῷ νῦν δὴ κακῇ τύχῃ μοι συνωδευκότι φονεῦσαι κελεύσασα.
この女がある若者に恋をした。たしか、ティロス人だという。ところがその若者にはたまたま想い人がいて、その女がメリテの館に売られているのを若者が見つけたのだ。すると嫉妬の炎に焼かれたメリテは、その女を欺いて捕らえ、たった今悪運によって私の道連れとなっていたあの男に引き渡して、殺害するよう命じたのだ。
Ὁ μὲν οὖν τὸ ἀνόσιον ἔργον τοῦτο δρᾷ· ἐγὼ δὲ ὁ ἄθλιος οὔτε ἰδὼν αὐτὸν οὔτε ἔργου τινὸς κοινωνήσας ἢ λόγου συναπηγόμην αὐτῷ δεδεμένος, ὡς τοῦ ἔργου κοινωνός. Τὸ δὲ χαλεπώτερον, μικρὸν τοῦ πανδοκείου προελθόντες, τοὺς ἑκατὸν χρυσοῦς λαβόντες παρ’ αὐτοῦ τὸν μὲν ἀφῆκαν φυγεῖν, ἐμὲ δὲ ἄγουσι πρὸς τὸν στρατηγόν.”
あの男はその冒涜的な凶行に及んだ。だが哀れな私は、彼を見たこともなく、いかなる行動も言葉も共にしたことがないのに、共犯者として彼と共に縛られて連行されたのだ。さらに酷いことには、宿屋から少し進んだところで、彼から百枚の金貨を受け取った連中は、彼の方は逃がしてやり、私だけを将軍の前に連行したのだ」。
- 7.3.1λέγοις ἂν
ἄν を伴う希求法(潜在希求法)が、丁寧な勧告・促しあるいは穏やかな命令を表している(「話すがよい」「話してみてはどうだ」)。命令法の代用として機能している。
- 7.3.1τὴν ἐξ ἄστεος
女性単数対格の冠詞 τὴν の後に名詞 ὁδόν が省略された内面対格(同族対格・移動の経路を示す対格)。直後の「ἐπορευόμην δὲ τὴν ἐπὶ Σμύρνης ὁδόν」に示される通り、経路を表す名詞 ὁδός が慣用的に省略されている。
- 7.3.4τί αὐτοῖς ἐθέλοι τὰ νεύματα
無生物の主語(τὰ νεύματα)に伴う ἐθέλω は「意味する、意図する」を表す慣用表現(「彼らの目配せが何を意味するのか」)。主節の過去時制(ἠδυνάμην)に後続する間接疑問節であるため、接続法や直説法ではなく希求法(ἐθέλοι)が用いられている(間接話法の希求法)。
- 7.3.6τὸν ἄλλον οὐ προσέχων χρόνον
時間の期間を表す対格(accusative of duration of time)であり、「それまでの間ずっと(注意を払わずにいた)」を意味する。直後の「τῷ δὲ λόγῳ... ἐγείρω」との対比(μέν なしの暗示的対比)をなしている。
