← アキレウス・タティオス

レウキッペとクレイトポン

§4.3.1-4.3.5

カバの大食と落とし穴による捕獲法

将軍カルミデースはレウキッペーを見つめ続ける時間を稼ぐため、川の獣(カバ)の大食漢な性質と、落とし穴と木箱を用いた巧妙な捕獲法を長々と説明する。

表示 ▾
表示
訳
訳の書体
AI ↗
← 前次 →
§4.3.1

“καλεῖ δὴ πρὸς τὴν θέαν ἡμᾶς ὁ στρατηγός· καὶ ἡ Λευκίππη συμπαρῆν. Ἡμεῖς μὲν οὖν ἐπὶ τὸ θηρίον τοὺς ὀφθαλμοὺς εἴχομεν, ἐπὶ τὴν Λευκίππην δὲ ὁ στρατηγός·

「そこで将軍は我々を見物へと招き、レウキッペーも同伴した。我々は獣に目を向けていたが、将軍はレウキッペーに目を向けていた。

§4.3.2

καὶ εὐθὺς ἑαλώκει. Βουλόμενος οὖν ἡμᾶς παραμένειν ἐπὶ πλεῖστον, ἵν’ ἔχοι τοῖς ὀφθαλμοῖς αὑτοῦ χαρίζεσθαι,1 περιπλοκὰς ἐζήτει λόγων, πρῶτον μὲν τὴν φύσιν τοῦ θηρίου καταλέγων, εἶτα καὶ τὸν τρόπον τῆς ἄγρας, ὡς ἔστι μὲν ἀδηφαγώτατον καὶ ποιεῖται τροφὴν ὅλον λήιον, ἀπάτῃ δὲ πάσχει τὴν ἄγραν.

そして彼はたちまち恋の虜となっていた。それゆえ我々をできるだけ長く引き留めて、己の目に喜びを与えることができるようにと、言葉の引き延ばしを企て、まずはこの獣の生態を語り、次いでその捕獲の仕方を語った。すなわち、この獣はきわめて大食漢で、畑一面の作物を平らげてしまうが、策略によって捕らえられるのだと。

§4.3.3

Ἐπιτηρήσαντες γὰρ αὐτοῦ τὰς διατριβάς, ὄρυγμα ποιησάμενοι ἐπικαλύπτουσιν ἄνωθεν καλάμοις καὶ χώματι· ὑπὸ δὲ τὴν τῶν καλάμων μηχανὴν ἱστάναι κάτω ξύλινον οἴκημα τὰς θύρας ἀνεῳγμένον2 εἰς τὸν ὄροφον τοῦ βόθρου καὶ τὴν πτῶσιν τοῦ θηρίου λοχᾶν·

事実、猟師たちはその行動圏を見定めた上で落とし穴を掘り、上から葦と土で覆い隠す。そしてその葦の仕掛けの下に、落とし穴の天井に向けて扉を開け放った木製の箱を据え、獣の転落を待ち構えるのである。

§4.3.4

τὸν μὲν γὰρ ἐπιβάντα φέρεσθαι εὐθύς, καὶ τὸ οἴκημα φωλεοῦ δίκην ὑποδέχεσθαι, καὶ τοὺς κυνηγέτας ἐκθορόντας εὐθὺς ἐπικλείειν τοῦ πώματος τὰς θύρας καὶ ἔχειν οὕτω τὴν ἄγραν, ἐπεὶ πρός γε τὸ καρτερὸν οὐδεὶς ἂν αὐτοῦ κρατήσειε.3

というのも、獣が足を踏み入れるや否や真下に落ち、箱が巣穴のようにそれを受け止めると、猟師たちがたちどころに飛び出して蓋の扉を締め切り、こうして捕獲を成し遂げるからである。力尽くでは誰もこの獣に打ち勝つことはできないからだ。

§4.3.5

Τά τε γὰρ ἄλλα ἐστὶν ἀλκιμώτατος καὶ τὸ δέρμα, ὡς ὁρᾶτε, φέρει παχὺ καὶ οὐκ ἐθέλει πείθεσθαι σιδήρου τραύματι, ἀλλ’ ἐστίν, ὡς εἰπεῖν, ἐλέφας Αἰγύπτιος. Καὶ γὰρ δεύτερος φαίνεται εἰς ἀλκὴν ἐλέφαντος Ἰνδοῦ.”

事実、この獣は他の点でもきわめて屈強であり、ご覧の通り皮も分厚く、鉄の刃による傷に屈しようとはしない。いわばエジプトの象なのだ。実際、強さにおいてはインドの象に次ぐものと見なされているのである。」

構文注3 件
  1. 4.3.2ἵν’ ἔχοι τοῖς ὀφθαλμοῖς αὑτοῦ χαρίζεσθαι

    目的節(ἵνα)内の動詞 ἔχω が不定詞(χαρίζεσθαι)を伴い「〜できる」という能力・可能性を表す構文。主節の未完了過去動詞(ἐζήτει)に従属するため、時制の一致により接続法ではなく希求法(ἔχοι)が用いられている。

  2. 4.3.3ἱστάναι κάτω ξύλινον οἴκημα τὰς θύρας ἀνεῳγμένον

    直前の直説法(ἐπικαλύπτουσιν)から、将軍の説明内容を伝える間接話法の対格不定詞構文(ἱστάναι ... λοχᾶν)へと移行している。中性対格名詞 ξύλινον οἴκημα を修飾する完了中受動分詞 ἀνεῳγμένον に対し、τὰς θύρας は「関係の対格」(あるいは全体と部分の構文に類する限定対格)として機能しており、「扉が開け放たれた木製の部屋」を意味する。

  3. 4.3.4πρός γε τὸ καρτερὸν οὐδεὶς ἂν αὐτοῦ κρατήσειε

    ἄν と希求法(κρατήσειε)による潜在・可能性の表現(「誰も〜に打ち勝つことはできないだろう」)。前置詞句 πρός ... τὸ καρτερὸν は「力尽くでは」「腕力という基準においては」の意。κρατέω は支配・凌駕の対象として属格(αὐτοῦ)を取っている。

翻訳:Gemini 3.8 Flash・日本語訳と原文の修正なしurn:cts:greekLit:tlg0532.tlg001.humanitext-grc2:4.3.1-4.3.5