← アキレウス・タティオス

レウキッペとクレイトポン

§4.14.1-4.14.9

堤防決壊による水攻めと牧匪の敵軍撃破

配置されていた物見たちが運河の堤防を決壊させて水攻めを行い、若者たちが突撃して敵将と正面の部隊を討ち取り、混乱した敵軍は水没して壊滅する。著者はこの奇襲の成功とエジプト人の極端な気質を総括する。

表示 ▾
表示
訳
訳の書体
AI ↗
← 前次 →
§4.14.1

Ἦσαν δὲ τῶν πραττομένων σκοποὶ πόρρωθεν, οὕς οἱ βουκόλοι προκαθίσαντες ἐκέλευον, εἰ διαβαίνοντας ἴδοιεν τοὺς πολεμίους, τὸ χῶμα τοῦ ποταμοῦ κόψαντας ἐπαφεῖναι τὸ ὕδωρ πᾶν τοῖς ἐναντίοις.

遠くには事の成り行きを見張る物見たちがおり、牧民たちはあらかじめ彼らを配置して、もし敵が渡ってくるのを見たら、川の堤防を切り崩して敵に向かって水をすべて放つよう命じていた。

§4.14.2

Ἔχει γὰρ οὕτω τὰ τοῦ Νείλου ῥεύματα. Καθ’ ἑκάστην διώρυχα χῶμα ἔχουσιν Αἰγύπτιοι, ὡς ἂν μὴ πρὸ καιροῦ τῆς χρείας ὑπερέχων ὁ Νεῖλος τὴν γῆν ἐπικλύσῃ. Ὅταν δὲ δεηθῶσιν ἀρδεῦσαι τὸ πεδίον, ἀνέῳξαν1 ὀλίγον τοῦ χώματος. Ἦν οὖν τῆς κώμης ὄπισθεν διῶρυξ τοῦ ποταμοῦ μεγάλη καὶ πλατεῖα.

ナイル川の流れはそのような性質を持っているからである。エジプト人たちは各運河ごとに堤防を設けており、必要の時期より前にナイル川が増水して土地を浸水させることがないようにしている。そして平原を灌漑する必要が生じたときには、堤防の一部を少し開くのである。村の後ろには、川の大きく広い運河があった。

§4.14.3

Ταύτῃ οἱ τεταγμένοι τὸ ἔργον2 ὡς εἶδον εἰσιόντας τοὺς πολεμίους, διακόπτουσι ταχὺ τὸ χῶμα. Πάντα οὖν ὁμοῦ γίνεται· οἱ μὲν γέροντες οἱ κατὰ πρόσωπον ἄφνω διίστανται, οἱ δὲ τὰς λόγχας ἐγείραντες ἐκτρέχουσι· τὸ δὲ ὕδωρ ἤδη παρῆν, καὶ ὠγκοῦντο μὲν αἱ λίμναι πάντοθεν οἰδοῦσαι, ὁ δὲ ἰσθμὸς ἐπεκλύζετο, πάντα δὲ ἦν ὥσπερ θάλασσα. Ἐμπεσόντες οὖν οἱ βουκόλοι τοὺς μὲν κατὰ πρόσωπον καὶ τὸν στρατηγὸν αὐτὸν διαπείρουσι ταῖς λόγχαις, ἀπαρασκεύους τε ὄντας καὶ πρὸς τὸ ἀδόκητον τεταραγμένους·

この場所で、その任務を命じられていた者たちは敵が進入するのを見るや、速やかに堤防を切り裂く。かくしてすべてが一斉に起きる。正面の老人たちが突如として左右に分かれ、〔若者〕たちは槍を掲げて駆け出す。水はすでに押し寄せており、湖水は四方から膨れ上がって隆起し、地峡は浸水して、一面があたかも海のようになった。そこで牧民たちは襲いかかり、不意を突かれて想定外の事態に混乱している正面の兵たちや将軍自身を槍で刺し貫く。

§4.14.5

τῶν δ’ ἄλλων ἀδιήγητος θάνατος ἦν. Οἱ μὲν γὰρ εὐθὺς ἐκ πρώτης προσβολῆς μηδὲ κινήσαντες τὰς αἰχμὰς ἀπώλλυντο, οἱ δὲ οὐ λαβόντες σχολὴν ἀμύνασθαι· ἅμα γὰρ ἐμάνθανον καὶ ἔπασχον· ἐνίους δὲ ἔφθανε τὸ παθεῖν πρὸ τοῦ μαθεῖν·3 οἱ δὲ ὑπ’ ἐκπλήξεως παραλόγου τὸν θάνατον εἱστήκεσαν περιμένοντες· οἱ δὲ καὶ κινηθέντες μόνον κατωλίσθανον ὑποσκελίζοντος αὐτοὺς τοῦ ποταμοῦ· οἱ δὲ καὶ φεύγειν ὁρμήσαντες εἰς τὸ βαθὺ τῆς λίμνης ἐγκυλισθέντες ὑπεσύρησαν.

それ以外の者たちの死に様は筆舌に尽くしがたいものであった。ある者たちは最初の突撃で槍を動かす間もなく息絶え、またある者たちは防戦する暇さえ得られなかった。同時に知り、同時に苦難を被ったからであり、一部の者にとっては知るよりも早く被ることが先んじた。またある者たちは途方もない驚愕ゆえに立ち尽くして死を待ち受け、またある者たちは身じろぎしただけで川に足をすくわれて滑り落ち、またある者たちは逃げ出そうと駆け出して湖の深みへと転がり込み、水底へと引きずり込まれた。

§4.14.6

Τῶν μὲν γὰρ ἐπὶ τῆς γῆς ἑστώτων τὸ ὕδωρ ἦν ἄχρις ὀμφαλοῦ, ὥστε καὶ ἀνέκρουεν αὐτῶν τὰς ἀσπίδας καὶ ἐγύμνου πρὸς τὰ τραύματα τὰς γαστέρας· τὸ δὲ κατὰ τὴν λίμνην ὕδωρ πάντη ὑπὲρ κεφαλὴν ἀνδρὸς ἦν.

というのも、地上に立っている者たちにとっても水はへそに達し、そのために彼らの盾を押し上げて傷を受けるように腹部を曝け出すほどであり、他方で湖の水はいたるところで人の背丈を優に越えていたからである。

§4.14.7

Διακρῖναι δ’ οὐκ ἦν τί λίμνη καὶ τί πεδίον, ἀλλὰ καὶ ὁ διὰ τῆς γῆς τρέχων δέει τοῦ μὴ διαμαρτεῖν βραδύτερος ἦν πρὸς τὴν φυγήν, ὥστε ταχέως ἡλίσκετο, καὶ ὁ κατὰ τῆς λίμνης πλανηθείς, δόξας γῆν εἶναι, κατεδύετο. Καὶ ἦν καινὰ ἀτυχήματα, ναυάγια τοσαῦτα, καὶ ναῦς οὐδαμοῦ· ἀμφότερα δὲ καινὰ καὶ παράλογα, ἐν ὕδατι πεζομαχία, καὶ ἐν τῇ γῇ ναυαγία. Οἱ μὲν δὴ τοῖς πεπραγμένοις ἐπαρθέντες μέγα ἐφρόνουν, ἀνδρείᾳ νομίζοντες κεκρατηκέναι καὶ οὐκ ἀπάτης κλοπῇ. Ἀνὴρ γὰρ Αἰγύπτιος καὶ τὸ δειλὸν ὅπου φοβεῖται δεδούλωται, καὶ τὸ μάχιμον ἐν οἷς θαρρεῖ παρώξυνται·4 ἀμφότερα δὲ οὐ κατὰ μέτρον, ἀλλὰ τὸ μὲν ἀσθενέστερον δυστυχεῖ, τὸ δὲ προπετέστερον κρατεῖ.

何が湖で何が平原かを見分ける術はなく、陸地を走る者も道を見失うまいとする恐れから逃走が遅くなって速やかに捕らえられ、湖の方へと迷い込んだ者は、そこが陸地だと思い込んで沈んでいった。そして前代未聞の災厄が生じた。かくも多くの難破がありながら、船はどこにもない。水中の歩兵戦と、陸上の難破という、いずれも前代未聞で常軌を逸した二つの事態が生じたのである。〔牧民〕たちはこの戦果に気をよくして大いに誇り、策略の盗み業ではなく武勇によって勝利したのだと考えた。エジプト人というものは、恐れを抱くときにはその臆病さにおいて完全に屈服し、自信を持つ事柄においてはその好戦性が過度に激発するからである。いずれも度を越しており、前者の弱さにおいては不幸を招き、後者の無分別さにおいては勝利を収めるのである。

構文注4 件
  1. 4.14.2ἀνέῳξαν

    直前の ὅταν δὲ δεηθῶσιν(接続法)を受ける格言的アオリスト(gnomic aorist)。習慣的・一般的な事象(農民が灌漑を行う際の動作)を現在時制相当の普遍的真理として述べている。

  2. 4.14.3οἱ τεταγμένοι τὸ ἔργον

    受動態分詞 τεταγμένοι が対格 τὸ ἔργον を直接伴う構文。能動態で「人+対格、任務+対格」を取る二重対格(あるいは保持された対格)の受動変形であり、「その任務を命じられた者たち」の意。

  3. 4.14.5ἐνίους δὲ ἔφθανε τὸ παθεῖν πρὸ τοῦ μαθεῖν

    動詞 φθάνω(対格を取って「〜を出し抜く、〜に先んじる」)が主語として冠詞付き不定詞 τὸ παθεῖν を、目的語として ἐνίους を取る構造。παθεῖν(被ること)と μαθεῖν(知ること)の音韻上の対比(パロノマシア)を伴う。

  4. 4.14.9καὶ τὸ δειλὸν ὅπου φοβεῖται δεδούλωται, καὶ τὸ μάχιμον ἐν οἷς θαρρεῖ παρώξυνται

    文の主語は Ἀνὴρ Αἰγύπτιος。中性単数名詞化形容詞 τὸ δειλόν および τὸ μάχιμον は、受動相動詞 δεδούλωται および παρώξυνται に対する限定の対格(観点の対格)として機能している(「臆病さに関して完全に服従し……好戦性に関して激発する」)。

翻訳:Gemini 3.8 Flash・日本語訳と原文の修正なしurn:cts:greekLit:tlg0532.tlg001.humanitext-grc2:4.14.1-4.14.9