← アキレウス・タティオス

レウキッペとクレイトポン

§4.1.1-4.1.8

アルテミスの夢告とレウキッペーの純潔の誓い

将軍が決戦を延期して村へ引き返す中、クレイトポンは宿舎でレウキッペーと契りを結ぼうとするが、彼女はアルテミス神のお告げを理由に拒み、クレイトポンも自身が見たアプロディーテー神殿の夢を思い出して思いとどまる。

表示 ▾
表示
訳
訳の書体
AI ↗
← 前次 →
§4.1.1

Ἔδοξεν οὖν τῷ στρατηγῷ μαθόντι τήν τε τῶν ἐναντίων παρασκευὴν καὶ τὴν τῶν συμμάχων ἀναβολὴν εἰς τὴν κώμην ἀναστρέψαι πάλιν, ὅθενπερ ἐξωρμήσαμεν, ἔστ’ ἂν οἱ σύμμαχοι παραγένωνται· ἐμοὶ δέ τις οἶκος ἀπετέτακτο ἅμα τῇ Λευκίππῃ μικρὸν ἀνωτέρω τῆς τοῦ στρατηγοῦ καταγωγῆς.

そこで将軍は、敵の備えと同盟軍の遅延を知ると、同盟軍が到着するまで、自分たちが出撃した元の村へと再び引き返すのがよいと判断した。そして私には、レウキッペーとともに、将軍の宿営地より少し上手に宿舎が割り当てられた。

§4.1.2

Καὶ ὡς εἴσω παρῆλθον, περιπτυξάμενος αὐτὴν οἷός ἤμην ἀνδρίζεσθαι.1 Ὡς δ’ οὐκ ἐπέτρεπε “μέχρι πότε”

中に入ると、私は彼女を抱き締め、男としての振る舞いに及ぼうとした。しかし彼女がそれを許さなかったので、私は言った。

§4.1.3

εἶπον “χηρεύομεν τῶν τῆς Ἀφροδίτης ὀργίων; οὐχ ὁρᾷς οἷα ἐκ παραλόγου γίνεται, ναυαγία καὶ λῃσταὶ καὶ θυσίαι καὶ σφαγαί; ἀλλ’ ἕως ἐν γαλήνῃ τῆς τύχης ἐσμέν, ἀποχρησώμεθα τῷ καιρῷ, πρίν τι χαλεπώτερον ἡμᾶς ἐπισχεῖν.”2 Ἡ δὲ “ἀλλ’ οὐ θέμις”

「いつまで僕たちはアプロディーテーの奥義に与らずにいるのか。予期せぬ出来事として何が起こっているか、難破や盗賊や生贄や屠殺を目にしていないのか。だが、運命が平穏であるうちに、何かより過酷な災厄が僕たちを捕らえる前に、この好機を十分に活かそうではないか。」 すると彼女は言った。

§4.1.4

ἔφη “τοῦτο ἤδη γενέσθαι. Ἡ γάρ μοι θεὸς Ἄρτεμις ἐπιστᾶσα πρῴην κατὰ τοὺς ὕπνους, ὅτε ἔκλαον μέλλουσα σφαγήσεσθαι “μὴ νῦν” ἔφη “κλᾶε· οὐ γὰρ τεθνήξῃ· βοηθὸς γὰρ ἐγώ σοι παρέσομαι· μενεῖς δὲ παρθένος, ἔστ’ ἄν σε νυμφοστολήσω· ἄξεται δέ σε ἄλλος οὐδεὶς ἢ Κλειτοφῶν.”” Ἐγὼ δὲ τὴν μὲν ἀναβολὴν ἠχθόμην, ταῖς δὲ τοῦ μέλλοντος ἐλπίσιν ἡδόμην· ὡς δ’ ἤκουσα τὸ ὄναρ, ἀναμιμνήσκομαι προσόμοιον ἰδὼν ἐνύπνιον.

「いいえ、今それが起こることは許されていません。というのも、女神アルテミスが先だって、私が屠殺されようとして泣いていたとき、夢の中で現れ、こう言われたのです。『今は泣いてはならない。そなたは死ぬことはないのだから。私がそなたの助けとなって傍らにいよう。そなたは、私が花嫁衣裳を着せるまで処女のままでいるのだ。そなたを妻に迎えるのは、クレイトポン以外の何者でもない』と。」 私は延期されることには落胆したものの、将来の希望には喜んでいた。そしてその夢の話を聞くと、自分もよく似た夢を見ていたことを思い出した。

§4.1.6

Ἐδόκουν γὰρ τῇ παρελθούσῃ νυκτὶ νεὼν Ἀφροδίτης ἰδεῖν3 καὶ τὸ ἄγαλμα ἔνδον εἶναι τῆς θεοῦ· ὡς δὲ πλησίον ἐγενόμην προσευξόμενος, κλεισθῆναι τὰς θύρας. Ἀθυμοῦντι δέ μοι γυναῖκα ἐκφανῆναι κατὰ τὸ ἄγαλμα τὴν μορφὴν ἔχουσαν, καὶ “νῦν” εἶπεν “οὐκ ἔξεστί σοι παρελθεῖν εἴσω τοῦ νεώ· ἢν δὲ ὀλίγον ἀναμείνῃς χρόνον, οὐκ ἀνοίξω σοι μόνον, ἀλλὰ καὶ ἱερέα σε ποιήσω τῆς θεοῦ.” “καταλέγω δὴ τοῦτο τῇ Λευκίππῃ τὸ ἐνύπνιον καὶ οὐκέτι ἐπεχείρουν βιάζεσθαι. Ἀναλογιζόμενος δὲ τὸν τῆς Λευκίππης ὄνειρον, οὐ μετρίως ἐταραττόμην.”

というのも、去る夜、私はアプロディーテーの神殿を見て、その神殿の中に女神の像があるように思われたからだ。だが、祈ろうとして近づいたとき、扉が閉ざされてしまった。そして私が気落ちしていると、女神像に似た姿をした女性が現れ、「今はお前が神殿の中へ入ることは許されていない。だが少しの間待つならば、お前のために扉を開けるだけでなく、お前を女神の祭司にもしてやろう」と言ったのである。私はこの夢をレウキッペーに語り聞かせ、もはや無理強いを試みることはしなかった。しかし、レウキッペーの夢を思い巡らすうちに、私は並大抵でなく動揺していた。

構文注3 件
  1. 4.1.2οἷός ἤμην ἀνδρίζεσθαι

    οἷός εἰμι+不定詞は「〜できる状態にある」「〜するばかりである、〜しようとする」を表す慣用構文。未完了過去 ἤμην とともに用いられて、実際にそう振る舞おうと着手しかけた企て(未遂の動作)を示す。

  2. 4.1.3πρίν τι χαλεπώτερον ἡμᾶς ἐπισχεῖν

    接続詞 πρίν に主語対格(τι χαλεπώτερον)と不定詞(ἐπισχεῖν)が続く構文。ここでの ἐπέχω は「押さえる、襲う、妨げる」の意で使われており、対格 ἡμᾶς を目的語にとる。

  3. 4.1.6Ἐδόκουν γὰρ τῇ παρελθούσῃ νυκτὶ νεὼν Ἀφροδίτης ἰδεῖν

    人称構文 ἐδόκουν(「私は〜しているように思われた/〜した夢を見た」)の支配が文末の ἐκφανῆναι まで及んでいる。ἰδεῖν、εἶναι、κλεισθῆναι、ἐκφανῆναι が並列する不定詞群であり、夢の中で起きた出来事の推移を間接的に叙述している。

翻訳:Gemini 3.8 Flash・日本語訳と原文の修正なしurn:cts:greekLit:tlg0532.tlg001.humanitext-grc2:4.1.1-4.1.8