- 底本
- Achilles Tatius. Erotikōn logōn syngrapheis = Erotici scriptores Graeci, Vol. 1. Hercher, Rudolf, editor. Leipzig: Teubner, 1858.
- 翻訳
- AI生成(gemini-3.8-flash) — 機械翻訳のため誤りを含む場合があります
- 言語
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0532.tlg001.humanitext-grc2:3.5.1-3.5.6
- 出力
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
船が砕け散った後、クレイトポンとレウキッペーは船首の破片にしがみつき、同行者たちもそれぞれ木材にすがりつく。波に呑まれかけたクレイニアースを目撃したクレイトポンは、二人を同じ運命で死なせてほしいとポセイドーンに祈り、やがて嵐が収まると二人はペールーシオンの岸に生還する。
Ἐπεὶ οὖν τὸ πλοῖον διελύθη, δαίμων τις ἀγαθὸς περιέσωσεν ἡμῖν τῆς πρῴρας μέρος, ἔνθα περικαθίσαντες ἐγώ τε καὶ ἡ Λευκίππη κατὰ ῥοῦν ἐφερόμεθα τῆς θαλάσσης· ὁ δὲ Μενέλαος καὶ ὁ Σάτυρος σὺν ἄλλοις τῶν πλωτήρων ἐπιτυχόντες τοῦ ἱστοῦ καὶ ἐπιπεσόντες ἐνήχοντο.
船が粉砕したのち、幸いなる神の計らいによって船首の一部が我らのために残り、私とレウキッペーはそこに跨り腰掛けて、海の潮流のままに流された。一方、メネラオスとサテュロスは他の船乗りたちとともに帆柱を見つけ、それにすがりついて泳いでいた。
Πλησίον δὲ καὶ τὸν Κλεινίαν ἑωρῶμεν περινηχόμενον τῇ κεραίᾳ καὶ ταύτην ἠκούσαμεν αὐτοῦ τὴν βοήν “ἔχου τοῦ ξύλου, Κλειτοφῶν·” ἅμα δὲ λέγοντα κῦμα ἐπεκάλυπτε κατόπιν·1
我らは近くでクレイニアースが帆桁にすがって泳いでいるのを見、彼が「木につかまれ、クレイトポン!」と叫ぶのを聞いた。だが彼が叫び終えぬうちに、背後から波が彼を呑み込んだ。
καὶ ἡμεῖς ἐκωκύσαμεν. Κατὰ ταὐτὸ καὶ ἡμῖν ἐπεφέρετο κῦμα· ἀλλὰ τύχῃ τινὶ πλησίον γενόμενον ἡμῶν κάτωθεν παρατρέχει, ὥστε ὑψούμενον μετέωρον τὸ ξύλον κατὰ τὸν αὐχένα τοῦ κύματος καὶ τὸν Κλεινίαν ἰδεῖν αὖθις.2
我らは悲鳴をあげた。時を同じくして我らの方にも波が押し寄せてきた。しかし奇跡的にも、その波は我らの間近に迫ったところで下をくぐり抜けて通り過ぎ、そのため木片が波の尾根に乗って高く持ち上げられ、我らは再びクレイニアースの姿を目にすることができた。
Ἀνοιμώξας οὖν “ἐλέησον” ἔφην “δέσποτα Πόσειδον, καὶ σπεῖσαι πρὸς τὰ τῆς ναυαγίας σου λείψανα.3 Πολλοὺς ἤδη τῷ φόβῳ θανάτους ὑπεμείναμεν· εἰ δὲ ἡμᾶς ἀποκτεῖναι θέλεις, μὴ διαστήσῃς ἡμῶν τὴν τελευτήν· ἓν ἡμᾶς κῦμα καλυψάτω· εἰ δὲ καὶ θηρίων ἡμᾶς βορὰν πέπρωται γενέσθαι, εἷς ἡμᾶς ἰχθὺς ἀναλωσάτω, μία γαστὴρ χωρησάτω, ἵνα καὶ ἐν ἰχθύσι κοινῇ ταφῶμεν.” Μετὰ μικρὸν δὲ τῆς εὐχῆς τὸ πολὺ τοῦ πνεύματος περιεπέπαυτο, τὸ δὲ ἄγριον ἐστόρεστο τοῦ κύματος. Μεστὴ δὲ ἦν ἡ θάλαττα νεκρῶν σωμάτων. Τοὺς μὲν οὖν ἀμφὶ τὸν Μενέλαον θᾶττον προσάγει τῇ γῇ τὸ κῦμα· καὶ ἦν ταῦτα τῆς Αἰγύπτου τὰ παράλια· κατεῖχον δὲ τότε λῃσταὶ πᾶσαν τὴν ἐκεῖ χώραν·
そこで私は呻き声をあげて叫んだ。「主なるポセイドーンよ、憐れみたまえ。あなたの難破の残滓と和解したまえ。我らはすでに恐怖のうちに幾度も死を味わいました。もし我らを殺そうとお望みなら、二人の最期を引き離さないでください。一つの波が我ら二人を呑み込みますように。もし獣の餌食となることが定められているとしても、一匹の魚が我らを喰らい、一つの胃袋が我らを収めて、魚たちの体内においてすら共に葬られますように。」この祈りののち間もなく、大風の大半は収まり、荒れ狂う波も平らげられた。しかし海は死体で満ちていた。メネラオスの一行は波によってより速く岸へと運ばれた。そこはエジプトの沿岸部であったが、当時その地方一帯は盗賊たちが支配していた。
ἡμεῖς δὲ περὶ δείλην ἑσπέραν τύχῃ τινὶ τῷ Πηλουσίῳ προσίσχομεν καὶ ἄσμενοι γῆς λαβόμενοι τοὺς θεοὺς ἀνευφημοῦμεν· εἶτα ὠλοφυρόμεθα τὸν Κλεινίαν καὶ τὸν Σάτυρον, νομίζοντες αὐτοὺς ἀπολωλέναι.
我らは夕暮れ時に幸いにもペールーシオンに漂着し、喜んで大地に手をつき神々を讃えた。それから、クレイニアースとサテュロスはすでに死んでしまったものと思い、彼らのために嘆き悲しんだ。
- 3.5.2ἅμα δὲ λέγοντα κῦμα ἐπεκάλυπτε κατόπιν
ἅμα は現在分詞 λέγοντα と結合して「彼が言っているまさにその時」を表す。分詞 λέγοντα は動詞 ἐπεκάλυπτε の目的語として機能しており、意味上の人称代名詞(αὐτόν)の省略を伴っている。
- 3.5.3ὥστε ὑψούμενον μετέωρον τὸ ξύλον κατὰ τὸν αὐχένα τοῦ κύματος καὶ τὸν Κλεινίαν ἰδεῖν αὖθις
結果の ὥστε 節において、不定詞 ἰδεῖν の意味上の主語(ἡμᾶς)は文脈上省略されている。対格 τὸ ξύλον(修飾語 ὑψούμενον μετέωρον を伴う)と καὶ τὸν Κλεινίαν がともに ἰδεῖν の目的語として並列されている構造。
- 3.5.4καὶ σπεῖσαι πρὸς τὰ τῆς ναυαγίας σου λείψανα
σπεῖσαι は動詞 σπένδω の能動相不定詞ではなく、中動相アオリスト命令法2人称単数(「休戦・和解を結べ」の意)。先行する ἐλέησον と命令法同士で呼応している。
