← アキレウス・タティオス

レウキッペとクレイトポン

§3.3.1-3.3.5

逃命用の小舟を巡る水夫と乗客の争い

船長が本船を放棄して水夫たちと小舟に逃れようとしたため、取り残された乗客たちとの間で小舟を巡る激しい殺し合いが始まる。

表示 ▾
表示
訳
訳の書体
AI ↗
← 前次 →
§3.3.1

Τέλος ὁ κυβερνήτης ἀπειπὼν ῥίπτει μὲν τὰ πηδάλια ἐκ τῶν χειρῶν, ἀφίησι δὲ τὸ σκάφος τῇ θαλάσσῃ καὶ εὐτρεπίζει ἤδη τὴν ἐφολκίδα καὶ τοῖς ναύταις ἐμβαίνειν κελεύσας τῆς ἀποβάθρας ἦρχεν·1 οἱ δὲ εὐθὺς κατὰ πόδας ἐξήλλοντο.

ついに船長は観念して手から舵柄を投げ出し、船を海に委ねて、小舟の支度を整え始めると、水夫たちに乗るよう命じて自ら乗り込みの先頭に立った。水夫たちもすぐさまその足跡を追って飛び移った。

§3.3.2

Ἔνθα δὴ καὶ τὰ δεινὰ ἦν καὶ ἦν μάχη χειροποίητος. Οἱ μὲν γὰρ ἐπιβάντες ἤδη τὸν κάλων ἔκοπτον, ὃς συνέδει τὴν ἐφολκίδα τῷ σκάφει· τῶν δὲ πλωτήρων ἕκαστος ἔσπευδον2 μεταπηδᾶν ἔνθα καὶ τὸν κυβερνήτην ἑωράκεσαν, ἐφείλκοντό τὸν κάλων· οἱ δ’ ἐκ τῆς ἐφολκίδος μεταβαίνειν οὐκ ἐπέτρεπον·

そこでまさに恐るべき事態が生じ、人の手による白兵戦が始まった。すでに乗り込んだ者たちは小舟を本船に結びつけていた綱を断ち切ろうとし、乗客たちは誰もが船長を目にした場所へと飛び移ろうと急ぎ、綱を引き寄せた。しかし小舟の者たちは乗り移ることを許さなかった。

§3.3.3

εἶχον δὲ καὶ πελέκεις καὶ μαχαίρας, καὶ πατάξειν ἠπείλουν, εἴ τις ἐπιβήσεται· οἱ δὲ ἐκ τῆς νεὼς ὁπλισάμενοι τὸ δυνατόν, ὁ μὲν κώπης παλαιᾶς τρύφος ἀράμενος, ὁ δὲ τῶν τῆς νεὼς σελμάτων, ἠμύνοντο. Θάλασσα γὰρ εἶχε νόμον τὴν βίαν καὶ ἦν ναυμαχίας καινὸς τρόπος.

彼らは斧や短剣を手にしており、誰であれ乗り込んでくるなら打ち倒すと脅した。一方、本船の者たちもできる限りの武装をし、ある者は古い櫂の破片を拾い上げ、ある者は船の腰掛け板を手に取って応戦した。海においては力こそが法であり、これは今までにない奇妙な海戦の様相であった。

§3.3.4

Οἱ μὲν γὰρ ἐκ τῆς ἐφολκίδος δέει τοῦ καταδῦναι τῷ τῶν ἐπεμβαινόντων ὄχλῳ3 πελέκεσι καὶ μαχαίραις τοὺς ἐξαλλομένους ἔπαιον· οἱ δὲ σκυτάλαις καὶ κώπαις ἅμα τῷ πηδήματι τὰς πληγὰς κατέφερον·

小舟の者たちは、乗り移ろうとする群衆の重みで沈没することを恐れ、飛び移ってくる者たちを斧や短剣で切りつけた。一方の者たちは棍棒や櫂を手に、跳躍と同時に打撃を振り下ろした。

§3.3.5

οἱ δὲ καὶ ἄκρου ψαύοντες τοῦ σκάφους ἐξωλίσθανον· ἔνιοι δὲ καὶ ἐπιβαίνοντες τοῖς ἐπὶ τῆς ἐφολκίδος ἤδη διεπάλαιον· φιλίας γὰρ ἢ αἰδοῦς οὐκέτι θεσμὸς ἦν, ἀλλὰ τὸ οἰκεῖον ἕκαστος σκοπῶν ἀσφαλές, τὸ πρὸς τοὺς ἑτέρους εὔγνωμον οὐκ ἐλογίζετο. Οὕτως οἱ μεγάλοι κίνδυνοι καὶ τοὺς τῆς φιλίας λύουσι νόμους.

また小舟の端にかろうじて触れながら足を滑らせて転落する者もいれば、乗り移って小舟の上の者たちと組み打ちになる者もいた。友情や慎みの掟はもはや存在せず、誰もが自らの安全のみを見つめて、他者への情けなど意に介さなかった。このようにして、大いなる危機は友情の掟すらも破棄してしまうのである。

構文注3 件
  1. 3.3.1τῆς ἀποβάθρας ἦρχεν

    動詞 ἄρχω が属格補語(τῆς ἀποβάθρας)を取る用法。「乗降板(渡し板)の先頭に立つ」「乗降板を通っての乗り移りを率先して始める」の意。ἄρχω が「統治する」ではなく「〜を始める、〜の先頭に立つ」という意味で属格を支配している。

  2. 3.3.2τῶν δὲ πλωτήρων ἕκαστος ἔσπευδον

    主語である単数代名詞 ἕκαστος(各人)に対して動詞 ἔσπευδον が3人称複数形となっている構文一致の破れ(意味による一致、constructio ad sensum)。全体を表す属格 τῶν πλωτήρων を受け、複数主語の観念が動詞の活用に反映されている。

  3. 3.3.4δέει τοῦ καταδῦναι τῷ τῶν ἐπεμβαινόντων ὄχλῳ

    δέει は感情の原因を表す与格(「恐れから」)。これに同格的・内容説明的な動名詞属格 τοῦ καταδῦναι(「沈没すること」)が係り、さらに沈没の原因・手段を示す与格句 τῷ τῶν ἐπεμβαινόντων ὄχλῳ(「乗り込んでくる者たちの群集/重みによって」)が動名詞に掛かっている重層的な構文。

翻訳:Gemini 3.8 Flash・日本語訳と原文の修正なしurn:cts:greekLit:tlg0532.tlg001.humanitext-grc2:3.3.1-3.3.5