← アキレウス・タティオス

レウキッペとクレイトポン

§2.2.1-2.2.6

ディオニューソスと葡萄酒の起源神話

クレイトポンは、夕食時に行われていた葡萄収穫祭にまつわるティロス人の伝承として、ディオニューソス神が歓待してくれた牛飼いに葡萄酒を授けた起源神話を語る。

表示 ▾
表示
訳
訳の書体
AI ↗
← 前次 →
§2.2.1

Καὶ ἄρτι πέπαυτο τῶν κιθαρισμάτων καὶ πάλιν τοῦ δείπνου καιρὸς ἦν. Ἦν γὰρ ἑορτὴ προτρυγαίου Διονύσου τότε. Τὸν γὰρ Διόνυσον Τύριοι νομίζουσιν ἑαυτῶν, ἐπεὶ καὶ τὸν Κάδμου μῦθον ᾅδουσι·

彼女がキタラ演奏をやめたばかりのころ、再び夕食の刻限となった。というのも、当時は葡萄の初収穫に先立つディオニューソスの祭礼の時期だったからである。ティロス人たちは、カドモスの神話をも歌い継いでいることからも分かるように、ディオニューソスを自分たちに属する者と考えているのである。

§2.2.2

καὶ τῆς ἑορτῆς διηγοῦνται πατέρα μῦθον,1 οἶνον οὐκ εἶναί ποτε παρ’ ἀνθρώποις, οὐ τὸν μέλανα τὸν ἀνθοσμίαν, οὐ τὸν τῆς Βιβλίνης ἀμπέλου, οὐ τὸν Μάρωνος τὸν Θρᾴκιον, οὐ Χῖον τὸν ἐκ Λακαίνης, οὐ τὸν Ἰκάρου τὸν νησιώτην, ἀλλὰ τούτους μὲν ἅπαντας ἀποίκους εἶναι Τυρίων ἀμπέλων, τὴν δὲ πρώτην παρ’ αὐτοῖς φῦναι τῶν οἴνων μητέρα.

そして彼らはこの祭礼の創始となる神話を次のように語る。かつて人々の間には葡萄酒というものが存在せず、芳香放つ黒葡萄酒も、ビブロス葡萄の酒も、マローンに由来するトラキアの酒も、ラカイナから届くキオス酒も、島育ちのイカロスの酒もなかった。それらはすべてティロスの葡萄樹の入植地(派生物)にすぎず、葡萄酒の原初の母たる樹はティロスの地に自生したのだと。

§2.2.3

Εἶναι γὰρ ἐκεῖ φιλόξενόν τινα βουκόλον, οἷον τὸν Ἰκάριον Ἀθηναῖοι λέγουσι, καὶ τοῦτον ἐνταῦθα τοῦ μύθου γενέσθαι πατέρα. Ἐπὶ τοῦτον ἧκεν ὁ Διόνυσος τὸν βουκόλον, ὁ δὲ αὐτῷ παρατίθησιν ὅσα γῆ φέρει καὶ ἅμαξα·βοῶν· ποτὸν δὲ ἦν παρ’ αὐτοῖς οἷον καὶ ὁ βοῦς ἔπινεν·

というのも、かの地にはアテーナイ人が語るイーカリオスのような歓待心に富むある牛飼いがおり、この牛飼いこそがここで語られる神話の父(端緒)となったからである。ディオニューソスはこの牛飼いのもとを訪れたが、牛飼いは大地と牛車が運んでくるあらゆるものを神の前に差し出した。もっとも、彼らのもとにあった飲み物は牛が飲むような水だけであった。

§2.2.4

οὔπω γὰρ τὸ ἀμπέλινον ἦν. Ὁ Διόνυσος ἐπαινεῖ τῆς φιλοφροσύνης2 τὸν βουκόλον καὶ αὐτῷ προπίνει κύλικα φιλοτησίαν· τὸ δὲ ποτὸν οἶνος ἦν. Ὁ δὲ πιὼν ὑφ’ ἡδονῆς βακχεύεται καὶ λέγει πρὸς τὸν θεὸν “πόθεν, ὦ ξένε, σοὶ τὸ ὕδωρ τοῦτο τὸ πορφυροῦν;

まだ葡萄による酒は存在しなかったからである。ディオニューソスはそのもてなしの心を愛で、彼に友情の杯を献じた。その飲み物こそが葡萄酒であった。牛飼いはそれを飲むと歓喜のあまり熱狂し、神に向かってこう言った。「異邦の方よ、この深紅の水はどこから得られたのですか。

§2.2.5

οὐ γάρ ἐστιν ἐκεῖνο τὸ χαμαὶ ῥέον. Τὸ μὲν γὰρ εἰς τὰ στέρνα καταβαίνει καὶ λεπτὴν ἔχει τὴν ἡδονήν· τοῦτο δὲ καὶ πρὸ τοῦ στόματος τὰς ῥῖνας εὐφραίνει καὶ θιγόντι3 μὲν ψυχρόν ἐστιν, εἰς τὴν γαστέρα δὲ καταθορὸν ἀνάπτει κάτωθεν πῦρ ἡδονῆς.” Καὶ ὁ Διόνυσος ἔφη “τοῦτό ἐστιν ὀπώρας ὕδωρ.” Ἄγει πρὸς τὴν ἄμπελον ὁ θεὸς τὸν βουκόλον, καὶ τῶν βοτρύων λαβὼν ἅμα καὶ θλίβων καὶ δεικνὺς τὴν ἄμπελον “τοῦτο μέν ἐστιν” ἔφη “τὸ ὕδωρ, τοῦτο δὲ ἡ πηγή.” Ὁ μὲν οὖν οὕτως ἐς ἀνθρώπους παρῆλθεν, ὡς ὁ Τυρίων λόγος, ἑορτὴν δὲ ἄγουσιν ἐκείνην τὴν ἡμέραν ἐκείνῳ τῷ θεῷ.

これは大地を流れるあの水ではありません。あの水は胸に下っていくだけでわずかな快感しかありませんが、この水は口に含む前から鼻を喜ばせ、触れる者には冷たいのに、腹に飛び込むと底の方から歓喜の火を燃え立たせるのですから」。ディオニューソスは答えた。「これは果実の水である」。神は牛飼いを葡萄の木へと案内した。そして葡萄の房を手にとり、それを搾りながら葡萄の木を指し示して言った。「これこそが水であり、これこそがその泉である」。このようにして葡萄酒は人々の間に現れたとティロス人の物語は伝えており、彼らはあの日に、あの神のために祭礼を執り行うのである。

構文注3 件
  1. 2.2.2τῆς ἑορτῆς διηγοῦνται πατέρα μῦθον

    τῆς ἑορτῆς は πατέρα に係る属格。「祭礼の父」とは「祭礼の起源・根拠となるもの」の意。パテラ(πατέρα)は μῦθον に対する同格または述語名詞として機能しており、「この祭礼の父(起源)たる神話を語る」の意を成す。

  2. 2.2.4τῆς φιλοφροσύνης

    賞賛の動詞 ἐπαινεῖ に伴う原因の属格(genitive of cause)。神が牛飼いを称賛した理由(「そのもてなしの心ゆえに」)を表す。

  3. 2.2.5θιγόντι

    動詞 θιγγάνω のアオリスト能動態分詞・男性単数与格。判断者・感覚主を表す関係の与格(dative of reference / dative of the person judging)として機能し、「触れる人にとって」あるいは「手で触れる際には」という主観的感覚の視点を示す。

翻訳:Gemini 3.8 Flash・日本語訳と原文の修正なしurn:cts:greekLit:tlg0532.tlg001.humanitext-grc2:2.2.1-2.2.6