- 底本
- Achilles Tatius. Erotikōn logōn syngrapheis = Erotici scriptores Graeci, Vol. 1. Hercher, Rudolf, editor. Leipzig: Teubner, 1858.
- 翻訳
- AI生成(gemini-3.8-flash) — 機械翻訳のため誤りを含む場合があります
- 言語
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0532.tlg001.humanitext-grc2:1.13.1-1.13.6
- 出力
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
カリクレースの悲報に慟哭したクレイニアースと語り手のもとに無残な遺体が運び込まれ、父が結婚を目前にしていた息子の二重の死を嘆き悲しむ。
Ταῦτα μὲν οὖν ἀκούων ὁ Κλεινίας ἐσίγα τινὰ χρόνον ὑπ’ ἐκπλήξεως, μεταξὺ δὲ νήψας1 ἐκ τοῦ κακοῦ διωλύγιον ἐκώκυσε καὶ ἐκδραμεῖν ἐπὶ τὸ σῶμα ἠπείγετο· ἐπηκολούθουν δὲ κἀγώ, παρηγορῶν ὡς ἠδυνάμην.
これを聞いてクレイニアースは衝撃のあまりしばらくの間沈黙していたが、その悲痛な災厄から立ち直るや否や、激しい慟哭の声をあげ、遺体のもとへ駆け出そうと急いだ。私もできる限り彼を慰めながら後を追った。
Καὶ ἐν τούτῳ φοράδην Χαρικλῆς ἐκομίζετο, θέαμα οἴκτιστον καὶ ἐλεεινόν· ὅλος γὰρ τραῦμα ἦν,2 ὥστε μηδένα τῶν παρόντων κατασχεῖν τὰ δάκρυα. Ἐξῆρχε δὲ τοῦ θρήνου ὁ πατὴρ πολυτάρακτον βοῶν “οἷος ἀπ’ ἐμοῦ προελθὼν οἷος ἐπανέρχῃ μοι,3 τέκνον; ὢ πονηρῶν ἱππασμάτων. Οὐδὲ κοινῷ μοι θανάτῳ τέθνηκας· οὐδ’ εὐσχήμων φαίνῃ νεκρός.
その間にカリクレースが担架で運ばれてきたが、それはこの上なく痛ましく憐れな光景であった。全身が一つの傷のようになっており、居合わせた者の誰も涙を抑えることができないほどであった。その父が激しく取り乱して叫びながら、悲嘆の嘆きを先導した。「私のもとから出て行ったときにはあのような姿であったのに、私のもとに戻ってきたお前はなんと変わり果てた姿なのか、我が子よ。ああ、忌まわしき乗馬よ。お前は私にとって、ありふれた死を迎えたのでさえなく、死者としても見苦しくない姿で現れてはくれない。
Τοῖς μὲν γὰρ ἄλλοις τῶν ἀποθανόντων κἂν ἴχνος τῶν γνωρισμάτων διασώζεται· κἂν τὸ ἄνθος τις τῶν προσώπων ἀπολέσῃ, τηρεῖ τὸ εἴδωλον καὶ παρηγορεῖ τὸ λυπούμενον καθεύδοντα μιμούμενος· τὴν μὲν γὰρ ψυχὴν ἐξεῖλεν ὁ θάνατος, ἐν δὲ τῷ σώματι τηρεῖ τὸν ἄνθρωπον.
というのも、ほかの死者たちの場合には、見分けのつく特徴の痕跡だけでも残されている。たとえ誰かが顔の輝きを失ったとしても、その面影は保たれ、眠っている者を装うことで悲嘆に暮れる者を慰めてくれるのだ。死は魂こそ奪い去ったものの、肉体においてその人自身を留めているからだ。
Σοῦ δὲ ὁμοῦ καὶ ταῦτα διέφθειρεν ἡ τύχη, καί μοι τέθνηκας θάνατον διπλοῦν,4 ψυχῆς καὶ σώματος. Ὄντως σου τέθνηκε καὶ τῆς εἰκόνος ἡ σκιά· ἡ μὲν γὰρ ψυχή σου πέφευγεν, οὐχ εὑρίσκω δέ σε οὐδὲ ἐν τῷ σώματι.
しかしお前の場合は、運命がそれらのものまでもことごとく破壊してしまい、お前は私にとって、魂と肉体という二重の死を迎えてしまった。まことにお前の似姿の影さえも死んでしまったのだ。お前の魂は飛び去り、肉体の中においてさえ私はお前を見出せないのだから。
Πότε μοι, τέκνον, γαμεῖς; πότε σου θύσω τοὺς γάμους, ἱππεῦ καὶ νυμφίε· νυμφίε μὲν ἀτελής, ἱππεῦ δὲ δυστυχής. Τάφος μέν σοι, τέκνον, ὁ θάλαμος, γάμος δὲ ὁ θάνατος, θρῆνος δὲ ὁ ὑμέναιος· ὁ δὲ κωκυτὸς οὗτος τῶν γάμων ᾠδαί.
我が子よ、お前はいつ私に結婚を見せてくれるのか。いつ私はお前の婚礼の供儀を捧げられるのか、馬上の人にして花婿よ。成就せぬ花婿、不運なる馬上の人よ。我が子よ、お前にとって寝室は墓であり、死は婚礼であり、祝婚歌は哀歌である。そしてこの慟哭こそが婚礼の歌なのだ。
Ἄλλο σοι, τέκνον, προσεδόκων πῦρ ἀνάψειν· ἀλλὰ τοῦτο μὲν ἔσβεσεν ἡ φθονερὰ τύχη μετὰ σοῦ· ἀνάπτει δέ σοι δᾷδας κακῶν. Ὢ πονηρᾶς ταύτης δᾳδουχίας. Ἡ νυμφική σοι δᾳδουχία ταφὴ γίνεται.”
我が子よ、私はお前のために別の火を灯すことを予期していた。だがその火は、嫉み深き運命がお前とともに吹き消してしまい、お前には災厄の松明を燃え立たせている。ああ、この忌まわしき松明掲げよ。お前にとって婚礼の松明掲げが、葬礼となってしまうとは」
- 1.13.1μεταξὺ δὲ νήψας
副詞 μεταξύ が分詞 νήψας(動詞 νήφω「正気に戻る・酔いが覚める」のアオリスト能動態分詞)と結びつき、「その合間に/やがて正気を取り戻すや」という時間的推移を表す構文。前置詞として属格を取る用法ではなく、前文の沈黙から慟哭への心理的転換を示す副詞的用法。
- 1.13.2ὅλος γὰρ τραῦμα ἦν
主語(カリクレース)に対して中性名詞 τραῦμα「傷」が述語名詞として置かれ、形容詞 ὅλος(「全身が」)と呼応して「彼自身が丸ごと一つの傷口であった(全身が傷だらけであった)」という強意の比喩的表現をなしている。
- 1.13.2μοι
οἷος ἐπανέρχῃ μοι、οὐδὲ κοινῷ μοι θανάτῳ τέθνηκας、καί μοι τέθνηκας、πότε μοι... γαμεῖς などの文節に頻出する人称代名詞 1人称単数与格 μοι は、利害関係というよりも話者(父)の心情的関与・深い悲痛を表現する心情与格(dativus ethicus)。
- 1.13.4τέθνηκας θάνατον διπλοῦν
動詞 τέθνηκας(θνῄσκω の完了能動態 2人称単数)と同語源名詞 θάνατον からなる同族対格構文(cognate accusative)。直後の ψυχῆς καὶ σώματος(「魂と肉体の」)は θάνατον διπλοῦν に対する同格的・説明的属格。
