← アキレウス・タティオス

レウキッペとクレイトポン

§1.1.1-1.1.13

シドン到着とエウロペ誘拐の絵画の描写

語り手がシドンの港と町を訪れ、エウロペ誘拐を描いた奉納絵画(牧草地と乙女たち、海を渡る雄牛とエウロペ、エロスたちの情景)を詳述する。

表示 ▾
表示
訳
訳の書体
AI ↗
← 前次 →
§1.1.1

Σιδὼν ἐπὶ θαλάττῃ πόλις, Ἀσσυρίων ἡ θάλασσα, μήτηρ Φοινίκων ἡ πόλις, Θηβαίων ὁ δῆμος πατήρ· δίδυμος λιμὴν ἐν κόλπῳ πλατύς, ἠρέμα κλείων τὸ πέλαγος. Ἧι γὰρ ὁ κόλπος κατὰ πλευρὰν ἐπὶ δεξιὰ κοιλαίνεται, στόμα δεύτερον ὀρώρυκται, καὶ τὸ ὕδωρ αὖθις εἰσρεῖ, καὶ γίνεται τοῦ λιμένος ἄλλος λιμήν, ὡς χειμάζειν μὲν ταύτῃ τὰς ὁλκάδας ἐν γαλήνῃ, θερίζειν δὲ τοῦ λιμένος ἐς τὸ προκόλπιον.1

シドンは海に臨む都市であり、その海はアッシリア人のもので、この都市はフェニキア人の母、テーバイ人の民はその父である。湾の中に二重の広い港があり、静かに外海を締め切っている。というのも、この湾が右手の脇腹の方へ窪んでいるところに第二の口が開削されており、水が再び流れ込んで、港の中にもう一つの港が生じているからである。そのため、商船はここで穏やかに冬を過ごし、夏のあいだは港の外湾へと出てゆくことができる。

§1.1.2

Ἐνταῦθα ἥκων ἐκ πολλοῦ χειμῶνος σῶστρα ἔθυον ἐμαυτοῦ τῇ τῶν Φοινίκων θεᾷ· Ἀστάρτην αὐτὴν οἱ Σιδώνιοι καλοῦσι. Περιϊὼν οὖν καὶ τὴν ἄλλην πόλιν καὶ περισκοπῶν τὰ ἀναθήματα, ὁρῶ γραφὴν ἀνακειμένην γῆς ἅμα καὶ θαλάττης. Εὐρώπης ἡ γραφή, Φοινίκων ἡ θάλασσα, Σιδῶνος ἡ γῆ.

長い嵐を脱してここにやって来た私は、自らの救済の返礼の生贄をフェニキア人の女神に捧げていた。シドン人は彼女をアスタルテと呼んでいる。そこで都市の他の場所を歩き回り、奉納品を見て回っていたところ、大地と海をともに描いた絵画が奉納されているのを目にした。それはエウロペの絵であり、海はフェニキア人の海、陸はシドンの大地であった。

§1.1.3

Ἐν τῇ γῇ λειμὼν καὶ χορὸς παρθένων· ἐν τῇ θαλάττῃ ταῦρος ἐνήχετο, καὶ τοῖς νώτοις καλὴ παρθένος ἐπεκάθητο, ἐπὶ Κρήτην τῷ ταύρῳ πλέουσα. Ἐκόμα πολλοῖς ἄνθεσιν ὁ λειμών, δένδρων αὐτοῖς ἀνεμέμικτο φάλαγξ καὶ φυτῶν· συνεχῆ τὰ δένδρα, συνηρεφῆ τὰ πέταλα· συνῆπτον οἱ πτόρθοι τὰ φύλλα, καὶ ἐγίνετο τοῖς ἄνθεσιν ὄροφος ἡ τῶν φύλλων συμπλοκή.

大地には牧草地と乙女たちの合唱隊があり、海には雄牛が泳ぎ、その背には美しい乙女が乗って、雄牛によってクレタ島へと航海していた。牧草地は多くの花で咲き乱れ、それら花々には樹木や低木の隊列が混じり合っていた。木々は密生し、枝葉は覆いかぶさっていた。小枝が葉を結び合わせ、葉の絡み合いが花々にとっての屋根となっていた。

§1.1.4

Ἔγραψεν ὁ τεχνίτης ὑπὸ τὰ πέταλα καὶ τὴν σκιάν, καὶ ὁ ἥλιος ἠρέμα κάτω διέρρει, ὅσον τὸ συνηρεφὲς τῆς τῶν φύλλων κόμης ἀνέῳξεν ὁ γραφεύς.2

職人は葉の下にも陰影を描き込み、画家が葉の茂りの重なりを開けた分だけ、太陽の光が穏やかに下方へと流れ込んでいた。

§1.1.5

Ὅλον ἐτείχιζε τὸν λειμῶνα περιβολή, εἴσω δὲ τοῦ τῶν ὀρόφων στεφανώματος ὁ λειμὼν ἐκάθητο· αἱ δὲ πρασιαὶ τῶν ἀνθέων ὑπὸ τὰ πέταλα τῶν φυτῶν στοιχηδὸν ἐπεφύκεσαν, νάρκισσος καὶ ῥόδα καὶ μύρριναι· ὕδωρ δὲ κατὰ μέσον ἔρρει τοῦ λειμῶνος, τὸ μὲν ἀναβλύζον κάτωθεν ἀπὸ τῆς γῆς, τὸ δὲ τοῖς ἄνθεσι καὶ τοῖς φυτοῖς περιχεόμενον.

垣根が牧草地全体を取り囲み、その屋根の冠飾りの内側に牧草地が収まっていた。低木の葉の下には花の壇が整然と並び生えており、水仙や薔薇やギンバイカであった。そして牧草地の中央を水が流れており、一方は大地から下より湧き出る水であり、もう一方は花や植物の周りに注がれる水であった。

§1.1.6

Ὀχετηγός τις ἐγέγραπτο δίκελλαν κατέχων καὶ περὶ μίαν ἀμάραν κεκυφὼς καὶ ἀνοίγων τὴν ὁδὸν τῷ ῥεύματι. Ἐν δὲ τῷ τοῦ λειμῶνος τέλει πρὸς ταῖς ἐπὶ θάλατταν τῆς γῆς ἐκβολαῖς τὰς παρθένους ἔταξεν ὁ τεχνίτης.

二股の鍬を手にして一つの溝にかがみ込み、流れに道を開いている水路番が描かれていた。そして牧草地の端、大地が海へと張り出した突端のあたりに、職人は乙女たちを配置した。

§1.1.7

Τὸ σχῆμα ταῖς παρθένοις καὶ χαρᾶς καὶ φόβου·3 στέφανοι περὶ τοῖς μετώποις δεδεμένοι· κόμαι κατὰ τῶν ὤμων λελυμέναι· τὸ σκέλος πᾶν γεγυμνωμέναι, τὸ μὲν ἄνω τοῦ χιτῶνος, τὸ δὲ κάτω τοῦ πεδίλου,4 τὸ γὰρ ζῶμα μέχρι γόνατος ἀνεῖλκε τὸν χιτῶνα· τὸ πρόσωπον ὠχραί, σεσηρυῖαι τὰς παρειάς, τοὺς ὀφθαλμοὺς ἀνοίξασαι πρὸς τὴν θάλατταν, μικρὸν ὑποκεχηνυῖαι τὸ στόμα, ὥσπερ ἀφήσειν ὑπὸ φόβου μέλλουσαι καὶ βοήν·

乙女たちの姿には喜びと恐れの双方があった。額の周りには冠が結ばれ、肩の上には髪がほどけ落ちていた。脚はすべて露わになっており、上部はチュニックに、下部はサンダルに覆われていなかった。帯がチュニックを膝の高さまで引き上げていたからである。顔は青ざめ、両頬は引きつり、両目を海に向けて見開き、口を少し半開きにして、恐れのあまりまさに叫び声をあげようとしているかのようであった。

§1.1.8

τὰς χεῖρας ὡς ἐπὶ τὸν βοῦν ὤρεγον. Ἐπέβαινον ἄκρας τῆς θαλάττης, ὅσον μικρὸν ὑπεράνω τῶν ταρσῶν ὑπερέχειν τὸ κῦμα· ἐῴκεσαν δὲ βούλεσθαι μὲν ὡς ἐπὶ τὸν ταῦρον δραμεῖν, φοβεῖσθαι δὲ τῇ θαλάττῃ προσελθεῖν. Τῆς δὲ θαλάττης ἡ χρόα διπλῆ· τὸ μὲν γὰρ πρὸς τὴν γῆν ὑπέρυθρον, κυάνεον δὲ τὸ πρὸς τὸ πέλαγος.

彼女らは雄牛に向かって手を差し伸べていた。波が足首のわずか上に届くほどの、海の波打ち際に踏み込んでいた。彼女らは雄牛に向かって走り出したいと望みながらも、海に近づくことを恐れているかのようであった。海の色彩は二重であった。陸に向かう部分は赤みがかっており、外海に向かう部分は深い青であった。

§1.1.9

Ἀφρὸς ἐπεποίητο καὶ πέτραι καὶ κύματα· αἱ πέτραι τῆς γῆς ὑπερβεβλημέναι, ὁ ἀφρὸς περιλευκαίνων τὰς πέτρας, τὸ κῦμα κορυφούμενον καὶ περὶ τὰς πέτρας λυόμενον εἰς τοὺς ἀφρούς. ταῦρος ἐν μέσῃ τῇ θαλάττῃ ἐγέγραπτο τοῖς κύμασιν ἐποχούμενος, ὡς ὄρους ἀναβαίνοντος τοῦ κύματος ἔνθα καμπτόμενον τοῦ βοὸς κυρτοῦται τὸ σκέλος.

波しぶきと岩と波が描かれていた。岩は大地から突き出ており、波しぶきは岩の周りを白く染め、波は頂きをなし、岩の周りで波しぶきとなって崩れていた。雄牛は海の中央に描かれており、波の背に運ばれていた。雄牛の足が折り曲げられて湾曲しているところでは、波が山のように盛り上がっていた。

§1.1.10

Ἡ παρθένος μέσοις ἐπεκάθητο τοῖς νώτοις τοῦ βοός, οὐ περιβάδην, ἀλλὰ κατὰ πλευράν, ἐπὶ δεξιὰ συμβᾶσα τὼ πόδε, τῇ λαιᾷ τοῦ κέρως ἐχομένη, ὥσπερ ἡνίοχος χαλινοῦ· καὶ γὰρ ὁ βοῦς ἐπέστραπτο ταύτῃ μᾶλλον πρὸς τὸ τῆς χειρὸς ἕλκον ἡνιοχούμενος. Χιτὼν ἀμφὶ τὰ στέρνα τῆς παρθένου μέχρις αἰδοῦς· τοὐντεῦθεν ἐπεκάλυπτε χλαῖνα τὰ κάτω τοῦ σώματος· λευκὸς ὁ χιτών, ἡ χλαῖνα πορφυρᾶ, τὸ δὲ σῶμα διὰ τῆς ἐσθῆτος ὑπεφαίνετο.

乙女は雄牛の背の中央に座していた。跨がるのではなく横向きに乗り、両足を右側へと揃え、手綱を握る御者のように左手で角を掴んでいた。というのも、雄牛もまた手の引きに操られ、そちらの方へとより身を向けていたからである。乙女の胸のまわりには恥部までチュニックがあり、そこから下は外套が体の下部を覆っていた。チュニックは白く、外套は紫色で、身体は衣服を通して透けて見えていた。

§1.1.11

Βαθὺς ὀμφαλός, γαστὴρ τεταμένη, λαπάρα στενή· τὸ στενὸν εἰς ἰξὺν καταβαῖνον ηὐρύνετο. Μαζοὶ τῶν στέρνων ἠρέμα προκύπτοντες· ἡ συνάγουσα ζώνη τὸν χιτῶνα καὶ τοὺς μαζοὺς ἔκλειε, καὶ ἐγίνετο τοῦ σώματος κάτοπτρον ὁ χιτών.

深いへそ、ぴんと張った腹、細い腰。その細さは腰骨へと下るにつれて広がっていた。胸の乳房は静かに突き出ていた。チュニックを引き締める帯が乳房をも締めつけ、チュニックは身体の鏡となっていた。

§1.1.12

Αἱ χεῖρες ἄμφω διετέταντο, ἡ μὲν ἐπὶ κέρας, ἡ δὲ ἐπ’ οὐράν· ἤρτητο δὲ ἀμφοῖν ἑκατέρωθεν ὑπὲρ τὴν κεφαλὴν καλύπτρα κύκλῳ τῶν νώτων ἐμπεπετασμένη. Ὁ δὲ κόλπος τοῦ πέπλου πάντοθεν ἐτέτατο κυρτούμενος· καὶ ἦν οὗτος ἄνεμος τοῦ ζωγράφου. Ἡ δὲ ἐπεκάθητο τῷ ταύρῳ δίκην πλεούσης νεώς, ὥσπερ ἱστίῳ τῷ πέπλῳ χρωμένη.

両手はどちらも伸ばされており、一方は角へ、他方は尾へと向けられていた。両手からは両側へ、頭の上にベールが掛けられ、背の周りに円く広げられていた。長衣の胸元は四方から膨らんで張りつめていた。そしてこれが画家の描いた風であった。彼女はまるで帆として長衣を用い、航行する船のように雄牛の上に乗っていた。

§1.1.13

Περὶ δὲ τὸν βοῦν ὠρχοῦντο δελφῖνες, ἔπαιζον Ἔρωτες· εἶπες ἂν αὐτῶν γεγράφθαι καὶ τὰ κινήματα.5 Ἔρως εἷλκε τὸν βοῦν· Ἔρως, μικρὸν παιδίον, ἡπλώκει τὸ πτερόν, ἤρτητο φαρέτραν, ἐκράτει τὸ πῦρ· ἐπέστραπτο δὲ ὡς ἐπὶ τὸν Δία καὶ ὑπεμειδία, ὥσπερ αὐτοῦ καταγελῶν ὅτι δι’ αὐτὸν γέγονε βοῦς.

雄牛の周りではイルカたちが踊り、エロスたちが戯れていた。彼らの動きそのものまでが描かれていると言えたほどであった。エロスが雄牛を引いていた。小さな幼子であるエロスは翼を広げ、箙を背負い、松明を手にしていた。そしてゼウスの方を振り返って薄笑いを浮かべており、自分のために雄牛となった彼をあざ笑っているかのようであった。

構文注5 件
  1. 1.1.1ὡς χειμάζειν μὲν ταύτῃ τὰς ὁλκάδας ἐν γαλήνῃ, θερίζειν δὲ τοῦ λιμένος ἐς τὸ προκόλπιον

    結果を表す ὡς に不定詞(χειμάζειν, θερίζειν)と対格の意味上の主語(τὰς ὁλκάδας)が結合した構文。港の二重構造という原因から生じる帰結・機能を述べている。τοῦ λιμένος は ἐς τὸ προκόλπιον と結びつき、「港の外湾(前湾)へ」を意味する所属・部分の属格。

  2. 1.1.4ὅσον τὸ συνηρεφὲς τῆς τῶν φύλλων κόμης ἀνέῳξεν ὁ γραφεύς

    ὅσον は程度を表す副詞的対格として用いられ、先行する ἠρέμα ... διέρρει の光の差し込む程度を「画家が木陰の重なりを開けた分だけ」と制限・相関させている。τὸ συνηρεφές は中性形容詞の名詞化(「重なり」「密生」)。

  3. 1.1.7Τὸ σχῆμα ταῖς παρθένοις καὶ χαρᾶς καὶ φόβου

    述語動詞 ἦν が省略されている。ταῖς παρθένοις は所有の与格、καὶ χαρᾶς καὶ φόβου は性質・内容を表す属格(記述の属格)であり、主語 τὸ σχῆμα を修飾する(「乙女たちの姿には喜びと恐れの双方があった」)。

  4. 1.1.7τὸ σκέλος πᾶν γεγυμνωμέναι, τὸ μὲν ἄνω τοῦ χιτῶνος, τὸ δὲ κάτω τοῦ πεδίλου

    τὸ σκέλος πᾶν は受動完了分詞 γεγυμνωμέναι に対する「関係の対格」(または全体と部分の対格)。それに続く τὸ μὲν ἄνω と τὸ δὲ κάτω は部分同格(または関係の対格)として脚の「上部」と「下部」を指し、τοῦ χιτῶνος と τοῦ πεδίλου は γεγυμνωμέναι にかかる分離・欠如の属格(「上部はチュニックに、下部は履物に覆われず露わになっている」)。

  5. 1.1.13εἶπες ἂν αὐτῶν γεγράφθαι καὶ τὰ κινήματα

    εἶπες ἄν は直説法過去+ἄν による「潜在」(反実仮想的表現)の慣用句で、「(その場にいたなら誰でも)言ったであろう」の意。γεγράφθαι は完了受動不定詞で、対格 τὰ κινήματα を意味上の主語とする対格不定詞構文を形成している。

翻訳:Gemini 3.8 Flash・日本語訳と原文の修正なしurn:cts:greekLit:tlg0532.tlg001.humanitext-grc2:1.1.1-1.1.13