- 底本
- Flavius Josephus. Flavii Iosephi Opera, Vol. 6. Niese, Benedikt, editor. Berlin: Weidmann, 1895.
- 翻訳
- AI生成(gemini-3.8-flash) — 機械翻訳のため誤りを含む場合があります
- 言語
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0526.tlg004.humanitext-grc2:1.78-1.88
- 出力
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
エッセネ派のユダによる予言が同名の地名によって成就し、アリストブロスは激しい後悔と病苦のうちに息絶える。跡を継いだアレクサンドロス・ヤンナイオスは対外遠征と内乱に直面し、傭兵を用いて反乱を鎮圧する。
Θαυμάσαι δʼ ἄν τις ἐν τούτῳ καὶ Ἰούδαν, Ἐσσαῖος ἦν γένος οὐκ ἔστιν ὅτε πταίσας ἢ ψευσθεὶς1 ἐν τοῖς προαπαγγέλμασιν, ὃς ἐπειδὴ καὶ τότε τὸν Ἀντίγονον ἐθεάσατο παριόντα διὰ τοῦ ἱεροῦ, πρὸς τοὺς γνωρίμους ἀνέκραγεν, ἦσαν δʼ οὐκ ὀλίγοι παρεδρεύοντες αὐτῷ τῶν μανθανόντων, παπαί, νῦν ἐμοὶ καλόν, ἔφη, τὸ θανεῖν, ὅτε μου προτέθνηκεν ἡ ἀλήθεια καί τι τῶν ὑπʼ ἐμοῦ προρρηθέντων διέψευσται· ζῇ γὰρ Ἀντίγονος οὑτοσὶ σήμερον ὀφείλων ἀνῃρῆσθαι. χωρίον δὲ αὐτῷ πρὸς σφαγὴν Στράτωνος πύργος εἵμαρτο· καὶ τοῦτο μὲν ἀπὸ ἑξακοσίων ἐντεῦθεν σταδίων ἐστίν, ὧραι δὲ τῆς ἡμέρας ἤδη τέσσαρες·
この折に、エッセネ派の出で、自らの予言においてつまずいたり欺かれたりしたことが一度もなかったユダという男にも感嘆せざるをえない。彼もまたその時、アンティゴノスが神殿を通って行くのを目撃すると、知己たち――彼の周りには少なからぬ弟子たちが控えていた――に向かって叫んだ。「ああ、今や私にとっては死ぬことが幸いである。私の真実が私より先に死に絶え、私の予告したことの一つが偽りとなったのだから。なぜなら、今日殺されるはずであったこのアンティゴノスが生きているからだ。彼が屠られる場所としてストラトンの塔が運命づけられていたのだ。そしてこの場所はここから六百スタディオン離れており、今日の時刻はすでに第四時である。
ὁ δὴ χρόνος ἐκκρούει τὸ μάντευμα. ταῦτα εἰπὼν σκυθρωπὸς ἐπὶ συννοίας ὁ γέρων διεκαρτέρει, καὶ μετʼ ὀλίγον ἀνῃρημένος Ἀντίγονος ἠγγέλλετο κατὰ τὸ ὑπόγαιον χωρίον, ὃ δὴ καὶ αὐτὸ Στράτωνος ἐκαλεῖτο πύργος ὁμωνυμοῦν τῇ παραλίῳ Καισαρείᾳ. τοῦτο γοῦν τὸν μάντιν διετάραξεν.
まさに時がこの予言を打ち砕いたのだ。」 老人はこう語り、陰鬱な面持ちで物思いに沈みながら耐えていたが、しばらくして、アンティゴノスが地下の通路で殺害されたという知らせが入った。そこは沿岸のカイサレイアと同名で、奇しくもストラトンの塔と呼ばれていたのである。まさにこのことが予言者を混乱させていたのであった。
Ἀριστοβούλῳ γε μὴν εὐθὺς ἡ περὶ τοῦ μύσους μεταμέλεια νόσον ἐνσκήπτει καὶ πρὸς ἔννοιαν τοῦ φόνου τὴν ψυχὴν ἔχων ἀεὶ τεταραγμένην συνετήκετο, μέχρι τῶν σπλάγχνων ὑπʼ ἀκράτου τῆς λύπης σπαραττομένων ἄθρουν αἷμα ἀναβάλλει.
他方、アリストブロスにはこの穢れに対する後悔がたちまち病をもたらし、殺害の念に魂を絶えずかき乱されながら衰弱していき、ついには耐えがたい悲嘆によって内臓が引き裂かれ、大量の血を吐き出した。
τοῦτό τις τῶν ἐν τῇ θεραπείᾳ παίδων ἐκφέρων δαιμονίῳ προνοίᾳ σφάλλεται καθʼ ὃν τόπον Ἀντίγονος ἔσφακτο καὶ φαινομένοις ἔτι τοῖς ἀπὸ τοῦ φόνου σπίλοις τὸ αἷμα τοῦ κτείναντος ἐπέχεεν. ἤρθη δʼ εὐθὺς οἰμωγὴ τῶν θεασαμένων ὥσπερ ἐπίτηδες τοῦ παιδὸς ἐκεῖ ἐπικατασπείσαντος τὸ αἷμα.
給仕の少年たちの一人がこの血を運び出す際、神意の配慮によってアンティゴノスが屠られたまさにその場所で足をつまずかせ、凶行の血痕がなお残るその上に、殺害者の血を注ぎかけたのである。それを見た者たちからは、あたかも少年が意図してそこに血を注ぎかけたかのように、たちまち悲鳴が上がった。
τῆς δὲ βοῆς ἀκούσας ὁ βασιλεὺς τὴν αἰτίαν ἐπυνθάνετο καὶ μηδενὸς τολμῶντος εἰπεῖν μᾶλλον ἐνέκειτο μαθεῖν ἐθέλων· τέλος δὲ ἀπειλοῦντι καὶ βιαζομένῳ τἀληθὲς εἶπον. ὁ δὲ τοὺς ὀφθαλμοὺς ἐμπίπλησι δακρύων καὶ στενάξας ὅσον ἦν αὐτῷ δύναμις εἶπεν·
叫び声を聞いた王はその理由を尋ねたが、誰もあえて言おうとしなかったため、知りたいと望んでいっそう厳しく問い詰めた。ついに彼が脅迫し力づくで迫ったため、人々は真実を告げた。すると王は両目を涙で満たし、力の及ぶ限り嘆息して言った。
οὐκ ἄρα θεοῦ μέγαν ὀφθαλμὸν ἐπʼ ἔργοις ἀθεμίτοις λήσειν ἔμελλον, ἀλλά με ταχεῖα μέτεισι δίκη φόνου συγγενοῦς. μέχρι τοῦ2 μοι, σῶμα ἀναιδέστατον, τὴν ἀδελφῷ καὶ μητρὶ κατάκριτον ψυχὴν καθέξεις; μέχρι τοῦ δʼ αὐτοῖς ἐπισπείσω κατὰ μέρος τοὐμὸν αἷμα; λαβέτωσαν ἀθρόον τοῦτο, καὶ μηκέτι ταῖς ἐκ τῶν ἐμῶν σπλάγχνων χοαῖς ἐπειρωνευέσθω τὸ δαιμόνιον. ταῦτα εἰπὼν εὐθέως τελευτᾷ βασιλεύσας οὐ πλεῖον ἐνιαυτοῦ.
「そうであるならば、神の偉大な御目を不義の所業において欺きおおせるはずもなく、近親殺しの迅速な報復が私を追いつめているのだ。最も恥知らずなわが肉体よ、いつまでそなたは、弟と母に対して断罪されたわが魂を閉じ込めておくのか。いつまで私は彼らに、わが血を少しずつ注ぎかけるのか。彼らにはこれを一度に受け取らせるがよい。神霊もわが内臓からの注ぎ物によってこれ以上嘲笑を弄してはならない。」 こう語ると、王としての統治は一年を超えず、直ちに息絶えた。
Λύσασα δʼ ἡ γυνὴ τοὺς ἀδελφοὺς αὐτοῦ βασιλέα καθίστησιν Ἀλέξανδρον τὸν καὶ καθʼ ἡλικίαν καὶ μετριότητι προύχειν δοκοῦντα. ὁ δὲ παρελθὼν εἰς τὴν ἐξουσίαν τὸν ἕτερον μὲν τῶν ἀδελφῶν βασιλειῶντα κτείνει, τὸν δὲ καταλιμπανόμενον ἀγαπῶντα τὸ ζῆν δίχα πραγμάτων εἶχεν.
その妻は彼の兄弟たちを釈放し、年齢においても慎み深さにおいても秀でていると思われたアレクサンドロスを王に就けた。しかし権力を手にした彼は、王位を欲した兄弟の一人を殺害し、残されたもう一人の、国政に関わらず生きることを喜んでいた兄弟をその状態のまま生かしておいた。
Γίνεται δʼ αὐτῷ καὶ πρὸς τὸν Λάθουρον ἐπικληθέντα Πτολεμαῖον συμβολὴ πόλιν Ἀσωχὶν ᾑρηκότα, καὶ πολλοὺς μὲν ἀνεῖλεν τῶν πολεμίων, ἡ δὲ νίκη πρὸς Πτολεμαῖον ἔρρεψεν. ἐπεὶ δʼ ὑπὸ τῆς μητρὸς Κλεοπάτρας διωχθεὶς εἰς Αἴγυπτον ἀνεχώρησεν, Ἀλέξανδρος Γαδάρων τε πολιορκίᾳ κρατεῖ καὶ Ἀμαθοῦντος, ὃ δὴ μέγιστον μὲν ἦν ἔρυμα τῶν ὑπὲρ Ἰορδάνην, τὰ τιμιώτατα δὲ τῶν Θεοδώρου τοῦ Ζήνωνος κτημάτων ἦν ἐν αὐτῷ.
彼には、アソキス市を奪取していたラテュロスと呼ばれるプトレマイオスとの衝突も生じ、敵の多くを倒したものの、勝利はプトレマイオスの側へと傾いた。だがプトレマイオスが母クレオパトラに追われてエジプトへと退去すると、アレクサンドロスは包囲によってガダラを制圧し、さらにヨルダン川の対岸で最大の防壁であり、ゼノンの子テオドロスの最も貴重な財産が収められていたアマツスをも制圧した。
ἐπελθὼν δʼ ἐξαίφνης ὁ Θεόδωρος τά τε σφέτερα καὶ τὴν τοῦ βασιλέως ἀποσκευὴν αἱρεῖ, τῶν δʼ Ἰουδαίων εἰς μυρίους κτείνει. γίνεται δʼ ἐπάνω τῆς πληγῆς Ἀλέξανδρος καὶ τραπόμενος εἰς τὴν παράλιον αἱρεῖ Γάζαν τε καὶ Ῥάφειαν καὶ Ἀνθηδόνα τὴν αὖθις ὑπὸ Ἡρώδου τοῦ βασιλέως Ἀγριππιάδα ἐπικληθεῖσαν.
しかしテオドロスが不意に襲いかかり、自分の財産と王の荷物を奪い、ユダヤ人を一万人ほど殺害した。アレクサンドロスはこの打撃から立ち直り、沿岸地方へと向かって、ガザやラフィア、そしてのちにヘロデ王によってアグリッピアスと改称されたアンテドンを奪取した。
Ἐξανδραποδισαμένῳ δὲ ταύτας ἐπανίσταται τὸ Ἰουδαϊκὸν ἐν ἑορτῇ· μάλιστα γὰρ ἐν ταῖς εὐωχίαις αὐτῶν στάσις ἅπτεται. καὶ δοκεῖ μὴ ἂν κρείττων γενέσθαι τῆς ἐπιβουλῆς, εἰ μὴ τὸ ξενικὸν αὐτῷ παρεβοήθει·3 Πισίδαι καὶ Κίλικες ἦσαν· Σύρους γὰρ οὐκ ἐδέχετο μισθοφόρους διὰ τὴν ἔμφυτον αὐτῶν πρὸς τὸ ἔθνος ἀπέχθειαν.
彼がこれらを奴隷化したとき、祭礼の折にユダヤ人たちが蜂起した。彼らの間ではとりわけ宴のときに内紛が燃え上がりやすいからである。そして、外国人部隊が彼を救援しなかったならば、彼はこの陰謀に打ち勝つことはできなかったと思われる。彼らはピシディア人とキリキア人であった。というのも、ユダヤ民族に対する生来の敵意ゆえに、シリア人の傭兵を彼が受け入れなかったからである。
- 1.78οὐκ ἔστιν ὅτε πταίσας ἢ ψευσθεὶς
οὐκ ἔστιν ὅτε は「決して〜ない(英語の never)」を意味する慣用句(否定の οὐκ ἔστιν + 関係副詞 ὅτε)。続く πταίσας(つまずいた)と ψευσθεὶς(欺かれた、誤りを犯した)はいずれもアオリスト分詞で、直前の名詞 Ἰούδαν(ユダ)の同格説明 Ἐσσαῖος ἦν γένος に後続し、主格男性単数として「予言においてかつて一度として誤ったことのない男」という属性を規定している。
- 1.84μέχρι τοῦ
μέχρι τοῦ は疑問代名詞 τίς の中性単数属格 τοῦ(=τίνος)を前置詞 μέχρι が支配した慣用句で、「いつまで(μέχρι τίνος)」という時間を問う表現。ここでは呼びかけの σῶμα ἀναιδέστατον(最も恥知らずな肉体よ)に向けられた二重の疑問文の冒頭に置かれている。
- 1.88καὶ δοκεῖ μὴ ἂν κρείττων γενέσθαι τῆς ἐπιβουλῆς, εἰ μὴ τὸ ξενικὸν αὐτῷ παρεβοήθει
非人称または人称動詞 δοκεῖ に導かれた不定詞文における反実仮想の構文。直接話法における ἄν + 直説法過去(οὐκ ἂν ἐγένετο κρείττων)が、間接話法化によって μὴ ἂν γενέσθαι(ἂν + アオリスト不定詞、否定辞 μή)となっている。条件節は εἰ μὴ + 直説法未完了過去(παρεβοήθει)で過去の事実に反する仮定を表し、「外国人部隊が救援していなかったならば、陰謀に打ち勝つことはできなかったであろうと思われる」という意味を成す。
