← フラウィウス・ヨセフス

ユダヤ戦記

§1.383-1.394

アラビア軍の降伏とカエサルによるヘロデの王位安堵

ヘロデは喉の渇きに苦しむアラビア軍を徹底的に撃滅して降伏させ、アラビアの保護者となる。その後、アクティウムで勝利したカエサルに謁見すべくロードス島へ赴いたヘロデは、旧友アントニウスへの忠義を堂々と語り、その高潔さを認めたカエサルから王位の安堵と厚遇を得る。

表示 ▾
表示
訳
訳の書体
AI ↗
← 前次 →
§1.383

Διὸ μέχρι μὲν ἀντεῖχον οὐ πολὺς ἦν αὐτῶν φόνος, ὡς δʼ ὑπέδειξαν τὰ νῶτα, πολλοὶ μὲν ὑπὸ τῶν Ἰουδαίων πολλοὶ δὲ ὑπὸ σφῶν αὐτῶν συμπατούμενοι διεφθείροντο· πεντακισχίλιοι γοῦν ἔπεσον ἐν τῇ τροπῇ, τὸ δὲ λοιπὸν πλῆθος ἔφθη συνωσθὲν εἰς τὸ χαράκωμα. τούτους περισχὼν ἐπολιόρκει, καὶ μέλλοντας ἁλώσεσθαι τοῖς ὅπλοις προκατήπειγεν ἡ δίψα τῶν ὑδάτων ἐπιλειπόντων.

それゆえ彼らは持ちこたえている間こそ戦死者は多くなかったが、背を見せるや、多くはユダヤ人によって、また多くは味方同士で踏みつけ合って命を落とした。実際、敗走のなかで五千人が斃れ、残りの大軍は一足先に防壁の中へと押し込められた。ヘロデはこれらを包囲して攻め立てたが、武力によって陥落させられそうになっていた彼らを、水が尽きかけたことによる渇きが先に追い詰めた。

§1.384

ὑπερηφάνει δὲ πρεσβευομένους ὁ βασιλεὺς καὶ λύτρα διδόντων πεντακόσια τάλαντα μᾶλλον ἐνέκειτο. τοῦ δὲ δίψους ἐκκαίοντος ἐξιόντες κατὰ πλῆθος ἐνεχείριζον σφᾶς αὐτοὺς τοῖς Ἰουδαίοις ἑκόντες, ὡς πέντε μὲν ἡμέραις τετρακισχιλίους δεθῆναι, τῇ δʼ ἕκτῃ τὸ λειπόμενον πλῆθος ὑπʼ ἀπογνώσεως ἐξελθεῖν ἐπὶ μάχην· οἷς συμβαλὼν Ἡρώδης πάλιν εἰς ἑπτακισχιλίους κτείνει.

王は使節を送ってきた彼らを傲然と拒絶し、五百タラントの身代金を提示されてもなお激しく攻め立てた。そして渇きが激しさを増すと、敵兵たちは大挙して出てきては自ら進んでユダヤ人たちに投降し、五日間で四千人が縛に就き、六日目には残りの大軍が絶望から戦闘へと打って出た。ヘロデはこれらと交戦し、再び約七千人を討ち取った。

§1.385

τηλικαύτῃ πληγῇ τὴν Ἀραβίαν ἀμυνάμενος καὶ σβέσας τῶν ἀνδρῶν τὰ φρονήματα προύκοψεν ὥστε καὶ προστάτης ὑπὸ τοῦ ἔθνους αἱρεθῆναι.

このような大打撃をもってアラビアに報復し、その男たちの気概を挫いたヘロデは、その民族から保護者として選ばれるほどに勢力を伸ばした。

§1.386

Μεταλαμβάνει δὲ αὐτὸν εὐθέως ἡ περὶ τῶν ὅλων πραγμάτων φροντὶς διὰ τὴν πρὸς Ἀντώνιον φιλίαν Καίσαρος περὶ Ἄκτιον νενικηκότος. παρεῖχεν μέντοι δέους πλέον ἢ ἔπασχεν· οὔπω γὰρ ἑαλωκέναι Καῖσαρ Ἀντώνιον ἔκρινεν Ἡρώδου συμμένοντος.

しかしカエサルがアクティウム沖で勝利を収めたため、アントニウスとの友誼のゆえに、直ちに全般の情勢に関する憂慮が彼を捉えた。もっとも、ヘロデ自身が抱いていた以上の恐怖を相手に与えていた。カエサルは、ヘロデが味方にとどまっている限り、アントニウスがまだ屈服したとはみなしていなかったからである。

§1.387

ὅ γε μὴν βασιλεὺς ὁμόσε χωρῆσαι τῷ κινδύνῳ διέγνω, καὶ πλεύσας εἰς Ῥόδον, ἔνθα διέτριβεν Καῖσαρ, πρόσεισιν αὐτῷ δίχα διαδήματος, τὴν μὲν ἐσθῆτα καὶ τὸ σχῆμα ἰδιώτης, τὸ δὲ φρόνημα βασιλεύς·1 μηδὲν γοῦν τῆς ἀληθείας ὑποστειλάμενος ἄντικρυς εἶπεν·

とはいえ王は危険に真正面から立ち向かうことを決断し、カエサルが滞在していたロードス島へと船出し、王冠を外して彼の前に進み出た。衣服と外見においては一私人であったが、気概においては王そのものであった。彼は真実を何一つ包み隠すことなく率直に言った。

§1.388

ἐγώ, Καῖσαρ, ὑπὸ Ἀντωνίου βασιλεὺς γενόμενος ἐν πᾶσιν ὁμολογῶ γεγονέναι χρήσιμος Ἀντωνίῳ. καὶ οὐδὲ τοῦτʼ ἂν ὑποστειλαίμην εἰπεῖν, ὅτι πάντως ἄν με μετὰ τῶν ὅπλων ἐπείρασας εὐχάριστον, εἰ μὴ διεκώλυσαν Ἄραβες.2 καὶ συμμαχίαν μέντοι γε αὐτῷ κατὰ τὸ δυνατὸν καὶ σίτου πολλὰς ἔπεμψα μυριάδας, ἀλλʼ οὐδὲ μετὰ τὴν ἐν Ἀκτίῳ πληγὴν κατέλιπον τὸν εὐεργέτην, ἐγενόμην δὲ σύμβουλος ἄριστος, ὡς οὐκέτι χρήσιμος ἤμην σύμμαχος, μίαν εἶναι λέγων τῶν πταισθέντων διόρθωσιν τὸν Κλεοπάτρας θάνατον· ἣν ἀνελόντι καὶ χρήματα καὶ τείχη πρὸς ἀσφάλειαν καὶ στρατιὰν καὶ ἐμαυτὸν ὑπισχνούμην κοινωνὸν τοῦ πρὸς σὲ πολέμου.3

「カエサルよ、私はアントニウスによって王とされた者として、あらゆる点でアントニウスに有用であったことを告白します。また、アラビア人たちに阻まれさえしなければ、武器を手にして私が恩義を尽くすのをあなたが必ずや経験したであろうことも、包み隠さず申し上げましょう。実際、私はできる限りの同盟軍と何万もの兵糧を彼に送り、アクティウムでの敗北の後でさえ、恩人を平然と見捨てたりはしませんでした。同盟者としてもはや役に立たないと知るや、私は最善の助言者となり、失敗を正す唯一の道はクレオパトラの死であると説いたのです。彼が彼女を殺害したなら、資金も、安全のための城壁も、軍勢も、そして私自身をもあなたとの戦争における同志として約束したのです。

§1.390

τοῦ δʼ ἄρα τὰς ἀκοὰς ἀπέφραξαν οἱ Κλεοπάτρας ἵμεροι καὶ θεὸς ὁ σοὶ τὸ κρατεῖν χαριζόμενος. συνήττημαι δʼ Ἀντωνίῳ καὶ τέθεικα μετὰ τῆς ἐκείνου τύχης τὸ διάδημα. πρὸς σὲ δὲ ἦλθον ἔχων τὴν ἀρετὴν τῆς σωτηρίας ἐλπίδα καὶ προλαβὼν ἐξετασθήσεσθαι, ποταπὸς φίλος, οὐ τίνος, ἐγενόμην.4

しかし、クレオパトラへの欲望と、あなたに勝利を恵もうとする神とが、彼の耳を塞いでしまいました。私はアントニウスと共に敗れ、彼の命運と共に王冠を置きました。そして私は、徳を救いの希望として抱き、自分が誰の友人であったかではなく、いかなる友人であったかが詮索されるのだと先んじて覚悟して、あなたの前へやって来たのです」

§1.391

Πρὸς ταῦτα Καῖσαρ ἀλλὰ σώζου γε, ἔφη, καὶ βασίλευε νῦν βεβαιότερον· ἄξιος γὰρ εἶ πολλῶν ἄρχειν οὕτω φιλίας προϊστάμενος. πειρῶ δὲ καὶ τοῖς εὐτυχεστέροις διαμένειν πιστός, ὡς ἔγωγε λαμπροτάτας ὑπὲρ τοῦ σοῦ φρονήματος ἐλπίδας ἔχω. καλῶς μέντοι γε ἐποίησεν Ἀντώνιος Κλεοπάτρᾳ πεισθεὶς μᾶλλον ἢ σοί· καὶ γὰρ σὲ κεκερδήκαμεν ἐκ τῆς ἀνοίας αὐτοῦ.

これに対しカエサルは言った。 「いや、命を全うし、今やより確固として王座にあれ。そのように信義を重んじる者こそ、多くの民を支配するにふさわしい。私について言えば、お前の気概に対してきわめて輝かしい期待を抱いているのだから、今度はより幸運な者に対しても忠実であり続けるよう努めよ。それにしても、アントニウスがお前よりもクレオパトラに従ったのは幸いであった。彼の愚かさのおかげで、我々はお前を獲得できたのだから。

§1.392

κατάρχεις δʼ, ὡς ἔοικεν, εὐποιίας διʼ ὧν μοι γράφει καὶ Βεντίδιος συμμαχίαν σε πεπομφέναι πρὸς τοὺς μονομάχους αὐτῷ. νῦν μὲν οὖν δόγματι τὸ βέβαιόν σοι τῆς βασιλείας ἐξαγγέλλω. πειράσομαι δὲ καὶ αὖθις ἀγαθόν τί σε ποιεῖν, ὡς μὴ ζητοίης Ἀντώνιον.

お前は善行を率先して始めているようだ。ヴェンティディウスが私に書き送ってきたところでは、お前は彼のもとへ剣闘士たちに対する援軍を送ったとのことだ。そこで今、勅令をもって王位がお前のもとで確固たるものであることを布告する。そしてお前がアントニウスを懐かしむことのないよう、追ってさらなる恩恵を施すよう努めよう」

§1.393

Τούτοις φιλοφρονησάμενος τὸν βασιλέα καὶ περιθεὶς αὐτῷ τὸ διάδημα δόγματι διεσήμαινεν τὴν δωρεάν, ἐν ᾧ πολλὰ μεγαλοφρόνως εἰς ἔπαινον τἀνδρὸς ἐφθέγξατο. ὁ δὲ δώροις ἐπιμειλιξάμενος αὐτὸν ἐξῃτεῖτό τινα τῶν Ἀντωνίου φίλων Ἀλεξᾶν ἱκέτην γενόμενον· ἐνίκα δὲ ἡ Καίσαρος ὀργὴ πολλὰ καὶ χαλεπὰ μεμφομένου τὸν ἐξαιτούμενον οἷς διεκρούσατο τὴν δέησιν.

これらの言葉によって王をもてなし、彼に王冠を授けると、カエサルは勅令をもってその賜物を証約し、その中でヘロデの称賛のために多くの気前のよい言葉を述べた。一方ヘロデも贈り物によってカエサルの機嫌をとり、嘆願者となったアントニウスの友人アレクサスの助命を乞うた。しかし、助命が乞われた男を多くの厳しい非難をもって咎めるカエサルの怒りが勝り、〔カエサルは〕それらをもってその嘆願を退けた。

§1.394

μετὰ δὲ ταῦτα πορευόμενον ἐπʼ Αἴγυπτον διὰ Συρίας Καίσαρα παντὶ τῷ βασιλικῷ πλούτῳ δεξάμενος Ἡρώδης τότε πρῶτον καὶ συνιππάσατο ποιουμένου περὶ Πτολεμαΐδα τῆς δυνάμεως ἐξέτασιν εἱστίασέν τε σὺν ἅπασιν τοῖς φίλοις· μεθʼ οὓς καὶ τῇ λοιπῇ στρατιᾷ πρὸς εὐωχίαν πάντα διέδωκεν.

この後、シリアを通ってエジプトへと向かうカエサルを、ヘロデは王者の富を尽くして出迎え、この時初めて、プトレマイス周辺で軍勢の閲兵を行うカエサルに騎馬で同行し、彼のすべての友人たちと共に彼をもてなした。彼らの後には、残りの全軍にも宴のための物資をことごとく分配した。

構文注4 件
  1. 1.387τὴν μὲν ἐσθῆτα καὶ τὸ σχῆμα ἰδιώτης, τὸ δὲ φρόνημα βασιλεύς

    対格名詞 ἐσθῆτα と σχῆμα、および φρόνημα は観点の対格(限定の対格)。それぞれ主語のヘロデを修飾する述語名詞 ἰδιώτης(平民)および βασιλεύς(王)に係る構造であり、動詞 ἦν または ὤν の省略と解される。

  2. 1.388καὶ οὐδὲ τοῦτʼ ἂν ὑποστειλαίμην εἰπεῖν, ὅτι πάντως ἄν με μετὰ τῶν ὅπλων ἐπείρασας εὐχάριστον, εἰ μὴ διεκώλυσαν Ἄραβες.

    主節 οὐδὲ τοῦτʼ ἂν ὑποστειλαίμην は ἄν+希求法による控えめな主張(潜在表現)。続く ὅτι 節内は εἰ μὴ διεκώλυσαν(直説法アオリスト)に対する帰結節 πάντως ἄν ... ἐπείρασας(ἄν+直説法アオリスト)からなる過去の事実に反する反実仮想条件文である。

  3. 1.389ἣν ἀνελόντι καὶ χρήματα καὶ τείχη πρὸς ἀσφάλειαν καὶ στρατιὰν καὶ ἐμαυτὸν ὑπισχνούμην κοινωνὸν τοῦ πρὸς σὲ πολέμου.

    ἣν は関係代名詞対格(先行詞はクレオパトラ)で、分詞 ἀνελόντι の直接目的語。与格分詞 ἀνελόντι は「もし彼が彼女を殺害したなら」という条件を含意する副詞的分詞であり、動詞 ὑπισχνούμην の間接目的語(アントニウス)に一致している。文末の κοινωνόν は ἐμαυτόν に対する述語対格(二重対格)。

  4. 1.390προλαβὼν ἐξετασθήσεσθαι, ποταπὸς φίλος, οὐ τίνος, ἐγενόμην.

    分詞 προλαβών(「あらかじめ想定して」)が未来不定詞 ἐξετασθήσεσθαι(受動態)を従え、その不定詞が間接疑問節 ποταπὸς φίλος, οὐ τίνος, ἐγενόμην を目的語として導いている。不定詞の意味上の主語は、述語の主格補語 ποταπὸς φίλος とともに主節主語(ヘロデ自身)に一致する。

翻訳:Gemini 3.8 Flash・日本語訳と原文の修正なしurn:cts:greekLit:tlg0526.tlg004.humanitext-grc2:1.383-1.394