- 底本
- Flavius Josephus. Flavii Iosephi Opera, Vol. 6. Niese, Benedikt, editor. Berlin: Weidmann, 1895.
- 翻訳
- AI生成(gemini-3.8-flash) — 機械翻訳のため誤りを含む場合があります
- 言語
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0526.tlg004.humanitext-grc2:1.338-1.348
- 出力
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
ヘロデはカナで敵を徹底的に殲滅し、冬の嵐と浴場での危難を乗り越えた後、エルサレムを包囲してサマリアで結婚式を挙げ、ソッシウスのローマ軍と合流して本格的な攻城戦を開始する。
κἀπειδὴ περιῆν τῶν ἔξωθεν, τὰς οἰκήσεις σπαράττων εἷλκεν τοὺς ἔνδοθεν. καὶ τοῖς μὲν πολλοῖς ἐπικατασείων τοὺς ὀρόφους ἀθρόους ἀνῄρει, τοὺς ὑποφεύγοντας δὲ τῶν ἐρειπίων οἱ στρατιῶται ξιφήρεις ἀνεδέχοντο, καὶ τοσοῦτον ἐσωρεύθη νεκρῶν πλῆθος, ὥστε τὰς ὁδοὺς ἀποφραγῆναι τοῖς κρατοῦσιν.
そして外の敵を制圧すると、ヘロデは家屋を取り壊して内部の者たちを引きずり出した。屋根を崩し落としては大多数の者を一網打尽に殺害し、瓦礫から逃れ出た者たちを兵士たちが帯剣して待ち受けたので、積み上がった死体の山は、勝者たちの進路を塞ぐほどであった。
ταύτην τὴν πληγὴν οὐκ ἤνεγκαν οἱ πολέμιοι· τὸ γοῦν ἐπισυλλεγόμενον αὐτῶν πλῆθος ὡς ἐθεάσατο τοὺς ἀνὰ τὴν κώμην διεφθαρμένους, εἰς φυγὴν διεσκεδάσθη, κἂν εὐθέως τῇ νίκῃ τεθαρρηκὼς Ἡρώδης ἐπὶ Ἱεροσολύμων ἤλασεν, εἰ μὴ χειμῶνι διεκωλύθη σφοδροτάτῳ.1 τοῦτʼ ἐμπόδιον ἐκείνῳ τε παντελοῦς κατορθώματος καὶ ἥττης Ἀντιγόνῳ κατέστη βουλευομένῳ καταλιπεῖν ἤδη τὴν πόλιν.
敵はこの打撃に耐えられなかった。そのため、集結しつつあった彼らの大軍も、村じゅうで殺戮された味方の姿を見るや、逃亡して四散した。もし猛烈な冬の嵐に阻まれなかったならば、ヘロデはこの勝利に勢いづいて直ちにエルサレムへと進軍していたであろう。この天候こそが、彼にとっての完全な成功の妨げとなり、すでに都を放棄しようと決意していたアンティゴノスにとっては敗北の妨げとなった。
Ἡρώδης δὲ πρὸς ἑσπέραν [ἤδη] τοὺς φίλους κεκμηκότας ἐπὶ θεραπείᾳ τοῦ σώματος διαφεὶς καὶ αὐτὸς ὡς ἦν ἔτι θερμὸς ἐκ τῶν ὅπλων λουσόμενος ᾔει στρατιωτικώτερον· εἷς γοῦν αὐτῷ παῖς εἵπετο. καὶ πρὶν εἰς τὸ βαλανεῖον εἰσελθεῖν ἐναντίον αὐτοῦ τις ἐκτρέχει τῶν πολεμίων ξιφήρης, ἔπειτα δεύτερος καὶ τρίτος, ἑξῆς δὲ πλείους.
しかしヘロデは、日暮れになると疲労困憊した友人たちを身体の手入れのために解散させ、自らも戦闘の熱気がなお冷めやらぬまま、兵士らしく身軽に入浴へと赴いた。実際、彼に従っていた召使いは一人だけであった。ところが浴場に入る前に、敵のひとりが抜刀して彼の正面へ駆け出し、次いで二人目、三人目、さらに続いて数人が飛び出してきた。
οὗτοι καταπεφεύγεσαν μὲν ἐκ τῆς παρατάξεως εἰς τὸ βαλανεῖον ὡπλισμένοι, τέως δʼ ὑποπεπτηχότες καὶ διαλανθάνοντες ὡς ἐθεάσαντο τὸν βασιλέα, λυθέντες ὑπʼ ἐκπλήξεως αὐτὸν μὲν παρέτρεχον γυμνὸν ὄντα τρέμοντες, ἐπὶ δὲ τὰς ἐξόδους ἐχώρουν. τῶν μὲν οὖν ἄλλων οὐδεὶς παρῆν κατὰ τύχην ὁ συλληψόμενος τοὺς ἄνδρας, Ἡρώδῃ δʼ ἀπέχρη τὸ μηδὲν παθεῖν, ὥστε διαφεύγουσιν πάντες.
彼らは会戦から逃れて武器を帯びたまま浴場へと避難し、身を潜めて隠れていたのだが、王の姿を見るや驚愕のあまり気力を失い、裸のままのヘロデの前を震えながら駆け抜けて、出口へと向かった。たまたまその場には彼らを捕らえるべき他の者が誰も居合わせておらず、ヘロデにとっては無傷で済んだことで十分であったため、彼らは全員逃げおおせた。
Τῇ δʼ ὑστεραίᾳ Πάππον μὲν τὸν Ἀντιγόνου στρατηγὸν καρατομήσας, ἀνῄρητο δʼ ἐπὶ τῆς παρατάξεως, πέμπει τὴν κεφαλὴν Φερώρᾳ τἀδελφῷ ποινὴν τοῦ φονευθέντος αὐτῶν ἀδελφοῦ· καὶ γὰρ οὗτος ἦν ὁ τὸν Ἰώσηπον ἀνελών.
翌日、ヘロデは会戦で既に討ち取られていたアンティゴノスの将軍パッポスの首を刎ね、殺害された弟の仇討ちとして、その首を弟フェロラスのもとに送った。実にこの男こそがヨセポスを殺した張本人であったからである。
λωφήσαντος δὲ τοῦ χειμῶνος ἤλαυνεν ἐπὶ Ἱεροσολύμων καὶ μέχρι τοῦ τείχους ἀγαγὼν τὴν δύναμιν, συνήγετο δʼ αὐτῷ τρίτον ἔτος ἐξ οὗ βασιλεὺς ἐν Ῥώμῃ ἀπεδέδεικτο,2 πρὸ τοῦ ἱεροῦ στρατοπεδεύεται· ταύτῃ γὰρ ἦν ἐπίμαχον, καθʼ ὃ καὶ πρὶν εἷλεν Πομπήιος τὴν πόλιν.
冬が和らぐと、彼はエルサレムへ進軍し、城壁の目前まで軍勢を率いていくと――彼がローマで王に任命されてからちょうど三年目が満ちようとしていた――神殿の前に陣を敷いた。かつてポンペイウスが都を攻略したのもその地点であり、そこが攻めやすい場所であったからである。
διελὼν δὲ εἰς ἔργα τὴν στρατιὰν καὶ τεμὼν τὰ προάστεια τρία μὲν ἐγείρειν χώματα καὶ πύργους ἐποικοδομεῖν αὐτοῖς κελεύει, καταλιπὼν δὲ τοὺς ἀνυτικωτάτους τῶν ἑταίρων ἐπὶ τῶν ἔργων αὐτὸς εἰς Σαμάρειαν ᾔει τὴν Ἀλεξάνδρου τοῦ Ἀριστοβούλου μετιὼν θυγατέρα καθωμολογημένην ὡς ἔφαμεν αὐτῷ καὶ πάρεργον ποιούμενος τῆς πολιορκίας τὸν γάμον· ἤδη γὰρ ὑπερηφάνει τοὺς πολεμίους.
彼は軍勢を各工区に分割し、郊外の樹木を伐採して三つの土塁を築き、その上に塔を構築するよう命じた。そして同志の中でも最も手腕のある者たちを作業の監督に残し、自らはアリストブロスの子アレクサンドロスの娘で、先に述べたように彼と婚約していた女性を娶るため、結婚を包囲戦のついで仕事のようにみなしてサマリアへと向かった。彼はすでに敵を見くびっていたからである。
Γήμας δὲ ὑπέστρεψεν ἐπὶ Ἱεροσολύμων μετὰ μείζονος δυνάμεως· συνῆπτε δʼ αὐτῷ καὶ Σόσσιος μετὰ πλείστης στρατιᾶς ἱππέων τε καὶ πεζῶν, ἣν προεκπέμψας διὰ τῆς μεσογείου τὴν πορείαν αὐτὸς διὰ Φοινίκης ἐποιήσατο.3
結婚を終えると、彼はより大軍を率いてエルサレムへと戻った。さらにソッシウスも、騎兵と歩兵からなる極めて多数の軍勢を率いて彼と合流した。ソッシウスはその軍勢を内陸経由で先行させ、自らはフェニキア経由で進軍していたのである。
συναθροισθείσης δὲ τῆς ὅλης δυνάμεως εἰς ἕνδεκα μὲν τέλη πεζῶν, ἱππεῖς δὲ ἑξακισχιλίους δίχα τῶν ἀπὸ Συρίας συμμάχων, οἳ μέρος οὐκ ὀλίγον ἦσαν, καταστρατοπεδεύονται τοῦ βορείου τείχους πλησίον, αὐτὸς μὲν πεποιθὼς τοῖς τῆς συγκλήτου δόγμασιν, διʼ ὧν βασιλεὺς ἀπεδέδεικτο, Σόσσιος δὲ Ἀντωνίῳ τῷ πέμψαντι τὴν ὑπʼ αὐτῷ στρατιὰν Ἡρώδῃ σύμμαχον.
全軍が集結すると、歩兵十一軍団、騎兵六千、さらに少なからぬ割合を占めるシリアからの同盟軍となり、彼らは北側の城壁の近くに布陣した。ヘロデ自身は自分を王として宣言した元老院の決議を拠り所とし、ソッシウスは配下の軍勢をヘロデの同盟軍として派遣したアントニウスを拠り所としていた。
Τῶν δʼ ἀνὰ τὴν πόλιν Ἰουδαίων τὸ πλῆθος ποικίλως ἐτετάρακτο· καὶ γὰρ περὶ τὸν ναὸν ἀθροιζόμενον τὸ ἀσθενέστερον ἐδαιμονία καὶ πολλὰ θειωδέστερον πρὸς τοὺς καιροὺς ἐλογοποίει, καὶ τῶν τολμηροτέρων κατὰ στῖφος ἦσαν λῃστεῖαι πολύτροποι, μάλιστα τὰ περὶ τὴν πόλιν ἁρπαζόντων ἐπιτήδεια καὶ μήτε ἵπποις μήτε ἀνδράσιν ὑπολειπομένων τροφήν.
都の内部のユダヤ人の群衆は様々に動揺していた。神殿の周囲に集まった弱者たちは熱狂状態に陥り、時局に合わせて数々の神がかりな妄言を口にし、血気盛んな者たちは群れをなして様々な形態の略奪を働き、とりわけ都の周辺から食糧を奪い去って、馬にも人間にも糧食を一切残さなかった。
τοῦ γε μὴν μαχίμου τὸ εὐτακτότερον ἐτέτακτο πρὸς ἄμυναν τῆς πολιορκίας τούς τε χωννύντας εἶργον ἀπὸ τοῦ τείχους καὶ τοῖς ὀργάνοις ἀντιμηχανώμενον ἀεί τι κώλυμα καινότερον·4 ἐν οὐδενὶ δʼ οὕτως ὡς ἐν ταῖς μεταλλείαις περιῆσαν τῶν πολεμίων.
もっとも、戦士たちの中でより規律ある者たちは包囲に対する防衛に配置され、土塁を築く者たちを城壁から撃退し、攻城兵器に対して常に何かしら目新しい妨害工作を企てた。彼らが敵に対して最も優勢を示したのは、坑道戦においてであった。
- 1.339κἂν εὐθέως τῇ νίκῃ τεθαρρηκὼς Ἡρώδης ἐπὶ Ἱεροσολύμων ἤλασεν, εἰ μὴ χειμῶνι διεκωλύθη σφοδροτάτῳ
κἂν(καὶ ἄν)+直説法アオリスト(ἤλασεν)と条件節 εἰ μὴ+直説法アオリスト(διεκωλύθη)による過去の反実仮想構文。「もし猛烈な冬の嵐に阻まれなかったならば、直ちに進軍していたであろう」の意。
- 1.343συνήγετο δʼ αὐτῷ τρίτον ἔτος ἐξ οὗ βασιλεὺς ἐν Ῥώμῃ ἀπεδέδεικτο,
συνήγετο は非人称的・受動的な用法で「(歳月が)満ちようとしていた、満了に近づいていた」を表す。与格 αὐτῷ は「彼にとって」、ἐξ οὗ は「〜して以来」を表す接続詞句。
- 1.345ἣν προεκπέμψας διὰ τῆς μεσογείου τὴν πορείαν αὐτὸς διὰ Φοινίκης ἐποιήσατο
関係代名詞 ἣν(対格女性単数)は先行詞である前文の στρατιᾶς を受け、分詞 προεκπέμψας の目的語となっている。主節の主語 αὐτός(ソッシウス)と内語的対格を含む熟語 τὴν πορείαν ἐποιήσατο(進軍した)からなる構造。
- 1.348τοῖς ὀργάνοις ἀντιμηχανώμενον ἀεί τι κώλυμα καινότερον
分詞 ἀντιμηχανώμενον(中性単数主格)は、前の名詞句 τοῦ μαχίμου τὸ εὐτακτότερον(戦闘員のうちより規律ある者たち)を意味的・文法的に受けており、中性単数の集合名詞的主語と一致している。τοῖς ὀργάνοις は「攻城兵器に対して」という対抗の与格。
