← フラウィウス・ヨセフス

ユダヤ戦記

§1.292-1.302

マサダ救援とエルサレム進軍およびローマ軍の冬営

ヘロデはヨッペを落とし、マサダの親族を救出してエルサレムへ進軍するが、買収されたシロが糧食不足を理由に軍を撤退させようとする。ヘロデ自ら物資を調達して危機を脱し、妨害を図るアンティゴノスに対抗してエリコを制圧したのち、ローマ軍を各地に冬営させた。

表示 ▾
表示
訳
訳の書体
AI ↗
← 前次 →
§1.292

προύκειτο μὲν οὖν τὸ ἀναγκαιότατον ἀγώνισμα Μασάδα καὶ τὸ ῥύσασθαι πρῶτον τοὺς οἰκείους ἐκ τῆς πολιορκίας, γίνεται δʼ ἐμπόδιον Ἰόππη· ταύτην γὰρ ἐχρῆν πολεμίαν οὖσαν ἐξελεῖν πρότερον, ὡς μὴ χωροῦντος ἐπὶ Ἱεροσολύμων κατὰ νώτου τι τοῖς ἐχθροῖς ἔρυμα καταλείποιτο. συνῆπτεν δὲ καὶ Σίλων ἀσμένως τῆς ἀπαναστάσεως πρόφασιν εὑρών, ᾧ προσέκειντο Ἰουδαῖοι διώκοντες. ἐπὶ τούτους Ἡρώδης ἐκδραμὼν μετʼ ὀλίγου στίφους τρέπεται ταχέως καὶ Σίλωνα διασώζει κακῶς ἀμυνόμενον.

したがって、最も緊急の課題はマサダであり、何よりもまず包囲されている身内の者を救出することであったが、ヨッペがその障害となった。エルサレムへ進軍する際に背後に敵のための何らかの拠点が残されることのないよう、敵対していたこの町をあらかじめ攻略しておく必要があったからである。また、追撃してくるユダヤ人たちから圧迫を受けていたシロも、撤退の口実を見出して喜んで合流した。ヘロデは寡兵を率いて彼らに向かって突撃し、またたく間に蹴散らして、防戦もままならなかったシロを救出した。

§1.293

Ἔπειτα Ἰόππην ἑλὼν πρὸς τὴν Μασάδα ῥυσόμενος τοὺς οἰκείους ἠπείγετο. καὶ τῶν ἐπιχωρίων οὓς μὲν πατρῴα φιλία προσῆγεν, οὓς δὲ τὸ αὐτοῦ κλέος, οὓς δὲ τῆς ἐξ ἀμφοῖν εὐεργεσίας ἀμοιβή, πλείστους γε μὴν ἐλπὶς ὡς ἐκ βασιλέως βεβαίου, δυσκίνητός τε ἤδη δύναμις ἤθροιστο.

次いでヨッペを陥落させると、身内の者を救出するためにマサダへと急行した。現地の住民たちも、ある者は父祖伝来の友好関係から、ある者はヘロデ自身の武名から、ある者は父子両代からの恩顧に報いるために、そして最も多くの者は揺るぎない王となるとの期待から馳せ参じ、すでに容易には動かしがたい大軍が集結していた。

§1.294

προϊόντα δʼ Ἀντίγονος ἐνήδρευεν τὰ ἐπιτήδεια τῶν παρόδων προλοχίζων, ἐν οἷς οὐδὲν ἢ μικρὰ τοὺς πολεμίους ἔβλαπτεν. Ἡρώδης δὲ τοὺς ἐκ Μασάδας οἰκείους παραλαβὼν ῥᾳδίως καὶ Ῥῆσαν τὸ φρούριον ᾔει πρὸς τὰ Ἱεροσόλυμα· συνῆπτε δʼ αὐτῷ τὸ μετὰ Σίλωνος στρατιωτικὸν καὶ πολλοὶ τῶν ἐκ τῆς πόλεως τὴν ἰσχὺν καταπλαγέντες.

進軍するヘロデに対し、アンティゴノスは通路の要所に前もって伏兵を配置して待ち伏せしたが、敵にはほとんど、あるいは全く打撃を与えることができなかった。ヘロデは容易にマサダから身内の者たちを引き取り、レサ要塞をも手中に収めてエルサレムへと向かった。シロの指揮下にある軍勢や、その威勢に圧倒されたエルサレム市街の多くの住民たちも彼に合流した。

§1.295

Στρατοπεδευσαμένους δὲ κατὰ τὸ πρὸς δύσιν κλίμα τοῦ ἄστεος οἱ ταύτῃ φύλακες ἐτόξευόν τε καὶ ἐξηκόντιζον αὐτούς, ἄλλοι δὲ κατὰ στῖφος ἐκθέοντες ἀπεπειρῶντο τῶν προτεταγμένων. Ἡρώδης δὲ τὸ μὲν πρῶτον κηρύσσειν περὶ τὸ τεῖχος ἐκέλευεν ὡς ἐπʼ ἀγαθῷ τε παρείη τοῦ δήμου καὶ ἐπὶ σωτηρίᾳ τῆς πόλεως, μηδὲν μηδὲ τοὺς φανεροὺς ἐχθροὺς ἀμυνούμενος, δώσων δὲ καὶ τοῖς διαφορωτάτοις ἀμνηστίαν.

彼らが町の西側に陣を敷くと、そこの守備兵たちは彼らに矢や投槍を浴びせかけ、また別の部隊は集団で出撃して前衛を脅かした。ヘロデはまず城壁の周りで、民衆の利益と町の救済のために参じたのであり、公然たる敵に対しても一切の報復をせず、最も激しく対立した者たちにも大赦を与えると布告させた。

§1.296

ἐπεὶ δὲ ἀντιπαρηγοροῦντες οἱ περὶ τὸν Ἀντίγονον οὔτε κατακούειν τῶν κηρυγμάτων εἴων τινὰς οὔτε μεταβάλλεσθαι, τὸ λοιπὸν ἀμύνεσθαι τοὺς ἀπὸ τοῦ τείχους ἐπέτρεπεν τοῖς σφετέροις· οἱ δὲ ταχέως ἅπαντας ἀπὸ τῶν πύργων ἐτρέψαντο τοῖς βέλεσιν.

しかし、アンティゴノスの側近たちがこれに対抗して声を張り上げ、誰一人として布告に耳を傾けたり寝返ったりすることを許さなかったため、ヘロデはついに味方に城壁の上の敵を迎撃することを許可した。味方の兵らは射撃によって速やかに城壁の塔から敵をことごとく退却させた。

§1.297

Ἔνθα δὴ καὶ Σίλων ἀπεκαλύψατο τὴν δωροδοκίαν· ἐπισκευασάμενος1 γὰρ πολλοὺς τῶν στρατιωτῶν σπάνιν ἐπιτηδείων ἀναβοᾶν καὶ χρήματα εἰς τροφὰς ἀπαιτεῖν ἀπάγειν τε σφᾶς χειμεριοῦντας εἰς τοὺς ἰδίους τόπους, ἐπειδὴ τὰ περὶ τὴν πόλιν ἦν ἔρημα πάντα τῶν περὶ Ἀντίγονον προανεσκευασμένων,2 ἐκίνει τε τὸ στρατόπεδον καὶ ἀναχωρεῖν ἐπειρᾶτο.

まさにこの時、シロも買収されていた事実を露呈した。彼は多くの兵士を唆して兵糧不足を叫ばせ、食糧購入の金を要求させるとともに、アンティゴノス側の者たちが前もって町周辺をことごとく略奪し尽くして荒廃させていたため、兵士たちを冬営のためにそれぞれの任地へと退却させるよう要求させ、陣営を動かして撤退を試みたのである。

§1.298

Ἡρώδης δʼ ἐντυγχάνων τοῖς τε ὑπὸ τὸν Σίλωνα ἡγεμόσιν καὶ κατὰ πλῆθος τοῖς στρατιώταις ἐδεῖτο μὴ καταλιπεῖν αὐτὸν ὑπό τε Καίσαρος καὶ Ἀντωνίου καὶ τῆς συγκλήτου προπεμφθέντα· λύσειν γὰρ αὐθημερὸν αὐτῶν τὰς ἀπορίας. καὶ μετὰ τὴν δέησιν [εὐθέως] ὁρμήσας αὐτὸς εἰς τὴν χώραν τοσαύτην αὐτοῖς ἐπιτηδείων ἀφθονίαν ἐκόμισεν, ὡς πάσας ἀποκόψαι τὰς Σίλωνος προφάσεις, εἴς τε τὰς ἑξῆς ἡμέρας μὴ διαλιπεῖν τὴν χορηγίαν προνοούμενος ἐπέστελλεν τοῖς περὶ Σαμάρειαν, ᾠκείωτο δʼ ἡ πόλις αὐτῷ, σῖτον καὶ οἶνον καὶ ἔλαιον καὶ βοσκήματα κατάγειν εἰς Ἱεριχοῦντα.

そこでヘロデは、シロ配下の隊長たちや兵士たちの集団に直談判し、カエサルやアントニウス、そして元老院から送り出された自分を見捨てないよう懇願し、その日のうちに彼らの不足を解消すると約束した。 そして懇願ののち、自ら直ちに周辺の地域へ繰り出し、シロのあらゆる口実を封じるほどにおびただしい物資を彼らに運び込んだ。さらに以後の日々においても補給が途絶えないよう配慮し、彼に心服していたサマリアの住民たちに、穀物やぶどう酒、オリーブ油、家畜をエリコへと運び込むよう命じた。

§1.300

ταῦτʼ ἀκούσας Ἀντίγονος διέπεμψεν περὶ τὴν χώραν εἴργειν καὶ λοχᾶν τοὺς σιτηγοὺς κελεύων. οἱ δʼ ὑπήκουον, καὶ πολὺ πλῆθος ὁπλιτῶν ὑπὲρ τὴν Ἱεριχοῦντα συνηθροίσθη· διεκαθέζοντο δὲ ἐπὶ τῶν ὀρῶν παραφυλάσσοντες τοὺς τὰ ἐπιτήδεια ἐκκομίζοντας.

これを聞いたアンティゴノスは領内に使いを送り、糧食の運搬者を妨害し待ち伏せするよう命じた。彼らはこれに従い、エリコの上方に多数の重装歩兵が集結した。彼らは山々に陣取り、物資を運び出す者たちを監視した。

§1.301

οὐ μὴν Ἡρώδης ἠρέμει, δέκα δὲ σπείρας ἀναλαβών, ὧν πέντε μὲν Ῥωμαίων πέντε δὲ Ἰουδαίων ἦσαν ἔχουσαι καὶ μισθοφόρους μιγάδας πρὸς οἷς ὀλίγους τῶν ἱππέων, ἐπὶ τὴν Ἱεριχοῦντα παραγίνεται, καὶ τὴν μὲν πόλιν καταλελειμμένην εὑρίσκει, πεντακοσίους δὲ τὰ ἄκρα κατειληφότας σὺν γυναιξὶν καὶ γενεαῖς.

しかしヘロデは手をこまねいてはいなかった。五個はローマ兵、五個はユダヤ兵からなり混成の傭兵たちをも含む十個大隊と、さらに少数の騎兵を率いてエリコに急行した。町は放棄されているのを発見したが、五百人が妻子とともに高台を占拠していた。

§1.302

αὐτοὺς μὲν οὖν ἀπολύει λαβών, Ῥωμαῖοι δʼ εἰσπεσόντες τὸ λοιπὸν ἄστυ διήρπασαν πλήρεις καταλαμβάνοντες τὰς οἰκίας παντοίων κειμηλίων. Ἱεριχοῦντος μὲν οὖν φρουρὰν ὁ βασιλεὺς καταλιπὼν ὑπέστρεψεν καὶ χειμεριοῦσαν τὴν Ῥωμαίων στρατιὰν εἰς τὰς προσκεχωρηκυίας διαφῆκεν Ἰδουμαίαν καὶ Γαλιλαίαν καὶ Σαμάρειαν. ἐπέτυχεν δὲ καὶ Ἀντίγονος παρὰ τῆς Σίλωνος δωροδοκίας ὑποδέξασθαι τοῦ στρατοῦ μοῖραν ἐν Λύδδοις θεραπεύων Ἀντώνιον.3

ヘロデは彼らを捕らえたものの解放した。一方、ローマ兵たちは残りの町に乱入し、家々に溢れるあらゆる財宝を目にしてこれを略奪した。ヘロデ王はエリコに守備隊を残して引き返し、冬営に入るローマ軍を、すでに帰順していたイドマヤ、ガリラヤ、サマリアへと分散させた。一方、アンティゴノスもシロを買収したおかげで、アントニウスの機嫌を取る名目で、軍の一部をリュッダに冬営地として受け入れる許可を得た。

構文注3 件
  1. 1.297ἐπισκευασάμενος

    動詞 ἐπισκευάζω の中動態分詞で、ここでは「(兵士たちを)唆して/指図して…させる」という使役的・使嗾的な意味で機能している。直後の不定詞(ἀναβοᾶν, ἀπαιτεῖν)の意味上の主語は πολλοὺς τῶν στρατιωτῶν であり、分詞自身が目的語としてこれを取っている。

  2. 1.297τῶν περὶ Ἀντίγονον προανεσκευασμένων

    独立属格構文。動詞 προανασκευάζω(前もって略奪・荒廃させる)の中動態あるいは受動態完了分詞であり、ここでは能動・使役的(「アンティゴノスの一派が前もって荒廃させていたので」)に解される。意味上の主語は τῶν περὶ Ἀντίγονον であり、補われる目的語(τὰ περὶ τὴν πόλιν)が先行する節の主語(τὰ περὶ τὴν πόλιν ἦν ἔρημα πάντα)と一致し、その叙述を原因として補足する構文である。

  3. 1.302ἐπέτυχεν δὲ καὶ Ἀντίγονος παρὰ τῆς Σίλωνος δωροδοκίας ὑποδέξασθαι τοῦ στρατοῦ μοῖραν ἐν Λύδδοις θεραπεύων Ἀντώνιον

    文の骨格は ἐπέτυχεν Ἀντίγονος ... ὑποδέξασθαι(アンティゴノスは…を受け入れることを獲得した/許された)。παρὰ τῆς Σίλωνος δωροδοκίας は「シロへの買収の結果として/手土産として」という原因・手段を表す。末尾の分詞句 θεραπεύων Ἀντώνιον は主語 Ἀντίγονος に係り、「アントニウスの機嫌を取るために/歓心を買いながら」という意図・口実を示す。

翻訳:Gemini 3.8 Flash・日本語訳と原文の修正なしurn:cts:greekLit:tlg0526.tlg004.humanitext-grc2:1.292-1.302