← フラウィウス・ヨセフス

ユダヤ戦記

§1.246-1.257

パルティア軍の侵攻とパコロスの罠

アントニウスがエルサレムからの使節を武力で鎮圧した後、パルティア軍がシリアを占領し、アンティゴノスは多額の報酬を約して彼らの後ろ盾を得る。パルティア王子パコロスは調停者を装ってエルサレムに入り、ファサエロスとヒュルカノスを欺いて敵地に誘い出す。

表示 ▾
表示
訳
訳の書体
AI ↗
← 前次 →
§1.246

Πρὸ δὲ τούτου πολλὰ παρῄνει προελθὼν ἐπὶ τὸν αἰγιαλὸν Ἡρώδης σὺν Ὑρκανῷ μήθʼ ἑαυτοῖς ἀπωλείας αἰτίους μήτε τῇ πατρίδι πολέμου γίνεσθαι φιλονεικοῦντας ἀκρίτως.1 τῶν δὲ ἔτι μᾶλλον ἀγανακτούντων Ἀντώνιος ἐκπέμψας ὁπλίτας πολλοὺς μὲν ἀπέκτεινεν, πολλοὺς δὲ ἔτρωσεν· ὧν οἵ τε πεσόντες ταφῆς καὶ οἱ τραυματίαι θεραπείας ἠξιώθησαν ὑπὸ Ὑρκανοῦ.

しかしこれに先立ち、ヘロデはヒュルカノスとともに海岸へ進み出て、無分別に張り合うことで自分自身に破滅を招いたり祖国に戦争をもたらしたりしないよう、繰り返し説得した。だが彼らがなおいっそう憤慨したため、アントニウスは重装歩兵たちを繰り出して多数の者を殺害し、多数の者を負傷させた。倒れた者たちは埋葬を、負傷者たちは治療をヒュルカノスによって施された。

§1.247

οὐ μὴν οἱ διαφυγόντες ἠρέμουν, ἀλλὰ τὰ κατὰ τὴν πόλιν συνταράσσοντες παρώξυναν Ἀντώνιον ὥστε καὶ τοὺς δεσμώτας ἀποκτεῖναι.

それでも逃走した者たちは静まることなく、市内で騒乱を引き起こしてアントニウスを刺激したため、彼はいよいよ囚人たちをも処刑するに至った。

§1.248

Μετὰ δὲ ἔτη δύο Βαζαφράνου τοῦ Πάρθων σατράπου σὺν Πακόρῳ τῷ βασιλέως υἱῷ Συρίαν κατασχόντος Λυσανίας ἀναδεδεγμένος ἤδη τὴν ἀρχὴν τοῦ πατρὸς τελευτήσαντος, Πτολεμαῖος δʼ ἦν οὗτος ὁ Μενναίου,2 πείθει τὸν σατράπην ὑποσχέσει χιλίων ταλάντων καὶ πεντακοσίων γυναικῶν καταγαγεῖν ἐπὶ τὰ βασίλεια τὸν Ἀντίγονον, καταλῦσαι δὲ τὸν Ὑρκανόν.

それから二年後、パルティアのサトラップであるバルザプラネスが王の息子パコロスとともにシリアを占領したとき、父が死去してすでに支配権を継承していたリュサニアス――この父とはメンナイオスの息子プトレマイオスであったが――は、千タラントンと五百人の女性を提供することを約束して、アンティゴノスを王座に復帰させ、ヒュルカノスを廃位させるようサトラップを説得した。

§1.249

τούτοις ὑπαχθεὶς Πάκορος αὐτὸς μὲν ᾔει κατὰ τὴν παράλιον, Βαζαφράνην δὲ διὰ τῆς μεσογείου προσέταξεν ἐμβαλεῖν. τῶν δʼ ἐπιθαλαττίων Τύριοι Πάκορον οὐκ ἐδέξαντο καίτοι Πτολεμαιῶν καὶ Σιδωνίων δεδεγμένων. ὁ δʼ οἰνοχόῳ τινὶ τῶν βασιλικῶν ὁμωνύμῳ μοῖραν τῆς ἵππου παραδοὺς προεμβαλεῖν ἐκέλευσεν εἰς τὴν Ἰουδαίαν κατασκεψόμενόν τε τὰ τῶν πολεμίων καὶ πρὸς ἃ δέοι βοηθήσοντα Ἀντιγόνῳ.

これに唆されたパコロスは自ら海岸沿いを進み、バルザプラネスには内陸を通って侵入するよう命じた。沿岸の住民のうちティロス人は、プトレマイス人やシドン人が受け入れたにもかかわらず、パコロスを受け入れなかった。そこで彼は、同名の王付き給仕長の一人に騎兵の一隊を委ね、敵の情勢を偵察し、必要に応じてアンティゴノスを救援させるため、あらかじめユダヤへ侵入するよう命じた。

§1.250

Τῶν δὲ λῃζομένων τὸν Κάρμηλον πολλοὶ Ἰουδαῖοι συνδραμόντες πρὸς Ἀντίγονον προθύμους ἑαυτοὺς ἐπὶ τὴν εἰσβολὴν παρεῖχον. ὁ δὲ αὐτοὺς ἐπὶ τὸν καλούμενον Δρυμὸν προέπεμψεν τὸ χωρίον καταλαβεῖν· ἐν ᾧ γενομένης συμβολῆς ὠσάμενοι τοὺς πολεμίους καὶ διώξαντες ἐπὶ Ἱεροσολύμων ἔθεον γενόμενοί τε πλείους μέχρι τῶν βασιλείων προῆλθον.

カルメル山で略奪を働いていた者たちのうち、多くのユダヤ人がアンティゴノスのもとに集まり、この侵攻に自ら進んで身を投じた。彼は彼らをいわゆる「ドリュモス(森林地)」へ派遣してその拠点を占領させた。そこで衝突が生じると、彼らは敵を押し戻し、追撃しながらエルサレムへ疾走し、数を増しながら王宮の前まで進軍した。

§1.251

Ὑρκανοῦ δὲ καὶ Φασαήλου δεξαμένων αὐτοὺς καρτερῷ στίφει μάχη κατὰ τὴν ἀγορὰν συρρήγνυται, καθʼ ἣν τρεψάμενοι τοὺς πολεμίους οἱ περὶ Ἡρώδην κατακλείουσιν εἰς τὸ ἱερὸν καὶ φρουροὺς αὐτῶν ἄνδρας ἑξήκοντα ταῖς πλησίον οἰκίαις ἐγκατέστησαν.

ヒュルカノスとファサエロスが強固な一隊を率いて彼らを迎え撃つと、市場で戦闘が勃発した。その中でヘロデの率いる部隊は敵を撃退して神殿の中に封じ込め、彼らの監視役として六十人の兵士を近隣の家々に配置した。

§1.252

τούτους μὲν ὁ στασιάζων πρὸς τοὺς ἀδελφοὺς λαὸς ἐπελθὼν ἐμπίπρησιν, Ἡρώδης δὲ τοῦ δήμου πολλοὺς κατʼ ὀργὴν τῶν ἀπολωλότων ἀναιρεῖ συμβαλών, καὶ καθʼ ἡμέραν ἐπεκθεόντων ἀλλήλοις κατὰ λόχους φόνος ἦν ἀδιάλειπτος.

兄弟たちに対して反乱を起こしていた民衆は彼らを襲撃して焼き殺したが、ヘロデは死者たちへの怒りから会戦に及んで民衆の多くを討ち取った。そして日々、小隊ごとに互いに突撃し合って絶え間ない殺戮が続いた。

§1.253

Ἐνστάσης δʼ ἑορτῆς, ἣ πεντηκοστὴ καλεῖται, τά τε περὶ τὸ ἱερὸν πάντα καὶ ἡ πόλις ὅλη πλήθους τῶν ἀπὸ τῆς χώρας ἀναπίμπλαται τὸ πλέον ὁπλιτῶν. καὶ Φασάηλος μὲν τὸ τεῖχος, Ἡρώδης δʼ οὐ μετὰ πολλῶν ἐφρούρει τὰ βασίλεια· καὶ τοῖς πολεμίοις ἐπεκδραμὼν ἀσυντάκτοις κατὰ τὸ προάστειον πλείστους μὲν ἀναιρεῖ, τρέπεται δὲ πάντας καὶ τοὺς μὲν εἰς τὴν πόλιν, τοὺς δὲ εἰς τὸ ἱερόν, τοὺς δὲ εἰς τὸ ἔξω χαράκωμα ἐγκλείει.

五旬節と呼ばれる祭りが巡ってくると、神殿周辺の至る所も市内全体も、地方からやって来た群衆、その大部分は重装兵で満ち溢れた。そしてファサエロスは市壁を、ヘロデは少数の兵とともに王宮を警備していた。ヘロデは郊外で隊列の乱れていた敵へ突撃し、大半を討ち取り、すべてを潰走させて、ある者を市内へ、ある者を神殿へ、またある者を外の防壁の内側へと追い込んだ。

§1.254

κἀν τούτῳ διαλλακτὴν μὲν Ἀντίγονος παρακαλεῖ Πάκορον εἰσαφεῖναι, Φασάηλος δὲ πεισθεὶς τῇ τε πόλει καὶ ξενίᾳ τὸν Πάρθον εἰσδέχεται μετὰ πεντακοσίων ἱππέων, προφάσει μὲν ἥκοντα τοῦ παῦσαι τὴν στάσιν.3

その間にアンティゴノスは調停者としてパコロスを市内に入れるよう懇願し、ファサエロスは説得されて、このパルティア人を五百の騎兵とともに市内へ、また歓待をもって迎え入れた。

§1.255

τὸ δὲ ἀληθὲς Ἀντιγόνῳ βοηθόν. τὸν γοῦν Φασάηλον ἐνεδρεύων ἀνέπεισεν πρὸς Βαζαφράνην πρεσβεύσασθαι περὶ καταλύσεως, καίτοι γε πολλὰ ἀποτρέποντος Ἡρώδου καὶ παραινοῦντος ἀναιρεῖν τὸν ἐπίβουλον, ἀλλὰ μὴ ταῖς ἐπιβουλαῖς ἑαυτὸν ἐκδιδόναι, φύσει γὰρ ἀπίστους εἶναι τοὺς βαρβάρους, ἔξεισιν Ὑρκανὸν παραλαβών, καὶ Πάκορος, ὡς ἧττον ὑποπτεύοιτο, καταλιπὼν παρʼ Ἡρώδῃ τινὰς τῶν καλουμένων Ἐλευθέρων ἱππέων τοῖς λοιποῖς προέπεμψεν Φασάηλον.4

彼は内乱を鎮静化するという名目でやって来たのであったが、実のところはアンティゴノスの救援者であった。事実、彼はファサエロスに罠を仕掛け、和睦についてバルザプラネスに使節として赴くよう説き伏せた。ヘロデが激しく引き止め、この陰謀者を討ち取るべきであって自らを罠に差し出すべきではない、異民族は生まれつき不実なのだからと忠告したにもかかわらず、〔ファサエロスは〕ヒュルカノスを伴って出立した。そしてパコロスは、疑いを抱かせないよう、「自由人」と呼ばれる騎兵の幾人かをヘロデのもとに残し、残りの騎兵たちとともにファサエロスを送り出した。

§1.256

Ὡς δʼ ἐγένοντο κατὰ τὴν Γαλιλαίαν, τοὺς μὲν ἐπιχωρίους ἀφεστῶτας κἀν τοῖς ὅπλοις ὄντας καταλαμβάνουσιν, τῷ σατράπῃ δὲ ἐνετύγχανον πανούργῳ σφόδρα καὶ ταῖς φιλοφρονήσεσιν τὴν ἐπιβουλὴν καλύπτοντι· δῶρα γοῦν δοὺς αὐτοῖς ἔπειτα ἀναχωροῦντας ἐλόχα.

彼らがガリラヤ地方に至ると、現地の者たちが反乱を起こして武器を取っているのを目撃したが、サトラップにも対面した。彼はきわめて狡猾で、親切な振る舞いで陰謀を覆い隠していた。実際、彼は彼らに贈り物を与えた後、帰路につく彼らを待ち伏せしたのである。

§1.257

τοῖς δʼ αἴσθησις γίνεται τῆς ἐπιβουλῆς καταχθεῖσιν εἴς τι τῶν παραθαλασσίων χωρίων, ὃ καλεῖται Ἐκδίππων· ἐκεῖ γὰρ τήν τε ὑπόσχεσιν τῶν χιλίων ἤκουσαν ταλάντων καὶ ὡς Ἀντίγονος τὰς πλείστας τῶν παρʼ αὐτοῖς γυναικῶν ἐν ταῖς πεντακοσίαις καθοσιώσειεν Πάρθοις,

エクディッポンと呼ばれる海沿いの拠点の一つに案内された時、彼らは陰謀を察知した。そこで彼らは千タラントンの約束と、アンティゴノスが自分たち側の女性の大半をその五百人のうちに〔含めて〕パルティア人に差し出す誓約をしたということを耳にしたからである。

構文注4 件
  1. 1.246μήθʼ ἑαυτοῖς ἀπωλείας αἰτίους μήτε τῇ πατρίδι πολέμου γίνεσθαι φιλονεικοῦντας ἀκρίτως

    動詞 παρῄνει(勧告した)に続く否定の不定詞構文(μήτε... μήτε γίνεσθαι)。意味上の主語(使節団)が対格分詞 φιλονεικοῦντας(軽率に抗争しながら)および対格補語 αἰτίους(原因となること)で一致している。

  2. 1.248Πτολεμαῖος δʼ ἦν οὗτος ὁ Μενναίου

    主文の主語 Λυσανίας に対し、直前の πατρὸς τελευτήσαντος(父の死)における「父」が何者かを補足説明する挿入句。「この父とはメンナイオスの息子プトレマイオスであった」の意。

  3. 1.254προφάσει μὲν ἥκοντα τοῦ παῦσαι τὴν στάσιν

    名詞 προφάσει(口実で)に冠詞付き属格不定詞 τοῦ παῦσαι(鎮定するための)が目的・内容の属格として係り、「内乱を鎮めるという口実で来た」の意をなす。分詞 ἥκοντα は εἰσδέχεται の目的語 τὸν Πάρθον を修飾する対格。

  4. 1.255καταλιπὼν παρʼ Ἡρώδῃ τινὰς τῶν καλουμένων Ἐλευθέρων ἱππέων τοῖς λοιποῖς προέπεμψεν Φασάηλον

    主語は前述の分文から移ったパコロス(Πάκορος)。与格 τοῖς λοιποῖς(残りの者たちをもって)は手段・随伴を表し、「残りの騎兵を連れてファサエロスを警護/護送させた」の意。

翻訳:Gemini 3.8 Flash・日本語訳と原文の修正なしurn:cts:greekLit:tlg0526.tlg004.humanitext-grc2:1.246-1.257