← フラウィウス・ヨセフス

ユダヤ戦記

§1.22-1.31

全七巻の構成要目とアンティオコス時代の叙述開始

著者はローマ軍の軍規、パレスチナの地誌、エルサレム包囲戦と神殿の構造・祭儀、および陥落に至る詳細な経緯を七巻の書物に記録したと宣言し、アンティオコス・エピファネス時代の内紛から始まる本論の記述へと移行する。

表示 ▾
表示
訳
訳の書体
AI ↗
← 前次 →
§1.22

ἔνθα δὴ καὶ τὰ περὶ τῆς Ῥωμαίων ἐν πολέμοις εὐταξίας καὶ τὴν ἄσκησιν τῶν ταγμάτων, τῆς τε Γαλιλαίας ἑκατέρας τὰ διαστήματα καὶ τὴν φύσιν καὶ τοὺς τῆς Ἰουδαίας ὅρους, ἔτι τε τῆς χώρας τὴν ἰδιότητα, λίμνας τε καὶ πηγὰς τὰς ἐν αὐτῇ, καὶ τὰ περὶ ἑκάστην πόλιν τῶν ἁλισκομένων πάθη μετὰ ἀκριβείας, ὡς εἶδον ἢ ἔπαθον, δίειμι. οὐδὲ γὰρ τῶν ἐμαυτοῦ τι συμφορῶν ἀποκρύψομαι μέλλων γε πρὸς εἰδότας ἐρεῖν.

その箇所において、戦争におけるローマ軍の規律と諸軍団の訓練、両ガリラヤの距離と地勢、ユダヤの境界、さらにその地方の特性やそこにある湖や泉、そして各々の占領された都市で起きた惨禍について、私自身が見たことや被ったことのままに、正確に詳述するつもりである。なにしろ、真相を知る者たちに対して語ろうとしている以上、私自身の身に起きた災難についても何一つ隠すつもりはないからである。

§1.23

Ἔπειθʼ ὡς ἤδη καμνόντων Ἰουδαίοις τῶν πραγμάτων1 θνήσκει μὲν Νέρων, Οὐεσπασιανὸς δὲ ἐπὶ Ἱεροσολύμων ὡρμημένος ὑπὸ τῆς ἡγεμονίας ἀνθέλκεται· τά τε γενόμενα περὶ ταύτης αὐτῷ σημεῖα καὶ τὰς ἐπὶ Ῥώμης μεταβολάς, καὶ ὡς αὐτὸς ὑπὸ τῶν στρατιωτῶν ἄκων αὐτοκράτωρ ἀποδείκνυται, καὶ ἀποχωρήσαντος ἐπὶ διοικήσει τῶν ὅλων εἰς τὴν Αἴγυπτον ἐστασιάσθη τὰ τῶν Ἰουδαίων, ὅπως τε ἐπανέστησαν αὐτοῖς οἱ τύραννοι, καὶ τὰς τούτων πρὸς ἀλλήλους διαφοράς. Καὶ ὡς ἄρας ἀπὸ τῆς Αἰγύπτου Τίτος δεύτερον εἰς τὴν χώραν ἐνέβαλεν, ὅπως τε τὰς δυνάμεις καὶ ὅπου συνήγαγε καὶ ὁπόσας, καὶ ὅπως ἐκ τῆς στάσεως ἡ πόλις διέκειτο παρόντος αὐτοῦ, προσβολάς τε ὅσας ἐποιήσατο καὶ ὁπόσα χώματα, περιβόλους τε τῶν τριῶν τειχῶν καὶ τὰ μέτρα τούτων, τήν τε τῆς πόλεως ὀχυρότητα καὶ τοῦ ἱεροῦ καὶ τοῦ ναοῦ τὴν διάθεσιν, ἔτι δὲ τούτων καὶ τοῦ βωμοῦ τὰ μέτρα πάντα μετʼ ἀκριβείας, ἔθη τε ἑορτῶν ἔνια καὶ τὰς ἑπτὰ ἁγνείας καὶ τὰς τῶν ἱερέων λειτουργίας, ἔτι δὲ τὰς ἐσθῆτας τῶν ἱερέων καὶ τοῦ ἀρχιερέως, καὶ οἷον ἦν τοῦ ναοῦ τὸ ἅγιον, οὐδὲν οὔτε ἀποκρυπτόμενος οὔτε προστιθεὶς τοῖς πεφωραμένοις.

次いで、ユダヤ人の情勢がすでに逼迫していた頃にネロがいかに没し、エルサレムへと進軍していたウェスパシアヌスがいかに帝国支配の責務によって引き戻されたか、この権力に関して彼に現れた前兆やローマにおける政変、彼自身がいかに兵士たちによって意に反して皇帝に推戴され、全帝国の統治のためにエジプトへ退いたのちに、ユダヤ人の内部がいかに内紛に陥り、僭主たちがいかに彼らに対して蜂起し、これら僭主たちが互いにいかなる抗争を繰り広げたか、そしてティトゥスがいかにエジプトを進発して二度目にこの地へ侵入したか、彼がいかに、どこで、どれほどの兵力を集結させたか、彼が臨席する中でこの都市が内紛によりいかなる惨状にあったか、彼がいかに多くの攻撃を加え、どれほどの土塁を築いたか、三つの城壁の周囲の長さとその寸法、都市の堅固さならびに神殿とその内殿の構造、さらにこれらや祭壇のすべての寸法を正確に、祭日のいくつかの慣習、七つの潔めの儀式と祭司たちの職務、さらには祭司たちと大祭司の衣服、内殿の至聖所がいかなるものであったかを、明るみに出ている事実に何も隠さず、また付け加えることもなく詳述するつもりである。

§1.27

Ἔπειτα διέξειμι τήν τε τῶν τυράννων πρὸς τοὺς ὁμοφύλους ὠμότητα καὶ τὴν Ῥωμαίων φειδὼ πρὸς τοὺς ἀλλοφύλους, καὶ ὁσάκις Τίτος σῶσαι τὴν πόλιν καὶ τὸν ναὸν ἐπιθυμῶν ἐπὶ δεξιὰς τοὺς στασιάζοντας προυκαλέσατο, διακρινῶ δὲ τὰ πάθη τοῦ δήμου καὶ τὰς συμφορὰς ὅσα τε ὑπὸ τοῦ πολέμου καὶ ὅσα ὑπὸ τῆς στάσεως καὶ ὅσα ὑπὸ τοῦ λιμοῦ κακωθέντες ἑάλωσαν.

続いて、同胞に対する僭主たちの残虐さと、異民族に対するローマ軍の寛容さ、そしてティトゥスが都市と神殿を救うことを望んで、いかに度々反乱勢力に講和を促したかを詳述し、民衆の受難と悲惨、すなわち戦争によって、内紛によって、そして飢饉によって彼らがいかに打ちのめされて捕らえられたかを区別して述べるであろう。

§1.28

παραλείψω δὲ οὐδὲ τὰς τῶν αὐτομόλων ἀτυχίας οὐδὲ τὰς τῶν αἰχμαλώτων κολάσεις, ὅπως τε ὁ ναὸς ἄκοντος ἐνεπρήσθη Καίσαρος καὶ ὅσα τῶν ἱερῶν κειμηλίων ἐκ τοῦ πυρὸς ἡρπάγη τήν τε τῆς ὅλης πόλεως ἅλωσιν καὶ τὰ πρὸ ταύτης σημεῖα καὶ τέρατα καὶ τὴν αἰχμαλωσίαν τῶν τυράννων τῶν τε ἀνδραποδισθέντων τὸ πλῆθος καὶ εἰς ἣν ἕκαστοι τύχην διενεμήθησαν· καὶ ὡς Ῥωμαῖοι μὲν ἐπεξῆλθον τὰ λείψανα τοῦ πολέμου καὶ τὰ ἐρύματα τῶν χωρίων καθεῖλον, Τίτος δὲ πᾶσαν ἐπελθὼν τὴν χώραν κατεστήσατο, τήν τε ὑποστροφὴν αὐτοῦ τὴν εἰς Ἰταλίαν καὶ τὸν θρίαμβον.

私は脱走者たちの不運も捕虜たちの処罰も省くことはなく、皇帝の意に反していかに神殿が放火されたか、いかに多くの神聖な至宝が炎の中から奪い去られたか、全都市の陥落とその前に生じた前兆や怪異、僭主たちの虜囚、奴隷にされた群衆の数とそれぞれがどのような運命に分配されたか、そしてローマ軍がいかに戦争の残敵を一掃して各地の砦を破壊したか、ティトゥスがいかに全土を巡って秩序を整えたか、ならびに彼のイタリアへの帰還と凱旋式を記すであろう。

§1.30

Ταῦτα πάντα περιλαβὼν ἐν ἑπτὰ βιβλίοις καὶ μηδεμίαν τοῖς ἐπισταμένοις τὰ πράγματα καὶ παρατυχοῦσι τῷ πολέμῳ καταλιπὼν ἢ μέμψεως ἀφορμὴν ἢ κατηγορίας, τοῖς γε τὴν ἀλήθειαν ἀγαπῶσιν, ἀλλὰ μὴ πρὸς ἡδονὴν ἀνέγραψα.2 ποιήσομαι δὲ ταύτην τῆς ἐξηγήσεως ἀρχήν, ἣν καὶ τῶν κεφαλαίων ἐποιησάμην.

これらすべてを全七巻に収め、事実を知り戦争に立ち会った者たちにいかなる非難や告発の口実も残さぬよう、真実を愛する者たちのために、へつらいに流されることなく私は書き記した。そして私は、概要の筆頭に置いたまさにその事柄から、本論の叙述を開始することにしよう。

§1.31

Στάσεως τοῖς δυνατοῖς Ἰουδαίων ἐμπεσούσης καθʼ ὃν καιρὸν Ἀντίοχος ὁ κληθεὶς Ἐπιφανὴς διεφέρετο περὶ ὅλης Συρίας πρὸς Πτολεμαῖον τὸν ἕκτον, ἡ φιλοτιμία δʼ ἦν αὐτοῖς περὶ δυναστείας ἑκάστου τῶν ἐν ἀξιώματι μὴ φέροντος τοῖς ὁμοίοις ὑποτετάχθαι, Ὀνίας μὲν εἷς τῶν ἀρχιερέων ἐπικρατήσας ἐξέβαλε τῆς πόλεως τοὺς Τωβία υἱούς.3

エピファネスと呼ばれたアンティオコスがシリア全土をめぐってプトレマイオス六世と争っていた時代に、ユダヤの有力者たちの間に内紛が生じた。彼らの野心は権力を巡るものであり、高位にある者たちがそれぞれ同輩の下に服従することに耐えられなかったため、大祭司の一人であったオニアスが優勢となって、トビアの息子たちを都市から追放した。

構文注3 件
  1. 1.23ἤδη καμνόντων Ἰουδαίοις τῶν πραγμάτων

    καμνόντων ... τῶν πραγμάτων は絶対属格構文(「情勢が逼迫/衰微していたとき」)であり、その内部の Ἰουδαίοις は不利益の与格(dativus incommodi)として係っている。「ユダヤ人にとって情勢が立ち行かなくなっていた」の意。

  2. 1.30τοῖς γε τὴν ἀλήθειαν ἀγαπῶσιν, ἀλλὰ μὴ πρὸς ἡδονὴν ἀνέγραψα

    与格句 τοῖς γε τὴν ἀλήθειαν ἀγαπῶσιν は動詞 ἀνέγραψα に直接係る(「真実を愛する者たちのために書き記した」)。後続の ἀλλὰ μὴ πρὸς ἡδονήν は前置詞句副詞用法(「歓心を買うためではなく」)で、記述の目的・態度を示し、述語動詞のあり方を修飾している。

  3. 1.31τοὺς Τωβία υἱούς

    Τωβία はヘブライ語・アラム語起源の固有名詞トビア(טוֹבִיָּה)の属格形であり、ギリシア語第一変化名詞の属格語尾 -α(ドーリス方言的語尾、新約やヘレニズム期ギリシア語の固有名詞に頻出)を取っている。「トビアの息子たち」を意味する対格目的語句である。

翻訳:Gemini 3.8 Flash・日本語訳と原文の修正なしurn:cts:greekLit:tlg0526.tlg004.humanitext-grc2:1.22-1.31