- 底本
- Flavius Josephus. Flavii Iosephi Opera, Vol. 6. Niese, Benedikt, editor. Berlin: Weidmann, 1895.
- 翻訳
- AI生成(gemini-3.8-flash) — 機械翻訳のため誤りを含む場合があります
- 言語
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0526.tlg004.humanitext-grc2:1.200-1.211
- 出力
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
アンティパトロスは城壁を再建して息子ファサエロスとヘロデを各地の長官に任じ、ヘロデは盗賊討伐で名声を博すが、その武勲を妬んだ廷臣たちの煽動により裁判に召喚されるも、セクストゥス・カエサルの介入とヒルカノスの好意で赦免される。
τὰς μὲν δὴ τιμὰς ταύτας Καῖσαρ ἐπέστελλεν ἐν τῷ Καπετωλίῳ χαραχθῆναι τῆς τε αὐτοῦ δικαιοσύνης σημεῖον καὶ τῆς τἀνδρὸς ἐσομένας1 ἀρετῆς.
カエサルはこれらの栄誉を、自らの正義とこの男の卓越性の証となるものとして、カピトリウムに刻みつけるよう命じた。
Ἀντίπατρος δὲ Καίσαρα προπέμψας ἐκ τῆς Συρίας εἰς Ἰουδαίαν ὑπέστρεψεν. καὶ πρῶτον μὲν τὸ τεῖχος ἀνεδείματο τῆς πατρίδος ὑπὸ Πομπηίου κατεστραμμένον καὶ τοὺς ἀνὰ τὴν χώραν θορύβους ἐπιὼν κατέστελλεν, ἀπειλητὴς ἅμα καὶ σύμβουλος ὢν ἑκάστοις, ὅτι τὰ μὲν Ὑρκανοῦ φρονοῦντες ἐν ὄλβῳ καὶ καθʼ ἡσυχίαν βιώσονται τῶν τε ἰδίων κτημάτων καὶ κοινῆς εἰρήνης ἀπολαύοντες·
アンティパトロスはカエサルをシリアから見送った後、ユダヤへと帰還した。そしてまずポンペイウスによって破壊されていた父祖の町の城壁を再建し、国内の騒乱を巡視して鎮め、各人に警告者かつ助言者となって告げた。
εἰ δὲ πείθοιντο ταῖς ψυχραῖς ἐλπίσιν τῶν νεωτερίζειν ἐπὶ κέρδεσιν οἰκείοις ἐθελόντων, ὡς αὐτόν τε πειράσουσιν ἀντὶ κηδεμόνος δεσπότην καὶ Ὑρκανὸν ἀντὶ βασιλέως τύραννον, Ῥωμαίους γε μὴν καὶ Καίσαρα πολεμίους ἀνθʼ ἡγεμόνων καὶ φίλων· οὐ γὰρ ἀνέξεσθαι μετακινούμενον ἐκ τῆς ἀρχῆς ὃν αὐτοὶ κατέστησαν.
すなわち、ヒルカノスの味方をするならば、自らの財産と公の平和を享受しつつ繁栄と平穏のうちに生きるであろうが、もし私利のために反乱を望む者たちの空しい希望に従うならば、彼〔アンティパトロス〕を保護者の代わりに主人として、ヒルカノスを王の代わりに僭主として、さらにはローマ人とカエサルを指導者や友人の代わりに敵として知ることになるだろう、と。彼らは自らが立てた者が権座から排除されることを容認しないからである。
ἅμα δὲ ταῦτα λέγων καὶ διʼ αὑτοῦ καθίστατο τὴν χώραν ὁρῶν τὸν Ὑρκανὸν νωθῆ τε καὶ βασιλείας ἀτονώτερον. Φασάηλον μὲν δὴ τῶν παίδων τὸν πρεσβύτατον Ἱεροσολύμων καὶ τῶν πέριξ στρατηγὸν καθίστησιν, τὸν δὲ μετʼ αὐτὸν Ἡρώδην ἐπὶ τοῖς ἴσοις ἔστειλεν εἰς Γαλιλαίαν κομιδῇ νέον.
彼はこう語りながら、ヒルカノスが鈍重で王の務めには無気力であるのを見て取って、自らの手で国を治めた。息子たちのうち長男のファサエロスをエルサレムとその周辺の総督に任命し、次男のヘロデをごく若年ながら同等の権限をもってガリラヤへと派遣した。
Ὁ δὲ ὢν φύσει δραστήριος ὕλην εὐθέως εὑρίσκει τῷ φρονήματι. καταλαβὼν οὖν Ἐζεκίαν τὸν ἀρχιλῃστὴν τὰ προσεχῆ τῇ Συρίᾳ κατατρέχοντα μετὰ μεγίστου στίφους αὐτόν τε συλλαβὼν ἀποκτείνει καὶ πολλοὺς τῶν λῃστῶν.
ヘロデは生まれつき行動力に富んでおり、その気概を発揮する好機を直ちに見出した。シリアに隣接する地域を大軍勢とともに荒らし回っていた頭目エゼキアスを捕え、彼自身と多くの盗賊たちを殺害したのである。
ὃ δὴ μάλιστα τοῖς Σύροις ἡγεῖτο κεχαρισμένον· ὑμνεῖτο γοῦν ἀνά τε τὰς κώμας καὶ ἐν ταῖς πόλεσιν Ἡρώδης ὡς εἰρήνην αὐτοῖς καὶ τὰς κτήσεις ἀνασεσωκώς. γίνεται δʼ ἐκ τούτου καὶ Σέξτῳ Καίσαρι γνώριμος ὄντι συγγενεῖ τοῦ μεγάλου Καίσαρος καὶ διοικοῦντι τὴν Συρίαν.
このことはシリア人たちにきわめて喜ばれた。実際ヘロデは、彼らに平和と財産を取り戻してくれた者として、村々や町々で称賛された。これによって彼は、大カエサルの親族でシリアを統治していたセクストゥス・カエサルの知遇を得ることとなった。
πρὸς δὲ τὸν ἀδελφὸν εὐδοκιμοῦντα καὶ Φασάηλος ἐφιλοτιμεῖτο τὴν ἀγαθὴν ἔριν τοὺς ἐν τοῖς Ἱεροσολύμοις εὐνουστέρους καθιστάμενος καὶ διʼ αὑτοῦ μὲν ἔχων τὴν πόλιν μηδὲν δὲ ἀπειροκάλως εἰς τὴν ἐξουσίαν ἐξυβρίζων.
名声を博す弟に対してファサエロスもまた善き競い合いに励み、エルサレムの住民たちの好意を勝ち得、自らの手で町を治めながらも、権力に任せて無分別に傲慢な振る舞いをすることは決してなかった。
ἐντεῦθεν Ἀντιπάτρῳ θεραπεία τε ἦν ἐκ τοῦ ἔθνους βασιλικὴ καὶ τιμαὶ παρὰ πάντων ὡς δεσπότῃ τῶν ὅλων· οὐ μὴν αὐτὸς τῆς πρὸς Ὑρκανὸν εὐνοίας ἢ πίστεώς τι μετεκίνησεν.
ここからアンティパトロスには民から王のような臣従が捧げられ、万事の支配者であるかのように万人から栄誉が与えられた。しかし彼自身は、ヒルカノスに対する好意や忠誠をいささかも動揺させることはなかった。
Ἀμήχανον δʼ ἐν εὐπραγίαις φθόνον διαφυγεῖν· Ὑρκανὸς γοῦν ἤδη μὲν καὶ καθʼ ἑαυτὸν ἡσυχῆ πρὸς τὸ κλέος τῶν νεανίσκων ἐδάκνετο, μάλιστα δὲ ἐλύπει τὰ Ἡρώδου κατορθώματα καὶ κήρυκες ἐπάλληλοι τῆς καθʼ ἕκαστον εὐδοξίας προστρέχοντες πολλοὶ [δὲ] τῶν ἐν τοῖς βασιλείοις βασκάνων ἠρέθιζον, οἷς ἢ τὸ τῶν παίδων ἢ τὸ Ἀντιπάτρου σωφρονικὸν προσίστατο,2 λέγοντες ὡς Ἀντιπάτρῳ καὶ τοῖς υἱοῖς αὐτοῦ παραχωρήσας τῶν πραγμάτων καθέζοιτο τοὔνομα μόνον βασιλέως ἔχων ἔρημον ἐξουσίας. καὶ μέχρι τοῦ πλανηθήσεται καθʼ ἑαυτοῦ βασιλεῖς ἐπιτρέφων; οὐδὲ γὰρ εἰρωνεύεσθαι τὴν ἐπιτροπὴν αὐτοὺς ἔτι, φανεροὺς δὲ εἶναι δεσπότας παρωσαμένους ἐκεῖνον, εἴ γε μήτε ἐντολὰς δόντος μήτε ἐπιστείλαντος αὐτοῦ τοσούτους παρὰ τὸν τῶν Ἰουδαίων νόμον ἀνῄρηκεν Ἡρώδης· ὅν, εἰ μὴ βασιλεύς ἐστιν ἀλλʼ ἔτι ἰδιώτης, δεῖν ἐπὶ δίκην ἥκειν ἀποδώσοντα λόγον αὐτῷ τε καὶ τοῖς πατρίοις νόμοις, οἳ κτείνειν ἀκρίτους οὐκ ἐφιᾶσιν.
しかし繁栄において嫉妬を免れることは不可能である。現にヒルカノス自身、若者たちの名声にひそかに心を痛め始めていたが、とりわけヘロデの武勲が彼を苦しめ、各自の名声を告げる使者が相次いで駆けつけるなか、宮廷内の多くの嫉妬深い者たちが彼を煽り立てた。彼らには息子たちあるいはアンティパトロスの思慮分別が目障りだったのである。彼らは言った。アンティパトロスとその息子たちに実権を譲り渡し、権力を欠いた王の名ばかりを帯びて座っているのか、と。そしていつまで自分に対する王たちを養い育てて迷妄にとらわれているのか、と。彼らはもはや後見を装うことさえせず、彼を脇へ押しやって公然と主人となっており、現に彼が指示も命令も与えていないのに、ヘロデはユダヤ人の掟に反してこれほど多くの者を処刑したからである。もしヘロデが王ではなく依然として臣民であるなら、裁判に出廷してヒルカノス自身と、裁判なしに人を殺すことを許さない父祖伝来の掟に対して申し開きをすべきである、と。
Τούτοις κατὰ μικρὸν Ὑρκανὸς ἐξεκαίετο καὶ τὴν ὀργὴν τελευταῖον ἐκρήξας ἐκάλει κριθησόμενον τὸν Ἡρώδην. ὁ δὲ καὶ τοῦ πατρὸς παραινοῦντος καὶ τῶν πραγμάτων διδόντων παρρησίαν ἀνῄει φρουραῖς διαλαβὼν πρότερον τὴν Γαλιλαίαν. ᾔει δὲ μετὰ καρτεροῦ στίφους, ὡς μήτε καταλύειν δόξειεν Ὑρκανὸν λαμπρὰν ἄγων δύναμιν μήτε γυμνὸς ἐμπέσοι τῷ φθόνῳ.
これらの言葉によってヒルカノスは徐々に焚きつけられ、ついに怒りを爆発させてヘロデを裁きを受けるよう召喚した。ヘロデは父の勧めもあり、また情勢が自信を与えていたこともあって、前もってガリラヤに守備隊を配置した上でエルサレムへ上った。彼は強力な護衛部隊を率いて向かったが、それは大軍を率いてヒルカノスを打倒しようとしていると見なされず、かといって無防備に嫉妬の餌食とならないためであった。
Σέξτος δὲ Καῖσαρ δείσας περὶ τῷ νεανίᾳ, μή τι παρὰ τοῖς ἐχθροῖς ἀποληφθεὶς πάθῃ, πέμπει πρὸς Ὑρκανὸν τοὺς παραγγελοῦντας διαρρήδην ἀπολύειν Ἡρώδην τῆς φονικῆς δίκης. ὁ δὲ καὶ ἄλλως ὡρμημένος, ἠγάπα γὰρ Ἡρώδην, ἀποψηφίζεται.3
しかしセクストゥス・カエサルは、この若者が敵の間で孤立して何らかの危害を被ることを恐れ、ヘロデを殺人罪の裁判から免訴するよう明確に命じる使者をヒルカノスのもとへ派遣した。ヒルカノスももともとヘロデを愛していたのでその気になっており、彼に無罪を言い渡した。
- 1.200ἐσομένας
未来分詞女性対格複数形。先行する文頭の不定詞 χαραχθῆναι の対格主語 τὰς μὲν δὴ τιμὰς ταύτας を修飾している。中性単数名詞 σημεῖον は述語的対格(appositional predicate accusative)として機能しており、「これらの栄誉が(自身の正義とこの男の武勇の)証となるように」という目的・結果のニュアンスを担っている。
- 1.208οἷς ἢ τὸ τῶν παίδων ἢ τὸ Ἀντιπάτρου σωφρονικὸν προσίστατο
動詞 προσίστατο は与格支配で「(胃にもたれるように)不快である、気に障る、目障りである」の意。主語は中性名詞化された τὸ ... σωφρονικὸν(思慮分別、自制)であり、「彼ら(廷臣たち)にとって、息子たちの、あるいはアンティパトロスの慎重な態度が不快であった」という心理描写をなす。
- 1.211ἀποψηφίζεται
裁判での投票・判決を表す中動態のみを用いる動詞 ἀποψηφίζομαι の現在形(歴史的現在)で、「投票によって無罪とする、無罪判決を言い渡す」を意味する。
