← フラウィウス・ヨセフス

ヨセフス自伝

§67-79

王宮財産の保全とギスカラのヨハネへの警戒

ティベリアスでの暴動と宮殿略奪の後、ヨセフスは王室の財宝を回収して保護し、続いてギスカラで不穏な動きを見せるヨハネの穀物奪取や油の密売による利得行為に直面する。使節たちをエルサレムに帰還させたヨセフスは、強盗団を傭兵化して懐柔し、地方有力者たちを人質兼顧問として手元に留め、ガリラヤの統治体制を整える。

表示 ▾
表示
訳
訳の書体
AI ↗
← 前次 →
§67

καὶ διήρπασαν πολλὰ παρὰ γνώμην τὴν ἡμετέραν πράξαντες· ἡμεῖς γὰρ μετὰ τὴν πρὸς Καπέλλαν καὶ τοὺς πρώτους Τιβεριέων ὁμιλίαν εἰς τὴν ἄνω Γαλιλαίαν ἀπὸ Βηθμαῶν ἀνεχωρήσαμεν. ἀναιροῦσιν δʼ οἱ περὶ τὸν Ἰησοῦν πάντας τοὺς ἐνοικοῦντας Ἕλληνας ὅσοι τε πρὸ τοῦ πολέμου γεγόνεισαν αὐτῶν ἐχθροί.

そして彼らは私たちの意向に反する行いをして多くの略奪を働いた。私たちはカペラおよびティベリアスの有力者たちとの会見の後、ベトマウスから上ガリラヤへと退去していたからである。イエスの配下の者たちは、そこに居住していたギリシア人全員と、戦争以前から自分たちの敵であった者たちをすべて殺害した。

§68

Πυθόμενος δʼ ἐγὼ ταῦτα παρωξύνθην σφόδρα, καὶ καταβὰς εἰς Τιβεριάδα πρόνοιαν εἰσηνεγκάμην τῶν βασιλικῶν σκευῶν ὅσα δυνατὸν ἦν τοὺς ἁρπάσαντας ἀφελέσθαι·1 λυχνίαι δʼ ἦσαν Κορίνθιαι ταῦτα καὶ τράπεζαι τῶν βασιλικῶν καὶ ἀσήμου ἀργυρίου σταθμὸς ἱκανός· πάντα δʼ, ὅσα παρέλαβον, φυλάσσειν ἔκρινα τῷ βασιλεῖ.

私はこのことを知ると激怒し、ティベリアスへ下って略奪者たちから奪い返せる限りの王室の什器を保全した。これらはコリントス式の燭台、王の食卓、およびかなりの重量の無刻印の銀であった。私は手に入れたすべてのものを、王のために保管することを決意した。

§69

μεταπεμψάμενος οὖν τοὺς τῆς βουλῆς πρώτους δέκα καὶ Καπέλλαν τὸν Ἀντύλλου τὰ σκεύη παρέδωκα, μηδενὶ παραγγείλας ἑτέρῳ πλὴν ἐμοῦ δοῦναι.

そこで評議会の首位の十人とアンテュロスの子カペラを呼び寄せて什器を引き渡し、私以外の者には決して渡さないよう命じた。

§70

κἀκεῖθεν εἰς τὰ Γίσχαλα πρὸς τὸν Ἰωάννην μετὰ τῶν συμπρέσβεων ἀφικόμην βουλόμενος γνῶναι, τί ποτε φρονεῖ. κατεῖδον δʼ αὐτὸν ταχέως νεωτέρων ὀρεγόμενον πραγμάτων καὶ τῆς ἀρχῆς ἐπιθυμίαν ἔχοντα·

そこから私は、彼が一体何を企んでいるかを知るために、同僚の使節たちとともにギスカラのヨハネのもとへ赴いた。そして彼が変革を熱望し、支配権を欲しているのを即座に見抜いた。

§71

παρεκάλει γάρ με τὸν Καίσαρος σῖτον κείμενον ἐν ταῖς τῆς ἄνωθεν Γαλιλαίας κώμαις ἐξουσίαν αὐτῷ δοῦναι ἐκφορῆσαι· θέλειν γὰρ ἔφασκεν εἰς ἐπισκευὴν τῶν τῆς πατρίδος τειχῶν αὐτὸν ἀναλῶσαι.

というのも、彼は上ガリラヤの村落に保管されている皇帝の穀物を運び出す許可を自分に与えてほしいと私に懇願したからである。彼はそれを故郷の城壁の修復に費やしたいと主張していた。

§72

κατανοήσας δὲ ἐγὼ τὴν ἐπιχείρησιν αὐτοῦ καὶ τί διανοοῖτο πράσσειν, οὐκ ἔφην αὐτῷ συγχωρεῖν· ἢ γὰρ Ῥωμαίοις αὐτὸν ἐνενοούμην φυλάττειν ἢ ʼμαυτῷ διὰ τὸ καὶ τὴν ἐξουσίαν τῶν ἐκεῖ πραγμάτων αὐτὸς παρὰ τοῦ κοινοῦ τῶν Ἱεροσολυμιτῶν πεπιστεῦσθαι.

だが私は彼の企図と何を為すつもりであるかを悟り、応じられないと言った。私はそれをローマ人のために保管するか、あるいはエルサレムの公同体から自らその地の全権を委ねられているがゆえに自分自身のために保管しようと考えていたからである。

§73

μὴ πείθων δὲ περὶ τούτων ἐπὶ τοὺς συμπρέσβεις ἐτράπετο· καὶ γὰρ ἦσαν ἀπρονόητοι τῶν ἐσομένων καὶ λαβεῖν ἑτοιμότατοι· φθείρει δὲ χρήμασιν αὐτοὺς ψηφίσασθαι2 πάντα τὸν σῖτον αὐτῷ παραδοθῆναι τὸν ἐν τῇ αὐτοῦ ἐπαρχίᾳ κείμενον.

この件で私を説得できなかった彼は、同僚の使節たちに働きかけた。彼らは将来に対する思慮を欠き、金品を受け取ることに非常に前向きだったからである。ヨハネは彼らを金で買収し、彼の管区に置かれているすべての穀物を彼に引き渡すよう議決させた。

§74

κἀγὼ μόνος ἡττώμενος ὑποδὺς τὴν ἡσυχίαν ἤγαγον. καὶ δευτέραν Ἰωάννης ἐπεισέφερεν πανουργίαν· ἔφη γὰρ Ἰουδαίους τοὺς τὴν Φιλίππου Καισάρειαν κατοικοῦντας συγκεκλεισμένους κατὰ προσταγὴν τοῦ βασιλέως ὑποδίκου τοῦ τὴν δυναστείαν διοικοῦντος πεπομφέναι πρὸς αὐτὸν παρακαλοῦντας, ἐπειδὴ οὐκ ἔχουσιν ἔλαιον ᾧ χρήσονται καθαρόν, ποιησάμενον πρόνοιαν εὐπορίαν αὐτοῖς τούτου παρασχεῖν, μὴ διʼ ἀνάγκην Ἑλληνικῷ χρώμενοι τὰ νόμιμα παραβαίνωσιν.

私一人が押し切られ、やむなく屈して沈黙を守った。するとヨハネは第二の悪巧みを持ち出した。ピリポ・カイサリアに居住するユダヤ人たちが、その支配地を治める王の代理人の命令によって閉じ込められており、使用できる清浄な油がないため、ギリシア人の油を使ってやむを得ず律法を犯すことのないよう、配慮してこの油の供給をもたらしてほしいと懇願する使者を送ってきたと彼は称したのである。

§75

ταῦτα δʼ οὐχ ὑπʼ εὐσεβείας ἔλεγεν Ἰωάννης, διʼ αἰσχροκέρδειαν δὲ φανερωτάτην· γινώσκων γὰρ παρὰ μὲν ἐκείνοις κατὰ τὴν Καισάρειαν τοὺς δύο ξέστας δραχμῆς μιᾶς πωλουμένους, ἐν δὲ τοῖς Γισχάλοις τοὺς ὀγδοήκοντα ξέστας δραχμῶν τεσσάρων, πᾶν τὸ ἔλαιον ὅσον ἦν ἐκεῖ διεπέμψατο λαβὼν ἐξουσίαν καὶ παρʼ ἐμοῦ τὸ δοκεῖν·3

しかしヨハネはこのことを敬虔さからではなく、極めて明白な不正な利得のために語っていた。彼はカイサリアの彼らのところでは二セステスが一ドラクマで売られ、ギスカラでは八十セステスが四ドラクマであることを知っていたので、見かけ上は私からの許可も取り付けて、そこに存在したすべての油を送り出した。

§76

οὐ γὰρ ἑκὼν ἐπέτρεπον, ἀλλὰ διὰ φόβον τὸν ἀπὸ τοῦ πλήθους, μὴ κωλύων καταλευσθείην ὑπʼ αὐτῶν. συγχωρήσαντος οὖν μου πλείστων χρημάτων ὁ Ἰωάννης ἐκ τῆς κακουργίας ταύτης εὐπόρησε.

というのも、私が進んで許したのではなく、阻止すれば彼らに石打ちにされるのではないかという群衆への恐怖からであった。こうして私が同意したことで、ヨハネはこの悪行から巨額の富を手に入れた。

§77

Τοὺς δὲ συμπρέσβεις ἀπὸ τῶν Γισχάλων ἀπολύσας εἰς τὰ Ἱεροσόλυμα πρόνοιαν ἐποιούμην ὅπλων τε κατασκευῆς καὶ πόλεων ἐχυρότητος. μεταπεμψάμενος δὲ τῶν λῃστῶν τοὺς ἀνδρειοτάτους ἀφελέσθαι μὲν αὐτῶν τὰ ὅπλα οὐχ οἷόν τε ὂν ἑώρων, ἔπεισα δὲ τὸ πλῆθος μισθοφορὰν αὐτοῖς παρέχειν, ἄμεινον εἶναι λέγων ἑκόντας ὀλίγα διδόναι μᾶλλον ἢ τὰς κτήσεις διαρπαζομένας ὑπʼ αὐτῶν περιορᾶν.

私は同僚の使節たちをギスカラからエルサレムへ帰還させ、武器の製造と都市の要塞化に心を配った。また強盗たちのうち最も勇猛な者たちを呼び集めたが、彼らから武器を取り上げることは不可能であると見て取ったため、財産が彼らに略奪されるのを黙認するよりも進んで少額を与える方が得策であると民衆に説き、彼らに俸給を支給するよう説得した。

§78

καὶ λαβὼν παρʼ αὐτῶν ὅρκους μὴ ἀφίξεσθαι πρότερον εἰς τὴν χώραν, ἐὰν μὴ μετακληθῶσιν ἢ ὅταν τὸν μισθὸν μὴ λάβωσιν, ἀπέλυσα παραγγείλας μήτε Ῥωμαίοις πολεμεῖν μήτε τοῖς περιοίκοις· εἰρηνεύεσθαι γὰρ πρὸ πάντων τὴν Γαλιλαίαν ἐφρόντιζον.

そして、呼び出されない限り、あるいは俸給が支払われない時以外には、決してその地方に入らないという誓いを彼らから取り、ローマ人とも周辺住民とも戦わないよう命じて放免した。何よりもガリラヤが平和を保つことを配慮していたからである。

§79

τοὺς δʼ ἐν τέλει τῶν Γαλιλαίων ὅσον ἑβδομήκοντα πάντας βουλόμενος ἐν προφάσει φιλίας καθάπερ ὅμηρα τῆς πίστεως ἔχειν4 φίλους τε καὶ συνεκδήμους ἐποιησάμην ἐπί τε κρίσεις παρελάμβανον καὶ μετὰ γνώμης τῆς ἐκείνων τὰς ἀποφάσεις ἐποιούμην, μήτε προπετείᾳ πειρώμενος τοῦ δικαίου διαμαρτάνειν καθαρεύειν τε παντὸς ἐπʼ αὐταῖς λήμματος.

またガリラヤの有力者たち約七十人全員を、友情の名目で忠誠のいわば人質として手元に留め置くことを望み、彼らを友とし旅の同行者とした。そして彼らを裁判に同席させ、彼らの意見に従って判決を下し、軽率さによって正義を踏み外すことのないよう、また判決においていかなる賄賂からも清廉潔白であるよう努めた。

構文注4 件
  1. 68τοὺς ἁρπάσαντας ἀφελέσθαι

    動詞 ἀφαιρέω(取り上げる、奪い返す)は二重対格(あるいは奪う対象に対格、奪われる相手に対格または与格)を取る。ここでは先行する関係代名詞 ὅσα(主節の τῶν βασιλικῶν σκευῶν を受ける)が不定詞 ἀφελέσθαι の目的語(事物対格)となり、分詞 τοὺς ἁρπάσαντας が奪取の対象となる相手(人称対格)を表している。

  2. 73φθείρει δὲ χρήμασιν αὐτοὺς ψηφίσασθαι

    φθείρει(買収する、腐敗させる)に与格 χρήμασιν(金銭によって、手段の与格)と不定詞 ψηφίσασθαι(議決すること)が結合している。不定詞は結果ないし目的を表し、「彼らを金で買収して〜と議決させた」という意味を成す。

  3. 75τὸ δοκεῖν

    対格の冠詞付き不定詞 τὸ δοκεῖν が副詞句的に用いられ、「見かけの上では」「表面上は」の意を表す。ヨセフス自身が心から望んだ承認ではなく、民衆の圧力に屈してやむなく認めた見かけの許可にすぎないことを示す修飾句。

  4. 79βουλόμενος ἐν προφάσει φιλίας καθάπερ ὅμηρα τῆς πίστεως ἔχειν

    文頭の τοὺς δʼ ἐν τέλει τῶν Γαλιλαίων ὅσον ἑβδομήκοντα πάντας が分詞 βουλόμενος に従う不定詞 ἔχειν の目的語であると同時に、後続する主動詞 ἐποιησάμην の二重対格(φίλους τε καὶ συνεκδήμους ἐποιησάμην)の目的語としても先取りされている。ἐν προφάσει φιλίας(友情を口実として)と καθάπερ ὅμηρα τῆς πίστεως(信義のための人質のように)が対比され、形式と実質の関係を示している。

翻訳:Gemini 3.8 Flash・日本語訳と原文の修正なしurn:cts:greekLit:tlg0526.tlg002.humanitext-grc2:67-79