- 底本
- Flavius Josephus. Flavii Iosephi Opera, Vol. 4. Niese, Benedikt, editor. Berlin: Weidmann, 1890.
- 翻訳
- AI生成(gemini-3.8-flash) — 機械翻訳のため誤りを含む場合があります
- 言語
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0526.tlg002.humanitext-grc2:121-132
- 出力
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
ギーシャラのヨハネはヨセフスの成功に嫉妬して諸都市の離反を謀り、ガバラを味方に引き入れる。さらに王の管理人プトレマイオスの妻から略奪された財物をヨセフスが保護しようとしたことが仇となり、彼がローマへの裏切りを企てているという流言が広まって兵士や民衆が不穏な動きを見せる。
ἦν δὲ Νεοπολιτανὸς ἴλης μὲν ἔπαρχος, παρειλήφει δὲ τὴν Σκυθόπολιν εἰς φυλακὴν τὴν ἀπὸ τῶν πολεμίων. τοῦτον οὖν κωλύσας ἐπὶ πλέον τὴν Τιβεριέων κακοῦν περὶ τὴν τῆς Γαλιλαίας πρόνοιαν ἐγινόμην.
ネアポリタノスは騎兵中隊の隊長であり、敵に対する防備のためにスキトポリスの守備を委ねられていた。そこで私は彼がこれ以上ティベリアス人の地を荒らすのを阻止し、ガリラヤの配慮と防衛に専念した。
Ὁ δὲ τοῦ Λευεῖ παῖς Ἰωάννης, ὃν ἔφαμεν ἐν τοῖς Γισχάλοις διατρίβειν, πυθόμενος πάντα κατὰ νοῦν μοι προχωρεῖν, καὶ διʼ εὐνοίας μὲν εἶναί με τοῖς ὑπηκόοις, τοῖς πολεμίοις δὲ διʼ ἐκπλήξεως,1 οὐκ εὖ τὴν γνώμην ἐτέθη, κατάλυσιν δʼ αὐτῷ τὴν ἐμὴν εὐπραγίαν φέρειν νομίζων εἰς φθόνον ἐξώκειλεν οὔτι μέτριον.
一方、ギーシャラに滞在していると以前述べたレヴィの息子ヨハネは、私にとって万事が思い通りに進み、臣民たちには好意を持たれ、敵には恐怖を与えていると知ると、機嫌を悪くし、私の成功が自分に破滅をもたらすと考え、尋常ならざる嫉妬に駆られた。
καὶ παύσειν με τῆς εὐτυχίας ἐλπίσας, εἰ παρὰ τῶν ὑπηκόων μῖσος ἐξάψειεν, ἔπειθεν τοὺς τὴν Τιβεριάδα κατοικοῦντας καὶ τοὺς τὴν Σέπφωριν [νομίζων] πρὸς τούτοις δὲ καὶ τοὺς Γάβαρα, πόλεις δʼ εἰσὶν αὗται τῶν κατὰ τὴν Γαλιλαίαν αἱ μέγισται, τῆς πρός με πίστεως ἀποστάντας αὐτῷ προστίθεσθαι· κρεῖττον γὰρ ἐμοῦ στρατηγήσειν αὐτῶν ἔφασκεν.
そして臣民たちの間に憎悪を燃え上がらせれば私をその幸運から引きずり下ろすことができると期待して、ティベリアスの住民、セップホーリスの住民、さらにガバラの住民たち(これらはガリラヤにおける最大の都市である)に対し、私への忠誠を捨てて自分に加担するよう説得した。自分の方が彼らの指揮官として私より優れていると主張したのである。
καὶ Σεπφωρεῖς μέν, οὐδετέρῳ γὰρ ἡμῶν προσεῖχον διὰ τὸ Ῥωμαίους ᾑρῆσθαι δεσπότας, οὐκ ἐπένευον αὐτῷ, Τιβεριεῖς δὲ τὴν μὲν ἀπόστασιν οὐκ ἐδέχοντο, αὐτοῦ δὲ συγκατένευον γενέσθαι φίλοι, οἱ δὲ Γάβαρα κατοικοῦντες προστίθενται τῷ Ἰωάννῃ· Σίμων δʼ ἦν ὁ παρακαλῶν αὐτούς, πρωτεύων μὲν τῆς πόλεως, ὡς φίλῳ δὲ καὶ ἑταίρῳ τῷ Ἰωάννῃ χρώμενος.
セップホーリス人たちは、ローマ人を支配者として選んでいたため我々のどちらにも意を払わず、彼の勧誘に応じなかった。ティベリアス人たちは離反を受け入れなかったものの、彼の友人になることには同意した。一方、ガバラの住民たちはヨハネに味方した。彼らを促したのはシモンであり、町の筆頭有力者で、ヨハネを友人かつ仲間として親交を結んでいた。
ἐκ μὲν οὖν τοῦ φανεροῦ τὴν ἀπόστασιν οὐχ ὡμολόγουν· σφόδρα γὰρ ἐδεδοίκεσαν τοὺς Γαλιλαίους ἅτε δὴ πεῖραν αὐτῶν τῆς πρὸς ἡμᾶς πολλάκις εὐνοίας λαβόντες· ἐκ τοῦ λεληθότος δὲ καιρὸν παραφυλάσσοντες ἐπιτήδειον ἐπεβούλευον, καὶ δὴ ἀφικόμην εἰς κίνδυνον τὸν μέγιστον διὰ τοιαύτην αἰτίαν.
彼らはあからさまに離反を公言することはしなかった。ガリラヤ人たちが我々に寄せる好意を幾度となく経験していたため、彼らをひどく恐れていたからである。しかし密かに好機を窺って陰謀を巡らせていた。そしてまさに、以下のような理由から私は最大の危機に直面したのである。
Νεανίσκοι τινὲς θρασεῖς Δαβαριττηνοὶ γένος ἐπιτηρήσαντες τὴν Πτολεμαίου γυναῖκα τοῦ βασιλέως ἐπιτρόπου μετὰ πολλῆς παρασκευῆς καί τινων ἱππέων ἀσφαλείας χάριν ἑπομένων διὰ τοῦ μεγάλου πεδίου τὴν πορείαν ποιουμένην ἐκ τῆς τοῖς βασιλεῦσιν ὑποτελοῦς χώρας εἰς τὴν Ῥωμαίων ἐπικράτειαν, ἐπιπίπτουσιν αὐτοῖς ἄφνω.
ダバリッタ生まれの向こう見ずな若者たちが、王の管理人プトレマイオスの妻が、多くの荷物と、護衛のために付き従う数名の騎兵とともに、大平原を通って諸王に服属する地からローマ領へと旅をしているのを見張り、彼らに不意に襲いかかった。
καὶ τὴν μὲν γυναῖκα φυγεῖν ἠνάγκασαν, ὅσα δʼ ἐπεφέρετο πάντα διήρπασαν, καὶ ἧκον εἰς Ταριχέας πρός με τέσσαρας ἡμιόνους καταφόρτους ἄγοντες ἐσθῆτος καὶ σκευῶν· ἦν δὲ καὶ ἀργυρίου σταθμὸς οὐκ ὀλίγος καὶ χρυσοῖ πεντακόσιοι.
そして彼女を逃走させ、携えていた物をすべて略奪し、衣服や器物を満載した四頭のラバを引き連れてタリカイアイにいた私のもとへやって来た。そこには少なからぬ銀の重量と五百枚の金貨もあった。
ταῦτʼ ἐγὼ βουλόμενος διαφυλάξαι τῷ Πτολεμαίῳ, καὶ γὰρ ἦν ὁμόφυλος, ἀπηγόρευται δʼ ἡμῖν ὑπὸ τῶν νόμων μηδὲ τοὺς ἐχθροὺς ἀποστερεῖν, πρὸς μὲν τοὺς κομίσαντας ἔφην φυλάττειν αὐτὰ δεῖν, ἵνʼ ἐκ τῆς πράσεως αὐτῶν ἐπισκευασθῇ τὰ τείχη τῶν Ἱεροσολύμων, οἱ δὲ νεανίαι χαλεπῶς ἔσχον οὐ λαβόντες μοῖραν ἐκ τῶν λαφύρων, καθάπερ προσεδόκησαν, καὶ πορευθέντες εἰς τὰς πέριξ τῆς Τιβεριάδος κώμας προδιδόναι μέλλειν με Ῥωμαίοις τὴν χώραν αὐτῶν ἔλεγον·
私はこれらをプトレマイオスのために保管しておこうと考えた。彼が同胞であったからであり、また律法によって敵からさえも物を奪い取ることが我々に禁じられているからである。そこで品々を持参した者たちに対し、それらを売却した代金でエルサレムの城壁を修復できるよう保管しておくべきだと語った。しかし若者たちは、期待していた通りに戦利品の分け前を得られなかったことに腹を立て、ティベリアス周辺の村々へ赴いて、私が彼らの土地をローマ人に引き渡そうとしていると言いふらした。
κεχρῆσθαι γὰρ σοφίσματι πρὸς αὐτοὺς λέγοντα2 τὰ ἐκ τῆς ἁρπαγῆς κομισθέντα φυλάττειν εἰς τὴν ἐπισκευὴν τῶν τειχῶν τῆς Ἱεροσολυμιτῶν πόλεως, ἐγνωκέναι δὲ πάλιν τῷ δεσπότῃ ἀποδοῦναι [τὰ ἡρπασμένα].
というのも、私が彼らに対して詭弁を弄し、略奪によって得られた品々をエルサレム市民の城壁修復のために保管すると言いながら、実際には元の持ち主に返還する心づもりであると〔彼らは〕述べたからである。
καὶ κατὰ τοῦτό γε τῆς ἐμῆς γνώμης οὐ διήμαρτον· ἀπαλλαγέντων γὰρ αὐτῶν μεταπεμψάμενος δύο τοὺς πρώτους Δασσίωνα καὶ Ἰανναῖον τὸν τοῦ Ληουῖ, φίλους ἐν τοῖς μάλιστα τοῦ βασιλέως καθεστῶτας, τὰ ἐκ τῆς ἁρπαγῆς σκεύη λαβόντας διαπέμψασθαι πρὸς ἐκεῖνον ἐκέλευον, θάνατον ἀπειλήσας αὐτοῖς τὴν ζημίαν, εἰ πρὸς ἕτερον ταῦτα ἀπαγγελοῦσιν.
そしてこの点において、彼らは私の意図を全く誤ってはいなかった。彼らが立ち去った後、私は指導層の二名、ダッシオンとレヴィの息子ヤンナイオスという、王の極めて親しい友人である者たちを呼び出し、略奪品を受け取って彼のもとへ送り届けるよう命じ、もし他人にこのことを漏らせば死刑に処すと脅したからである。
Ἐπισχούσης δὲ φήμης τὴν Γαλιλαίαν ἅπασαν, ὡς τῆς χώρας αὐτῶν μελλούσης ὑπʼ ἐμοῦ τοῖς Ῥωμαίοις προδίδοσθαι καὶ πάντων παροξυνθέντων ἐπὶ τὴν ἐμὴν τιμωρίαν, οἱ τὰς Ταριχέας κατοικοῦντες καὶ αὐτοὶ τοὺς νεανίσκους ἀληθεύειν ὑπολαβόντες πείθουσι τοὺς σωματοφύλακας καὶ τοὺς ὁπλίτας κοιμώμενόν με καταλιπόντας παραγενέσθαι θᾶττον εἰς ἱππόδρομον, ὡς ἐκεῖ βουλευσομένους μετὰ πάντων περὶ τοῦ στρατηγοῦ.3
ガリラヤ全土に、自らの土地が私によってローマ人に引き渡されようとしているという噂が広まり、誰もが私への処罰を求めて激昂すると、タリカイアイの住民たちもまた若者たちが真実を語っていると思い込み、護衛兵や重装歩兵たちに対し、眠っている私を置き去りにして即座に競馬場へ集まるよう説得した。皆とともにそこで指揮官について協議するためであると称して。
- 122διʼ εὐνοίας μὲν εἶναί με τοῖς ὑπηκόοις, τοῖς πολεμίοις δὲ διʼ ἐκπλήξεως
前置詞 διά +属格が、状態・心境を表す述語的表現として εἶναι と結びついている構文。与格(τοῖς ὑπηκόοις, τοῖς πολεμίοις)は関係の与格(利益・不利益の対象)として機能し、「臣民たちにとっては好意のなかに(=愛され)、敵にとっては恐怖のなかに(=恐れられて)ある」という状態を示す。
- 130κεχρῆσθαι γὰρ σοφίσματι πρὸς αὐτοὺς λέγοντα
間接話法(ἔλεγον に続く)において、主動詞的不定詞 κεχρῆσθαι に付随する現在分詞 λέγοντα が対格男性単数形をとっている。これは間接話法の意味上の主語である「私(ἐμέ)」を修飾する一致である。「私が彼らに対して詭弁を用い、〜と言っていた」という告発内容を示す。
- 132ὡς ἐκεῖ βουλευσομένους μετὰ πάντων περὶ τοῦ στρατηγοῦ
ὡς +未来分詞(対格男性複数 βουλευσομένους)の構文で、主動詞 πείθουσι の目的語(τοὺς σωματοφύλακας καὶ τοὺς ὁπλίτας)の行為の目的、あるいは彼らに提示された名目・口実を表す。「そこで皆とともに指揮官について協議するため/協議すると称して」の意。
