← フラウィウス・ヨセフス

ユダヤ古代誌

§2.150-2.161

ユダの身代わりの申し出とヨセフの正体の開示

ユダは父の悲痛と老境を訴えてベニヤミンの身代わりとなることを申し出て嘆願し、兄弟たちも平伏する。感情を抑えきれなくなったヨセフは人払いをし、自らの正体を明かして兄弟たちの情愛を称賛する。

表示 ▾
表示
訳
訳の書体
AI ↗
← 前次 →
§2.150

καὶ τὸ ἄδοξον αὐτὸν τῆς ἡμετέρας καταστροφῆς φθήσεται διαχρησάμενον1 καὶ κακὴν αὐτῷ ποιήσει τὴν ἐκ τοῦ ζῆν ἀπαλλαγήν, πρὶν εἰς ἄλλους φοιτῆσαι τὰ καθʼ ἡμᾶς σπεύσαντος αὑτὸν εἰς ἀναισθησίαν μεταγαγεῖν.

そして私たちの身の破滅という不名誉が先んじて彼〔父〕の命を奪い、私たちに関する事態が他の人々の耳に入る前に自らを無感覚の境地へと移そうと急ぐ彼にとって、生からの離脱を惨めなものにするでしょう。

§2.151

γενόμενος οὖν ἐν τούτῳ τὸν λογισμόν, εἰ καὶ ἡ κακία σε παροξύνει νῦν ἡ ἡμετέρα, τὸ κατʼ αὐτῆς δίκαιον χάρισαι τῷ πατρὶ καὶ δυνηθήτω πλέον ὁ πρὸς ἐκεῖνον ἔλεος τῆς ἡμετέρας πονηρίας καὶ γῆρας ἐν ἐρημίᾳ βιωσόμενον καὶ τεθνηξόμενον ἡμῶν ἀπολομένων αἴδεσαι, τῷ πατέρων ὀνόματι ταύτην χαριζόμενος τὴν δωρεάν.

ですから、この点に思いを致し、たとえ私たちの悪行が今あなたを苛立たせているとしても、それに対する正当な処罰を父への配慮ゆえに赦し、父への憐れみが私たちの邪悪さよりも勝るようにしてください。そして、私たちが滅びたなら孤独のうちに生き、死んでいくことになる高齢に敬意を払い、父という名そのものにこの贈り物を恵んでください。

§2.152

ἐν γὰρ τούτῳ καὶ τὸν σὲ φύσαντα τιμᾷς καὶ σαυτῷ δίδως, ἀπολαύων μὲν ἤδη τῆς προσηγορίας, ἀπαθὴς δʼ ἐπʼ αὐτῇ φυλαχθησόμενος ὑπὸ τοῦ θεοῦ τοῦ πάντων πατρός, εἰς ὃν κατὰ κοινωνίαν καὶ αὐτὸς τοῦ ὀνόματος εὐσεβεῖν δόξεις τοῦ ἡμετέρου πατρὸς οἶκτον λαβὼν ἐφʼ οἷς πείσεται τῶν παίδων στερούμενος.

というのも、このことにおいてあなたは自らを生み育てた父をも敬い、ご自身にも益を与えることになるからです。現にあなたはその称号を享受しておられますし、万物の父である神によって、それゆえに苦難を免れて守られることでしょう。そして、子どもたちを奪われて父が被るであろう苦難に憐れみをかけるならば、あなたもまた父という名の共通性に従って、神に対して敬虔であると見なされることでしょう。

§2.153

σὸν οὖν, ἃ παρέσχεν ἡμῖν ὁ θεὸς ταῦτʼ ἔχοντʼ ἐξουσίαν ἀφελέσθαι δοῦναι2 καὶ μηδὲν ἐκείνου διενεγκεῖν τῇ χάριτι· τῆς γὰρ ἐπαμφότερον δυνάμεως τετυχηκότα καλὸν ταύτην ἐν τοῖς ἀγαθοῖς ἐπιδείκνυσθαι, καὶ παρὸν καὶ ἀπολλύειν τῆς μὲν κατὰ τοῦτο ἐξουσίας ὡς μηδʼ ὑπαρχούσης ἐπιλανθάνεσθαι, μόνον δʼ ἐπιτετράφθαι τὸ σώζειν ὑπολαμβάνειν, καὶ ὅσῳ τις πλείοσι τοῦτο παρέξει μᾶλλον αὐτῷ φαίνεσθαι διδόντα.

したがって、神が私たちに授けてくださったこれらを、奪い去る権能を持ちながらも与え、その恵みにおいて神といささかも違わないようにすることは、あなたの役目です。というのも、双方を成し遂げる力を得た者にとって、この力を善きことにおいて示すのは立派なことであり、滅ぼすことも可能でありながら、その権能についてはあたかも存在しないかのように忘れ、ただ救うことだけが委ねられていると考え、より多くの人々にこれを提供するほど、いっそう自分自身に与えていることが明らかになるからです。

§2.154

σὺ δὲ πάντας ἡμᾶς σώσεις τἀδελφῷ συγγνοὺς ὑπὲρ ὧν ἠτύχηκεν· οὐδὲ γὰρ ἡμῖν βιώσιμα τούτου κολασθέντος, οἷς γε πρὸς τὸν πατέρα μὴ ἔξεστιν ἀνασωθῆναι μόνοις, ἀλλʼ ἐνθάδε δεῖ κοινωνῆσαι τούτῳ τῆς αὐτῆς καταστροφῆς τοῦ βίου.

あなたは弟の見舞われた不運を許すことによって私たち全員を救うことになります。というのも、弟が罰せられた場合、私たち自身にもはや生きる道はないからです。私たちだけが無事に父のもとへ帰り着くことは許されず、ここで弟と同じく命の終わりを共にしなければならないからです。

§2.155

καὶ δεησόμεθά σου, στρατηγέ, κατακρίναντος τὸν ἀδελφὸν ἡμῶν ἀποθανεῖν συγκολάσαι καὶ ἡμᾶς ὡς τοῦ ἀδικήματος κεκοινωνηκότας· οὐ γὰρ ἀξιώσομεν ἡμεῖς ὡς ἐπὶ λύπῃ τεθνηκότος αὑτοὺς ἀνελεῖν, ἀλλʼ ὡς ὁμοίως αὐτῷ πονηροὶ γεγονότες οὕτως ἀποθανεῖν.

長官どの、もし弟を死刑に処されるなら、私たちをも不法に加担した者として共に罰してくださるようあなたに懇願します。私たちは弟が死んだことへの悲哀によって自らを殺すことをよしとせず、彼と同様に邪悪であった者として、そのように死ぬことをよしとするからです。

§2.156

καὶ ὅτι μὲν καὶ νέος ὢν ἥμαρτε καὶ μήπω τὸ φρονεῖν ἐρηρεισμένος καὶ ὡς ἀνθρώπινον τοῖς τοιούτοις συγγνώμην νέμειν, σοὶ καταλιπὼν παύομαι περαιτέρω λέγειν,3 ἵνʼ εἰ μὲν κατακρίνειας ἡμῶν, τὰ μὴ λεχθέντα δόξῃ βεβλαφέναι πρὸς τὸ σκυθρωπότερον ἡμᾶς, εἰ δʼ ἀπολύσειας, κἀκεῖνα τῇ σαυτοῦ χρηστότητι συνιδὼν ἀπεψηφίσθαι νομισθῇς, οὐ σώσας μόνον ἡμᾶς ἀλλὰ καὶ διʼ οὗ δικαιότεροι μᾶλλον φανούμεθα τυχεῖν χαριζόμενος καὶ πλέον ἡμῶν αὐτῶν ὑπὲρ τῆς ἡμετέρας νοήσας σωτηρίας.

そして、弟がまだ若く、分別が確立していなかったゆえに過ちを犯したこと、またそのような者たちに許しを与えるのが人間らしい態度であることについては、あなた自身の判断に委ね、これ以上語るのを控えます。それは、もしあなたが私たちに有罪判決を下されるならば、語られなかったことが私たちにとってより厳しい結果を招いたと見なされ、もし釈放してくださるならば、それらのこともあなたご自身の慈愛によって察せられて赦しが与えられたと見なされ、私たちを救っただけでなく、私たちがより正当に赦しを得るにふさわしく思われる根拠を恵んでくださり、私たち自身以上に私たちの救いについて心を配ってくださったのだと見なされるためです。

§2.158

εἴτʼ οὖν κτείνειν αὐτὸν θέλεις, ἐμὲ τιμωρησάμενος ἀντὶ τούτου τῷ πατρὶ τοῦτον ἀπόπεμψον, εἴτε καὶ κατέχειν σοι δοκεῖ δοῦλον, ἐγὼ πρὸς τὰς χρείας σοι ὑπηρετικώτερος, ἀμείνων ὡς ὁρᾷς πρὸς ἑκάτερον τῶν παθῶν ὑπάρχων. Ἰούδας μὲν οὖν πάντα ὑπομένειν ὑπὲρ τῆς τἀδελφοῦ σωτηρίας ἡδέως ἔχων ῥίπτει πρὸ τῶν Ἰωσήπου ποδῶν ἑαυτόν, εἴ πως ἐκμαλάξειε τὴν ὀργὴν αὐτοῦ καὶ καταπραΰνειεν ἀγωνιζόμενος, προύπεσον δὲ καὶ οἱ ἀδελφοὶ πάντες δακρύοντες καὶ παραδιδόντες ἑαυτοὺς ὑπὲρ τῆς Βενιαμὶν ψυχῆς ἀπολουμένους.

それゆえ、もし弟を処刑したいとお望みなら、彼の代わりに私を処罰して彼を父のもとへ送り返してください。あるいは、もし彼を奴隷として留め置くのがよいと思われるなら、私の方がご用の際により従順に仕えることができ、ご覧の通りいずれの苦難に対してもより耐えうる者であります」ユダは弟の救いのためならどのようなことでも喜んで耐える覚悟で、なんとかしてヨセフの怒りを和らげ、宥めようと努めながら自らをその足元に投げ出した。また兄弟たちも全員涙を流しながらひれ伏し、ベニヤミンの命のために滅びる覚悟で自らを差し出した。

§2.160

Ὁ δὲ Ἰώσηπος ἐλεγχόμενος ὑπὸ τοῦ πάθους καὶ μηκέτι δυνάμενος τὴν τῆς ὀργῆς φέρειν ὑπόκρισιν κελεύει μὲν ἀπελθεῖν τοὺς παρόντας, ἵνα μόνοις αὑτὸν τοῖς ἀδελφοῖς ποιήσῃ φανερόν, ἀναχωρησάντων δὲ ποιεῖ γνώριμον αὑτὸν τοῖς ἀδελφοῖς καί φησι·

ヨセフは感情に圧倒され、もはや怒りの仮面を保つことができなくなり、兄弟たちだけに自らを明かすために同席していた者たちに退室を命じた。そして彼らが立ち去ると、兄弟たちに身元を明かして言った。

§2.161

τῆς μὲν ἀρετῆς ὑμᾶς καὶ τῆς εὐνοίας τῆς περὶ τὸν ἀδελφὸν ἡμῶν ἐπαινῶ καὶ κρείττονας ἢ προσεδόκων ἐκ τῶν περὶ ἐμὲ βεβουλευμένων εὑρίσκω ταῦτα πάντα ποιήσας ἐπὶ πείρᾳ τῆς ὑμετέρας φιλαδελφίας· φύσει δὲ οὐδὲ περὶ ἐμὲ νομίζω πονηροὺς γεγονέναι, θεοῦ δὲ βουλήσει τήν τε νῦν πραγματευομένου τῶν ἀγαθῶν ἀπόλαυσιν καὶ τὴν ἐς ὕστερον, ἂν εὐμενὴς ἡμῖν παραμείνῃ.

「そなたたちの徳と、私たちの弟に対する好意を私は称賛する。かつて私に対して企てられたことどもから予期していたよりも優れた者たちであると分かった。私はそなたたちの兄弟愛を試すためにこれらすべてのことを行ったのである。そなたたちが本性において私に対しても悪人であったとは考えておらず、現在における善きものの享受も、また神が私たちに好意を留められるなら将来における享受も取り計らっておられる神の御心によるものと考えている」

構文注3 件
  1. 2.150φθήσεται διαχρησάμενον

    φθάνω(先んじる)に主語 τὸ ἄδοξον...(身の破滅の不名誉)と一致する中性単数主格の補足分詞 διαχρησάμενον(αὐτόν=父を直接目的語にとる)が結びついた構文であり、「身の破滅という不名誉が先んじて父の命を奪う」という事態を表す。後続の πρὶν 節と相まって、破滅の報せが世間に漏れ聞こえる前に父が自害を急ぐ様を力説している。

  2. 2.153σὸν οὖν, ἃ παρέσχεν ἡμῖν ὁ θεὸς ταῦτʼ ἔχοντʼ ἐξουσίαν ἀφελέσθαι δοῦναι

    σὸν [ἐστίν] に主動詞的不定詞 δοῦναι およびそれに続く διενεγκεῖν がかかる構文(「〜することはあなたの務め・役割である」)。分詞句 ἔχοντα... は対格不定詞構文における不定詞の意味上の主語(長官自身)を指す対格分詞で、直前の ταῦτα と重なって見えるが格一致ではなく、文頭の σόν の所有格的意味(「あなたに属する」)を受けて不定詞の論理的主語を対格 ἔχοντα [σε] と補って読まれる倒置構造である。

  3. 2.156ὅτι μὲν καὶ νέος ὢν ἥμαρτε καὶ μήπω τὸ φρονεῖν ἐρηρεισμένος καὶ ὡς ἀνθρώπινον τοῖς τοιούτοις συγγνώμην νέμειν, σοὶ καταλιπὼν παύομαι περαιτέρω λέγειν

    文の骨格は「ὅτι... καὶ ὡς...(〜ということ、および〜ということ)を σοὶ καταλιπών(あなたに委ねて)、παύομαι λέγειν(語るのをやめる)」という構造。ὅτι 節と ὡς 節という二つの名詞節的・内容提示節が分詞 καταλιπών の直接の目的語となっており、弁論術における割愛法(praeteritio / apophasis)を形成している。

翻訳:Gemini 3.8 Flash(2026-11-29 公開)・日本語訳と原文の修正なしurn:cts:greekLit:tlg0526.tlg001.humanitext-grc2:2.150-2.161