- 底本
- Flavius Josephus. Flavii Iosephi Opera, Vol. 1-4. Niese, Benedikt, editor. Berlin: Weidmann, 1885-1890.
- 翻訳
- AI生成(gemini-3.8-flash) — 機械翻訳のため誤りを含む場合があります
- 言語
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0526.tlg001.humanitext-grc2:2.116-2.127
- 出力
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
ユダの説得によりヤコブはベニヤミンと贈り物を携えて息子たちをエジプトへ送り出し、ヨセフは兄弟たちを厚遇するが、銀の杯をベニヤミンの荷物に忍ばせて彼らを試そうとする。
Ἰούδα δὲ τολμηροῦ τἆλλα τὴν φύσιν ἀνδρὸς χρησαμένου πρὸς αὐτὸν παρρησίᾳ, ὡς οὐ προσῆκε μὲν αὐτὸν περὶ τἀδελφοῦ δεδιέναι οὐδὲ τὰ μὴ δεινὰ διʼ ὑποψίας λαμβάνειν, πραχθήσεται γὰρ οὐδὲν αὐτῶν περὶ τὸν ἀδελφόν, ᾧ μὴ παρέσται θεός, τοῦτο δὲ συμβήσεσθαι πάντως καὶ παρʼ αὐτῷ μένοντι· φανερὰν δʼ οὕτως αὐτῶν ἀπώλειαν μὴ καταδικάζειν μηδὲ τὴν ἐκ Φαραώθου τῆς τροφῆς αὐτῶν εὐπορίαν αὐτοὺς ἀφαιρεῖσθαι ἀλόγως περὶ τοῦ παιδὸς δεδιότα, φροντίζειν δὲ καὶ τῆς Σεμεῶνος σωτηρίας, μὴ φειδοῖ τῆς Βενιαμὶν ἀποδημίας ἐκεῖνος ἀπόληται· πιστεῦσαι δὲ περὶ αὐτοῦ τῷ θεῷ παραινοῦντος καὶ αὐτῷ, ὡς ἢ σῶον ἐπανάξοντος αὐτῷ τὸν υἱὸν ἢ συγκαταστρέψοντος ἅμα ἐκείνῳ τὸν βίον,1 πεισθεὶς Ἰάκωβος παρεδίδου τὸν Βενιαμὶν καὶ τὴν τιμὴν τοῦ σίτου διπλασίονα τῶν τε παρὰ τοῖς Χαναναίοις γεννωμένων τό τε τῆς βαλάνου μύρον καὶ στακτὴν τερέβινθόν τε καὶ μέλι δωρεὰς Ἰωσήπῳ κομίζειν. πολλὰ δὲ ἦν παρὰ τοῦ πατρὸς ἐπὶ τῇ τῶν παίδων ἐξόδῳ δάκρυα κἀκείνων αὐτῶν.
しかし、他の点でも生来大胆な男であったユダが父に対して率直に語りかけ、弟について恐れるのは筋が通らず、恐れるに足らない事柄を疑いの目で見るべきではないこと、神が共におられないようなことは何一つ弟に関して起こりはしないし、それは父のもとにとどまる場合でもまったく同様に起こりうるのだと論じ、このようにして自分たちに明らかな滅びを宣告したり、子について不合理に恐れるあまりファラオからの食糧の恵みを自分たちから奪ったりしてはならず、またベニヤミンの旅路を惜しむあまりシメオンが命を落とすことのないよう、彼の安全にも配慮すべきであると語った。そして、自分が息子を無事に連れ帰るか、あるいは彼と共に自らの命も終えるつもりであるとして、彼について神と自分とを信じるよう父に勧めたので、納得したヤコブはベニヤミンを引き渡し、穀物の代金を倍額にし、カナン人のもとで産する特産物である香膏、滴り落ちる没薬、テレピン、蜜をヨセフへの贈り物として運ぶように託した。息子たちの出発に際しては、父からも息子たち自身からも多くの涙が流された。
ὁ μὲν γὰρ τοὺς υἱοὺς εἰ κομιεῖται σώους ἐκ τῆς ἀποδημίας ἐφρόντιζεν,2 οἱ δʼ εἰ τὸν πατέρα καταλάβοιεν ἐρρωμένον καὶ μηδὲν ὑπὸ τῆς ἐπʼ αὐτοῖς λύπης κακωθέντα. ἡμερήσιον δὲ αὐτοῖς ἠνύσθη τὸ πένθος, καὶ ὁ μὲν πρεσβύτης κοπωθεὶς ὑπέμενεν, οἱ δὲ ἐχώρουν εἰς Αἴγυπτον μετὰ κρείττονος ἐλπίδος τὴν ἐπὶ τοῖς παροῦσι λύπην ἰώμενοι.
父は息子たちを旅から無事に迎え戻せるかを案じ、息子たちは父を健やかな姿で見出せるか、自分たちのための悲しみによって衰弱していないかを案じた。彼らの嘆きには丸一日が費やされ、老いた父は疲れ果ててとどまり、兄弟たちはより良き希望を抱いてエジプトへと進み、目下の悲しみを癒やした。
Ὡς δʼ ἦλθον εἰς τὴν Αἴγυπτον κατάγονται μὲν παρὰ τὸν Ἰώσηπον, φόβος δὲ αὐτοὺς οὐχ ὁ τυχὼν διετάραττε, μὴ περὶ τῆς τοῦ σίτου τιμῆς ἐγκλήματα λάβωσιν ὡς αὐτοί τι κεκακουργηκότες, καὶ πρὸς τὸν ταμίαν τοῦ Ἰωσήπου πολλὴν ἀπολογίαν ἐποιοῦντο κατʼ οἶκόν τε φάσκοντες εὑρεῖν ἐν τοῖς σάκκοις τὸ ἀργύριον καὶ νῦν ἥκειν ἐπανάγοντες αὐτό.
彼らはエジプトに到着するとヨセフのもとに案内されたが、自分たちが何か悪事を行ったとして穀物の代金について告発を受けるのではないかという尋常ならざる恐怖が彼らをかき乱した。そして彼らはヨセフの家令に対して大いに弁明を行い、袋の中に銀を見出したのは故郷においてであり、今それを持参して戻ってきたのだと述べた。
τοῦ δὲ μηδʼ ὅ τι λέγουσιν εἰδέναι φήσαντος ἀνείθησαν τοῦ δέους. ἐλθόντος δὲ ἐν τούτῳ καὶ Ἰωσήπου ἀπὸ τῆς θεραπείας τοῦ βασιλέως τά τε δῶρα παρῆγον αὐτῷ καὶ πυθομένου περὶ τοῦ πατρὸς ἔλεγον, ὅτι καταλάβοιεν αὐτὸν ἐρρωμένον.
家令が彼らが何を言っているのかすら知らないと言うと、彼らは恐怖から解放された。その間にヨセフも王への奉仕から戻ってくると、彼らは贈り物を差し出し、父について尋ねられると、健やかに暮らしているのを見届けてきたと答えた。
ὁ δὲ μαθὼν περιόντα καὶ περὶ τοῦ Βενιαμὶν εἰ οὗτος ὁ νεώτερος ἀδελφὸς αὐτῶν εἴη, καὶ γὰρ ἦν αὐτὸν ἑωρακώς, ἀνέκρινε. τῶν δὲ φησάντων αὐτὸν εἶναι οἰκέτην αὐτοῦ θεὸν μὲν ἐπὶ πᾶσι προστάτην εἶπεν, ὑπὸ δὲ τοῦ πάθους προαγόμενος εἰς δάκρυα μεθίστατο μὴ βουλόμενος καταφανὴς εἶναι τοῖς ἀδελφοῖς, ἐπὶ δεῖπνόν τε αὐτοὺς παραλαμβάνει καὶ κατακλίνονται οὕτως ὡς καὶ παρὰ τῷ πατρί. πάντας δὲ αὐτοὺς ὁ Ἰώσηπος δεξιούμενος διπλασίοσι μοίραις τῶν αὐτῷ παρακειμένων τὸν Βενιαμὶν ἐτίμα.
ヨセフは父の存命を知ると、ベニヤミンについても、彼こそが彼らの弟であるのかと尋ねた。実際彼を見たからであった。彼がヨセフのしもべであると兄弟たちが答えると、ヨセフは神が万事において守り手であられると言い、感極まって涙を催したため、兄弟たちに知られないようにその場を離れた。そして彼らを食事に招き入れると、彼らは父のもとにあるときと同様の順序で席に着いた。ヨセフは彼ら全員を歓待したが、自分の前に置かれた料理の二倍の分量を与えてベニヤミンを重んじた。
Ἐπεὶ δὲ μετὰ τὸ δεῖπνον εἰς ὕπνον ἐτράποντο, κελεύει τῷ ταμίᾳ τόν τε σῖτον αὐτοῖς δοῦναι μεμετρημένον καὶ τὴν τιμὴν πάλιν ἐγκρύψαι τοῖς σακκίοις, εἰς δὲ τὸ τοῦ Βενιαμὶν φορτίον καὶ σκύφος ἀργυροῦν, ᾧ πίνων ἔχαιρε, βαλόντα καταλιπεῖν.
彼らが夕食の後に就寝すると、ヨセフは家令に、穀物を計量して彼らに与え、代金を再び袋の中に隠し、さらにベニヤミンの荷物には、自分が飲むことを好んでいた銀の杯を入れて残すように命じた。
ἐποίει δὲ ταῦτα διάπειραν βουλόμενος τῶν ἀδελφῶν λαβεῖν, πότερόν ποτε βοηθήσουσι τῷ Βενιαμὶν κλοπῆς ἀγομένῳ3 καὶ δοκοῦντι κινδυνεύειν, ἢ καταλιπόντες ὡς οὐδὲν αὐτοὶ κεκακουργηκότες ἀπίασι πρὸς τὸν πατέρα.
彼がこれを行ったのは、兄弟たちを試すことを望んだからであり、ベニヤミンが窃盗の罪で連行され危険にさらされているように見えるときに果たして彼を助けるのか、それとも自分たちは何の悪事も働いていないとして彼を見捨て、父のもとへ去るのかを確かめようとしたのであった。
ποιήσαντος δὲ τοῦ οἰκέτου τὰ ἐντεταλμένα μεθʼ ἡμέραν οὐδὲν τούτων εἰδότες οἱ τοῦ Ἰακώβου παῖδες ἀπῄεσαν ἀπειληφότες τὸν Σεμεῶνα καὶ διπλῆν χαρὰν χαίροντες ἐπί τε τούτῳ κἀπὶ τῷ Βενιαμὶν ἀποκομίζειν τῷ πατρί, καθὼς ὑπέσχοντο. περιελαύνουσι δʼ αὐτοὺς ἱππεῖς ἄγοντες τὸν οἰκέτην, ὃς ἐναπέθετο τῷ τοῦ Βενιαμὶν φορτίῳ τὸν σκύφον.
しもべが命じられた通りに行うと、夜が明けてヤコブの子らはこれらについて何も知らぬまま、シメオンを取り戻し、彼を取り戻したことと約束通りベニヤミンを父のもとへ連れ帰ることとの二重の喜びに満たされて立ち去った。だが、ベニヤミンの荷物に杯を入れたしもべを連れた騎兵たちが彼らを包囲した。
ταραχθέντας δὲ ὑπὸ τῆς ἀδοκήτου τῶν ἱππέων ἐφόδου καὶ τὴν αἰτίαν πυθομένους διʼ ἣν ἐπʼ ἄνδρας ἐληλύθασιν,
兄弟たちは騎兵たちの不意の襲撃に狼狽し、いかなる理由によって自分たちのような者のもとにやって来たのかを尋ねると、
- 2.117ὡς ἢ σῶον ἐπανάξοντος αὐτῷ τὸν υἱὸν ἢ συγκαταστρέψοντος ἅμα ἐκείνῳ τὸν βίον
ὡς に未来分詞の属格 ἐπανάξοντος, συγκαταστρέψοντος が後続する構文。主語は文脈上ユダ自身であり、自身の誓言や確約(主観的決意)を表す独立属格として機能している。文頭の Ἰούδα... χρησαμένου... παραινοῦντος に意味上呼応し、自らの強い決意・誓約をヤコブに示す副詞的表現。
- 2.119ὁ μὲν γὰρ τοὺς υἱοὺς εἰ κομιεῖται σώους ἐκ τῆς ἀποδημίας ἐφρόντιζεν
先取り(prolepsis)の構文。従属節(間接疑問節 εἰ κομιεῖται...)の目的語である τοὺς υἱοὺς が、主動詞 ἐφρόντιζεν の前に目的格として先取りして配置されている。構造としては「息子たちについて、彼らを無事に迎え戻せるかを案じた」となる。
- 2.125κλοπῆς ἀγομένῳ
κλοπῆς は犯罪・訴因の属格(genitive of crime / charge)。動詞 ἄγω(法廷や罰に連行する・告発する)に伴い、「窃盗の罪で連行/告発される」という意味を表す。
