- 底本
- Flavius Josephus. Flavii Iosephi Opera, Vol. 1-4. Niese, Benedikt, editor. Berlin: Weidmann, 1885-1890.
- 翻訳
- AI生成(gemini-3.8-flash) — 機械翻訳のため誤りを含む場合があります
- 言語
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0526.tlg001.humanitext-grc2:1.204-1.214
- 出力
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
ロトは娘たちとゾオールに逃れ、娘たちは子孫を残すため父と交わってモアブ人とアンモン人の祖を生む。一方ゲララに移ったアブラモはサラを妹と偽るが、神の介入を受けたアビメレク王と和解して盟約を結び、約束の子イサクが誕生して八日目に割礼を受ける。
διαφεύγει δʼ αὐτὸς μετὰ τῶν θυγατέρων εἰς βραχύ τι χωρίον κατασχὼν περιγραφὲν ὑπὸ τοῦ πυρός· Ζωὼρ ἔτι καὶ νῦν λέγεται· καλοῦσι γὰρ οὕτως Ἑβραῖοι τὸ ὀλίγον. ἐνταῦθα τοίνυν ὑπό τε ἀνθρώπων ἐρημίας καὶ τροφῆς ἀπορίας ταλαιπώρως διῆγεν.
彼自身は娘たちとともに、火によって取り囲まれたある小さな土地にたどり着いて逃れ去った。そこは今でもなおゾオールと呼ばれている。ヘブライ人たちは小さなものをこのように呼ぶからである。そこで彼は、人の住まぬ荒野と食糧の欠乏のために惨めな生活を送っていた。
Αἱ δὲ παρθένοι πᾶν ἠφανίσθαι τὸ ἀνθρώπινον ὑπολαβοῦσαι τῷ πατρὶ πλησιάζουσι προνοήσασαι λαθεῖν· ἐποίουν δὲ τοῦτο ὑπὲρ τοῦ μὴ τὸ γένος ἐκλιπεῖν. γίνονται δὲ παῖδες ὑπὸ μὲν τῆς πρεσβυτέρας Μώαβος· εἴποι δʼ ἄν τις ἀπὸ πατρός.1 Ἄμμανον δʼ ἡ νεωτέρα ποιεῖται· γένους υἱὸν ἀποσημαίνει τὸ ὄνομα.
処女たちは人類がすべて滅び去ったと思い込み、ひそかに成し遂げるようあらかじめ計らって父に近づいた。彼女たちは一族が絶えてしまわないためにこのことを行ったのである。そして年上の娘からはモアブという子が生まれた。これは「父から」と呼ぶこともできよう。また年下の娘はアンマンを産んだ。この名は「一族の息子」を意味している。
καὶ κτίζει δʼ αὐτῶν ὁ μὲν Μωαβίτας μέγιστον ὄντας καὶ νῦν ἔθνος, Ἀμμανίτας δὲ ὁ ἕτερος· Συρίας τῆς κοίλης ἐστὶν ἀμφότερα. καὶ Λώτῳ μὲν τοιαύτην συνέβη τὴν ἐκ Σοδομιτῶν ἀναχώρησιν γενέσθαι.
そして彼らのうち一方は今なお最大の一民族であるモアブ人を立て、もう一方はアンモン人を立てた。両者ともにコイレ・シリアに属している。こうしてロトのソドムの人々のもとからの脱出はこのような結果となったのである。
Ἅβραμος δὲ μετῴκησεν εἰς Γέραρα τῆς Παλαιστίνης ἐν ἀδελφῆς ἐπαγόμενος σχήματι τὴν Σάρραν, ὅμοια τοῖς πρὶν ὑποκρινάμενος διὰ τὸν φόβον· ἐδεδίει γὰρ Ἀβιμέλεχον τὸν βασιλέα τῶν ἐπιχωρίων· ὃς καὶ αὐτὸς ἐρασθεὶς τῆς Σάρρας φθείρειν οἷός τε ἦν.2
一方アブラモはパレスチナのゲララへと移住したが、以前と同様の企てを恐れのために演じて、サラを妹の身なり(装い)で同伴した。というのも、彼は現地の人々の王アビメレクを恐れていたからである。この王自身もサラに恋情を抱き、彼女を犯すことができる状況にあった。
εἴργεται δὲ τῆς ἐπιθυμίας ὑπὸ νόσου χαλεπῆς αὐτῷ προσπεσούσης ἐκ θεοῦ καὶ τῶν ἰατρῶν αὐτὸν ἀπεγνωκότων ὑπνώσας ὄναρ ὁρᾷ μηδὲν ὑβρίζειν τὴν τοῦ ξένου γυναῖκα,3 καὶ ῥᾷον διατεθεὶς φράζει πρὸς τοὺς φίλους, ὡς ὁ θεὸς ταύτην αὐτῷ ἐπάγει τὴν νόσον ὑπὲρ ἐκδικίας τοῦ ξένου φυλάσσων ἀνύβριστον αὐτῷ τὴν γυναῖκα, μὴ γὰρ ἀδελφὴν οὖσαν ἐπάγεσθαι νόμῳ δʼ αὐτῷ συνοικοῦσαν, ἐπαγγέλλεταί τε παρέξειν αὑτὸν εὐμενῆ τὸ λοιπὸν ἀδεοῦς ἐκείνου περὶ τὴν γυναῖκα γενομένου.
しかし彼は、神から下った重い病によって情欲を阻まれ、医師たちが見放したところで眠りに落ち、旅人の妻を決して凌辱してはならないという夢を見た。そして気分が楽になると友人たちに、神が旅人の復讐のためにこの病を自分に送り、その妻を凌辱されないよう彼のために守っておられること、彼女は妹として連れてこられたのではなく律法(掟)によって彼と暮らす妻であること、また彼が妻に関して恐れを取り除かれた暁には、今後〔神〕自身が好意を示すであろうことを約束している、と告げ知らせた。
ταῦτα εἰπὼν μεταπέμπεται τὸν Ἅβραμον συμβουλευσάντων τῶν φίλων καὶ μηδὲν ἔτι περὶ τῆς γυναικὸς αὐτὸν ὡς πεισομένης τι τῶν αἰσχρῶν ἐκέλευσε δεδιέναι, θεὸν γὰρ αὐτοῦ κήδεσθαι, καὶ κατὰ τὴν συμμαχίαν τὴν ἐκείνου μεμενηκυῖαν ἀνύβριστον κομίζεσθαι. τοῦ δὲ θεοῦ μάρτυρος ὄντος καὶ τοῦ τῆς γυναικὸς συνειδότος ἔλεγε μηδʼ ἂν ὀρεχθῆναι τὴν ἀρχήν, εἰ γαμετὴν οὖσαν ἠπίστατο, ὡς ἀδελφὴν δὲ ἀγόμενον ἣν οὐκ ἠδίκουν.
こう語ったのち、友人たちの勧めによってアブラモを呼び寄せ、彼女が何か恥ずべき辱めを受けるのではないかと妻のことでこれ以上恐れる必要はない、なぜなら神が彼のことを心にかけておられ、神の援護によって凌辱されないまま留まっていた彼女を受け取るのだから、と命じた。そして神が証人であり、妻の良心(自覚)も証拠であるように、もし彼女が妻であると知っていたなら最初から欲することなど決してなかったであろうし、妹として連れてこられていた彼女を傷つけるつもりもなかったのだ、と言った。
παρακαλεῖ τε πρᾴως ἔχειν πρὸς αὐτὸν καὶ τὸν θεὸν εὐμενῆ ποιεῖν, παρʼ αὐτῷ τε μένειν βουλομένῳ πᾶσαν ἀφθονίαν ὑπάρξειν ἀπιέναι τε προαιρούμενον τεύξεσθαι πομπῆς καὶ πάντων ὅσων καὶ χρῄζων πρὸς αὐτὸν ἀφίκοιτο.
そして自分に対して穏やかであり、神を宥めてくれるよう懇願し、自分のところにとどまりたいと望むならあらゆる豊かさが与えられるであろうし、立ち去ることを選ぶならば護衛隊も、また自分のところに来た際に必要としていたすべてのものも得られるであろう、と述べた。
ταῦτʼ εἰπόντος Ἅβραμος οὔτε τὴν συγγένειαν τῆς γυναικὸς ἐψεῦσθαι ἔλεγεν, ἀδελφοῦ γὰρ αὐτὴν εἶναι παῖδα, καὶ δίχα τοιαύτης ὑποκρίσεως οὐκ ἀσφαλῆ τὴν ἐπιδημίαν ὑπολαβεῖν. ὅσα τε ἐπὶ τῷ μηδὲν αἴτιος τῆς νόσου γεγονέναι προθυμηθῆναι δʼ αὐτοῦ περὶ τὴν σωτηρίαν,4 ἑτοίμως ἔφασκεν ἔχειν παρʼ αὐτῷ μένειν.
彼がこう言ったのち、アブラモは妻の血筋を偽ったわけではなく、彼女は兄弟の娘(姪)であること、そしてこのような扮装なしにはその滞在が安全ではないと考えたのだと語った。そして自分が病気の原因に何らならなかったばかりか、むしろ彼の治癒のために尽力したことに基づいて、彼のもとにとどまる用意があると述べた。
καὶ Ἀβιμέλεχος τήν τε γῆν πρὸς αὐτὸν νέμεται καὶ τὰ χρήματα, καὶ συντίθενται ἀδόλως πολιτεύσεσθαι ὑπέρ τινος φρέατος ποιούμενοι τὸν ὅρκον, ὃ Βηρσουβαὶ καλοῦσιν· ὅρκιον δὲ φρέαρ λέγοιτʼ ἄν. οὕτω δʼ ἔτι καὶ νῦν ὑπὸ τῶν ἐπιχωρίων ὠνόμασται.
そしてアビメレクは彼とともに土地と財産を分かち合い、彼らは誠実に市民的交わりを保つことを約定して、ある井戸のそばで誓いを立てた。彼らはそこをベルスバイと呼んでいるが、これは「誓いの井戸」と言いうるものである。そして今でもなお現地の人々によってそのように名づけられている。
Γίνεται δὲ Ἁβράμῳ μετʼ οὐ πολὺ καὶ παῖς ἐκ Σάρρας, ὡς αὐτῷ ὑπὸ τοῦ θεοῦ προείρητο, ὃν Ἴσακον ὠνόμασε· τοῦτο γέλωτα σημαίνει· διὰ μέντοι τὸ τὴν Σάρραν μειδιάσαι τέξεσθαι φήσαντος αὐτὴν τοῦ θεοῦ μὴ προσδοκῶσαν ἤδη τοκετοῦ πρεσβυτέραν οὖσαν τὸν υἱὸν οὕτως ἐκάλεσεν. αὐτὴ μὲν γὰρ ἐνενήκοντα εἶχεν ἔτη ἑκατὸν δὲ Ἅβραμος.
神によって彼にあらかじめ告げられていたとおり、アブラモにはまもなくサラから男の子も生まれ、彼をイサクと名づけた。これは「笑い」を意味する。まさに神が子を産むであろうと言われた際、すでに出産の見込みのない高齢であったため信じられず、サラが微笑んだことから、息子をこのように呼んだのである。彼女自身は九十歳であり、アブラモは百歳であった。
τίκτεται δὲ παῖς ἑκατέρων τῷ ὑστάτῳ ἔτει, ὃν εὐθὺς μετʼ ὀγδόην ἡμέραν περιτέμνουσι, κἀξ ἐκείνου μετὰ τοσαύτας ἔθος ἔχουσιν οἱ Ἰουδαῖοι ποιεῖσθαι τὰς περιτομάς, Ἄραβες δὲ μετὰ ἔτος τρισκαιδέκατον· Ἰσμαῆλος γὰρ ὁ κτίστης αὐτῶν τοῦ ἔθνους Ἁβράμῳ γενόμενος ἐκ τῆς παλλακῆς ἐν τούτῳ περιτέμνεται τῷ χρόνῳ· περὶ οὗ τὸν πάντα λόγον ἐκθήσομαι μετὰ πολλῆς ἀκριβείας.
子は二人のそれぞれの最後の年に生まれたが、八日目を過ぎると直ちに彼に割礼を施した。そのとき以来ユダヤ人はそれだけの日数を経て割礼を行う習慣があり、アラビア人は十三年を過ぎてから行う。彼らの民族の創設者であり、アブラモが側室からもうけたイシュマエルがその年齢で割礼を受けたからである。これについてはあらゆる経緯を極めて詳細に叙述することにしよう。
- 1.205εἴποι δʼ ἄν τις ἀπὸ πατρός
ἄν+希求法(εἴποι)による潜在・可能性の表現。「人は(この名を)『父から』と呼ぶこともできよう」の意。ヘブライ語の語源解釈(מואב = me-av)をギリシア語読者に説明する挿入句である。
- 1.207φθείρειν οἷός τε ἦν
οἷός τέ εἰμι+不定詞で「〜する能力・立場にある」。ここでは未完了過去 ἦν を伴い、「(王の権力によって)彼女を手籠めにする/犯すことが可能な状態にあった」あるいは「犯そうとしていた」という実現寸前の状況を示す。
- 1.208ὑπνώσας ὄναρ ὁρᾷ μηδὲν ὑβρίζειν τὴν τοῦ ξένου γυναῖκα
主動詞 ὄναρ ὁρᾷ の目的語として否定辞 μηδέν を伴う不定詞句 μηδὲν ὑβρίζειν が置かれている。神の夢託が禁止命令の内容(「凌辱するな」)を含んでいるため、間接命令・勧告の構文として否定辞 μή が用いられている。
- 1.211ὅσα τε ἐπὶ τῷ μηδὲν αἴτιος τῆς νόσου γεγονέναι προθυμηθῆναι δʼ αὐτοῦ περὶ τὴν σωτηρίαν
前置詞 ἐπί に冠詞付き不定詞(τῷ ... γεγονέναι ... προθυμηθῆναι δέ)が結びついた理由・根拠を示す前置詞句。ὅσα は相関的・限定的に「〜であるかぎりにおいて、〜の点に照らして」の意で係り、アブラモが自らの無実と王の治癒への熱意を理由として滞在を受け入れる論理的骨格を成している。
