← フラウィウス・ヨセフス

ユダヤ古代誌

§1.147-1.156

アブラムの系譜とカナアン移住および唯一神信仰

ヨクタンの系譜を記してセムの子孫の叙述を終えた後、著者はファレグからアブラムに至る系図と寿命の変遷を記録する。続いてアブラムの親族関係、カルデアからハランを経てカナアンへの移住、そして天体や自然界の運行の観察から唯一神の信仰へと至ったアブラムの哲学的思索を論じる。

表示 ▾
表示
訳
訳の書体
AI ↗
← 前次 →
§1.147

Ἰούκτᾳ δὲ τῶν Ἑβέρου παίδων ἦσαν υἱοὶ Ἐλμόδαδος Σάλεφος Ἀζερμώθης Εἰράης Ἐδώραμος Οὐζάλης Δαήλης Ἤβαλος Ἀβιμάηλος Σάφας Ὀφίρης Εὐίλης Ἰόβηλος. οὗτοι ἀπὸ Κωφῆνος ποταμοῦ τῆς Ἰνδικῆς καὶ τῆς πρὸς αὐτῇ Σηρίας τινὰ κατοικοῦσι. ταῦτα μὲν περὶ τῶν Σημᾶ παίδων ἱστορήσθω.

エベルの息子たちのうち、ヨクタンにはエルモダド、サレフ、アゼルモテス、エイラエス、エドラモス、ウザレス、ダエレス、エバロス、アビマエロス、サファス、オフィレス、エウィレス、ヨベロスという息子たちがいた。彼らはコフェン川から、インドおよびそれに隣接するセリアの一部に居住している。セムの子らについては以上の通り語られたものとしよう。

§1.148

Ποιήσομαι δὲ περὶ Ἑβραίων τὸν λόγον· Φαλέγου γὰρ τοῦ Ἑβέρου γίνεται παῖς Ῥεούς· τούτου δὲ Σεροῦγος, ᾧ Ναχώρης υἱὸς τίκτεται· τούτου δὲ Θέρρος· πατὴρ δὲ οὗτος Ἁβράμου γίνεται, ὃς δέκατος μέν ἐστιν ἀπὸ Νώχου, δευτέρῳ δʼ ἔτει καὶ ἐνενηκοστῷ πρὸς ἐνακοσίοις μετὰ τὴν ἐπομβρίαν ἐγένετο.

さて、私はヘブライ人についての記述を行うこととする。エベルの子ファレグにはレウという子が生まれ、彼にはセルグが生まれ、彼に息子ナホルが生まれる。そして彼にテラが生まれる。このテラがアブラムの父となるが、アブラムはノアから十代目に当たり、洪水の後九百九十二年目に生まれた。

§1.149

Θέρρος μὲν γὰρ ἑβδομηκοστῷ ποιεῖται τὸν Ἅβραμον· Ναχώρης δὲ Θέρρον εἰκοστὸν αὐτὸς καὶ ἑκατοστὸν ἤδη γεγονὼς ἐγέννησε· Σερούγῳ δὲ Ναχώρης τίκτεται περὶ ἔτος δεύτερον καὶ τριακοστὸν καὶ ἑκατοστόν· Ῥοῦμος δὲ Σεροῦγον ἔτη τριάκοντα γεγονὼς πρὸς τοῖς ἑκατόν· ἐν δὲ τοῖς αὐτοῖς ἔτεσι καὶ Ῥοῦμον Φάλεγος ἔσχεν·

というのも、テラは七十歳のときにアブラムをもうけ、ナホル自身は百二十歳になってからテラを生み、セルグには百三十二年ごろにナホルが生まれ、ルモスは百三十歳になってセルグを生み、ファレグも同じ年数でルモスをもったからである。

§1.150

Ἕβερος δὲ τετάρτῳ καὶ τριακοστῷ πρὸς τοῖς ἑκατὸν γεννᾷ Φάλεγον γεννηθεὶς αὐτὸς ὑπὸ Σέλου τριακοστὸν ἔτος ἔχοντος καὶ ἑκατοστόν, ὃν Ἀρφάξαδος ἐτέκνωσε κατὰ πέμπτον καὶ τριακοστὸν ἔτος πρὸς τοῖς ἑκατόν· Σημᾷ δὲ υἱὸς Ἀρφαξάδης ἦν μετὰ ἔτη δώδεκα τῆς ἐπομβρίας γενόμενος.

そしてエベルは百三十四歳のときにファレグを生んだが、彼自身は百三十歳であったセラから生まれたのであり、このセラはアルパクシャデスが百三十五歳のときに生んだ。そしてセムにとってアルパクシャデスは、洪水の十二年後に生まれた息子であった。

§1.151

Ἅβραμος δὲ εἶχεν ἀδελφοὺς Ναχώρην καὶ Ἀράνην· τούτων Ἀράνης μὲν υἱὸν καταλιπὼν Λῶτον καὶ Σάρραν καὶ Μελχὰν θυγατέρας ἐν Χαλδαίοις ἀπέθανεν ἐν πόλει Οὐρῆ λεγομένῃ τῶν Χαλδαίων, καὶ τάφος αὐτοῦ μέχρι νῦν δείκνυται. γαμοῦσι δὲ τὰς ἀδελφιδὰς Μελχὰν μὲν Ναχώρης Σάρραν δὲ Ἅβραμος.

アブラムにはナホルとハランという兄弟がいた。これらのうちハランは、息子ロトと娘たちサラおよびミルカをカルデア人の地境に残して、カルデア人のいわゆるウルの町で死に、彼の墓は今日まで示されている。そしてナホルはミルカを、アブラムはサラを、それぞれ姪であったが妻とした。

§1.152

Θέρρου δὲ μισήσαντος τὴν Χαλδαίαν διὰ τὸ Ἀράνου πένθος μετοικίζονται πάντες εἰς Χαρρὰν τῆς Μεσοποταμίας, ὅπου καὶ Θέρρον τελευτήσαντα θάπτουσιν ἔτη βιώσαντα πέντε καὶ διακόσια· συνετέμνετο γὰρ ἤδη τοῖς ἀνθρώποις τὸ ζῆν καὶ βραχύτερον ἐγίνετο μέχρι τῆς Μωυσέος γενέσεως, μεθʼ ὃν ὅρος ἦν τοῦ ζῆν ἑκατὸν ἔτη πρὸς τοῖς εἴκοσι τοσαῦθʼ ὁρίσαντος τοῦ θεοῦ, ὅσα καὶ Μωυσεῖ συνέβη βιῶναι.

テラはハランへの哀悼の念ゆえにカルデアの地を嫌悪し、全員でメソポタミアのハランへと移住したが、そこではテラも二百五歳生きて死去し、葬られた。というのも、人間の寿命はすでに短縮されつつあり、モーセの誕生に至るまで次第に短くなっていたからである。モーセののちは神が百二十年という寿命の限界を定められたが、これはモーセが生きた年数と同じであった。

§1.153

Ναχώρῃ μὲν οὖν ἐκ τῆς Μελχᾶς ὀκτὼ παῖδες ἐγένοντο, Οὖξος Βαοῦξος Μαουῆλος Ζάχαμος Ἀζαοῦος Ἰαδελφᾶς Ἰαδαφᾶς Βαθουῆλος· οὗτοι μὲν Ναχώρου παῖδες γνήσιοι· Ταβαῖος γὰρ καὶ Γάδαμος καὶ Τααῦος καὶ Μαχᾶς ἐκ Ῥούμας παλλακῆς αὐτῷ γεγόνασι. Βαθουήλῳ δὲ τῶν Ναχώρου γνησίων παίδων γίνεται Ῥεβέκκα θυγάτηρ καὶ Λάβανος υἱός.

さて、ナホルにはミルカから八人の子が生まれた。ウクス、バウクス、マウエロス、ザカモス、アザウオス、イアデルファス、イアダファス、バトゥエロスである。これらはナホルの嫡出の子らである。というのも、彼にはルマという側室からタバイオス、ガダモス、タアウオス、マカスが生まれたからである。ナホルの嫡出の子らのうち、バトゥエロスには娘リベカと息子ラバンが生まれた。

§1.154

Ἅβραμος δὲ Λῶτον τὸν Ἀράνου τοῦ ἀδελφοῦ υἱὸν τῆς δὲ γυναικὸς αὐτοῦ Σάρρας ἀδελφὸν εἰσεποιήσατο γνησίου παιδὸς ἀπορῶν καὶ καταλείπει τὴν Χαλδαίαν ἑβδομήκοντα καὶ πέντε γεγονὼς ἔτη τοῦ θεοῦ κελεύσαντος εἰς τὴν Χαναναίαν μετελθεῖν, ἐν ᾗ κατῴκησε καὶ τοῖς ἀπογόνοις κατέλιπε δεινὸς ὢν συνεῖναί τε περὶ πάντων καὶ πιθανὸς τοῖς ἀκροωμένοις περί τε ὧν εἰκάσειεν οὐ διαμαρτάνων.

アブラムは嫡出の子に恵まれなかったため、兄弟ハランの息子であり自らの妻サラの兄弟でもあるロトを養子とし、七十五歳になったとき、神がカナアンの地へと移住するよう命じられたのでカルデアを去った。彼はその地に定住して子孫たちに残したが、彼はあらゆる事柄について理解する能力に優れ、聞き手に対して説得力があり、自らの推論において誤ることがなかった。

§1.155

διὰ τοῦτο καὶ φρονεῖν μεῖζον ἐπʼ ἀρετῇ τῶν ἄλλων ἠργμένος καὶ τὴν περὶ τοῦ θεοῦ δόξαν, ἣν ἅπασι συνέβαινεν εἶναι, καινίσαι καὶ μεταβαλεῖν ἔγνω. πρῶτος οὖν τολμᾷ θεὸν ἀποφήνασθαι δημιουργὸν τῶν ὅλων ἕνα, τῶν δὲ λοιπῶν εἰ καί τι πρὸς εὐδαιμονίαν συντελεῖ κατὰ προσταγὴν τὴν τούτου παρέχειν ἕκαστον καὶ οὐ κατʼ οἰκείαν ἰσχύν.

このため、彼は徳において他の者たちよりも高い思慮を抱くようになり、誰もが抱いていた神についての見解を刷新し、変革しようと決意した。そこで彼は、万物の造り主である神は唯一であると公言し、その他の事物が何か幸福に寄与するとしても、各々は自らの固有の力によるのではなく、この神の命令に従ってそれを供しているのだと、最初に主張する勇気をもった。

§1.156

εἰκάζεται δὲ ταῦτα τοῖς γῆς καὶ θαλάσσης παθήμασι1 τοῖς τε περὶ τὸν ἥλιον καὶ τὴν σελήνην καὶ πᾶσι τοῖς κατʼ οὐρανὸν συμβαίνουσι· δυνάμεως γὰρ αὐτοῖς παρούσης καὶ προνοῆσαι τῆς κατʼ αὐτοὺς εὐταξίας, ταύτης δʼ ὑστεροῦντας φανεροὺς γίνεσθαι μηδʼ ὅσα πρὸς τὸ χρησιμώτερον ἡμῖν συνεργοῦσι κατὰ τὴν αὐτῶν ἐξουσίαν, ἀλλὰ κατὰ τὴν τοῦ κελεύοντος ἰσχὺν ὑπουργεῖν,2 ᾧ καλῶς ἔχει μόνῳ τὴν τιμὴν καὶ τὴν εὐχαριστίαν ἀπονέμειν.

これらのことは、大地と海が被る変動や、太陽や月についての現象、天で生じるすべての事象から推論される。というのも、それらに固有の秩序を保つ配慮の力が仮にあるとしても、この力に欠けていることが明らかであり、我々にとって有益となる事柄に資する場合でも、自らの権能によってではなく、命令する者の力に従って奉仕しているのであり、その方にのみ栄誉と感謝を捧げるのが当然であるからである。

構文注2 件
  1. 1.156εἰκάζεται δὲ ταῦτα τοῖς γῆς καὶ θαλάσσης παθήμασι

    εἰκάζεται は三人称単数現在受動態(または中道態)で「これらは〜から推論される」を意味し、後続の与格句 τοῖς ... παθήμασι は手段・根拠の与格(instrumental dative)として推論の基礎となる事象を示している。直前の「神が唯一の創造主であり、自然物は神の命令に従って動く」というアブラムの教説が、自然界の経験的観察に基づいて導き出された論証であることを示す。

  2. 1.156δυνάμεως γὰρ αὐτοῖς παρούσης καὶ προνοῆσαι τῆς κατʼ αὐτοὺς εὐταξίας, ταύτης δʼ ὑστεροῦντας φανεροὺς γίνεσθαι μηδʼ ὅσα πρὸς τὸ χρησιμώτερον ἡμῖν συνεργοῦσι κατὰ τὴν αὐτῶν ἐξουσίαν, ἀλλὰ κατὰ τὴν τοῦ κελεύοντος ἰσχὺν ὑπουργεῖν

    文全体が間接話法の対格不定詞構文に組み込まれている長大な論証文である。前半の δυνάμεως ... παρούσης は独立属格で、反実仮想的な譲歩「仮に彼らに秩序を保つ固有の力があるとしても」を導く。これに対して主節の骨格は ταύτης δʼ ὑστεροῦντας(それ=秩序を保つ力を欠いていること)が φανεροὺς γίνεσθαι(明白になること)であり、それに続く μηδʼ ... ἀλλὰ ... ὑπουργεῖν(自らの権能ではなく命令者の力に従って役目を果たしていること)へと不定詞が接続している。天体や自然界が固有の意志や力で規則正しく動いているのではなく、超越的な神に従属していることを論理的に裏付けている。

翻訳:Gemini 3.8 Flash・日本語訳と原文の修正なしurn:cts:greekLit:tlg0526.tlg001.humanitext-grc2:1.147-1.156