← カッシウス・ディオ

ローマ史

§37.3.1-37.3.6

ポンペイウスのアルバニア再侵攻とアバス川への行軍

ポンペイウスはコルキスへの進軍路の困難を察して艦隊にミトリダテスを海上封鎖させ、自身は欺瞞を交えてアルメニア経由でアルバニアへ反転し、酷暑と渇きに苦しみながらも渡河してアバス川へと進軍する。

表示 ▾
表示
訳
訳の書体
AI ↗
← 前次 →
§37.3.1

κἀκ τούτου μαθὼν ὁ Πομπήιος οὐ πόρρω τὸν Φᾶσιν ὄντα, καὶ νομίσας ἔς τε τὴν Κολχίδα παρʼ αὐτὸν καταβήσεσθαι καὶ ἐκεῖθεν ἐπὶ τὸν Μιθριδάτην ἐς τὸν Βόσπορον πορεύσεσθαι, προῄει μὲν ᾗ διενοεῖτο, καὶ τούς τε Κόλχους καὶ τοὺς προσχώρους σφίσι, τὰ μὲν πείθων, τὰ δὲ καὶ ἐκφοβῶν, διῆλθε· αἰσθόμενος δὲ ἐνταῦθα ὅτι ἥ τε ἐπὶ τῆς ἠπείρου κομιδὴ διὰ πολλῶν καὶ ἀγνώστων καὶ πολεμικῶν ἐθνῶν, καὶ ἡ διὰ τῆς θαλάσσης χαλεπωτέρα διά τε τὸ ἀλίμενον τῆς χώρας καὶ διὰ τοὺς ἐνοικοῦντας αὐτὴν εἴη,1 τῷ μὲν Μιθριδάτῃ τὸ ναυτικὸν ἐφορμεῖν ἐκέλευσεν ὥστε ἐκεῖνόν τε τηρῆσαι μηδαμόσε ἐκπλεῦσαι καὶ τὴν ἐπαγωγὴν αὐτοῦ τῶν ἐπιτηδείων ἀφελέσθαι, αὐτὸς δὲ ἐπὶ τοὺς Ἀλβανοὺς οὐ τὴν συντομωτάτην, ὅπως σφᾶς καὶ ὑπὸ τούτου πρὸς ταῖς σπονδαῖς ἀνελπίστους καταλάβῃ, ἀλλʼ ἐς τὴν Ἀρμενίαν ἐπανελθὼν ἐτράπετο. καὶ τόν τε Κύρνον, ᾗ πορεύσιμος ὑπὸ τοῦ θέρους ἐγεγόνει, πεζῇ διέβη, τήν τε ἵππον κατὰ τὸν ῥοῦν καὶ τὰ σκευοφόρα ἑξῆς, εἶτα τοὺς πεζοὺς διιέναι κελεύσας,2 ἵνʼ οἵ τε ἵπποι τὸ σφοδρὸν αὐτοῦ τοῖς σώμασί σφων διαχέωσι, καὶ ἐκ τῶν σκευοφόρων εἴ πού τι καὶ ὣς περιτραπείη, ἔς τε τοὺς ἐπὶ θάτερα παρακολουθοῦντας ἐμπίπτῃ καὶ μὴ περαιτέρω καταφέρηται·

そしてこれに続いてポンペイウスは、ファシス川がそう遠くない所にあると知り、川に沿ってコルキスへと下り、そこからボスポロスへとミトリダテスを追って進軍できると考え、思惑どおりに進軍を続け、コルキス人たちやその周辺の諸部族を、ある者は説得し、ある者は威嚇しながら通過した。しかしそこで、陸路での移動は数多くの未知で好戦的な諸部族を通過するものであり、海路での移動は沿岸に港湾がないこととそこに居住する住民たちのためになおさら困難であると察知すると、ミトリダテスに対しては艦隊に監視・封鎖を命じ、彼がどこへも船で脱出できず補給品の搬入も絶たれるようにした。そして自身はアルバニア人たちに向かったが、最も近道をとるのではなく、休戦協定に加えてこのことによっても彼らの不意を突くため、アルメニアへと引き返してから転進した。そしてキュルノス川が夏の暑さによって徒渉可能になっていた地点で徒歩で渡河したが、その際、騎兵を上流側に、輜重隊をその隣に、次いで歩兵を進ませるように命じた。これは、騎兵たちがその馬体によって水流の激しさを弱め、また万一それでも輜重から転覆するものがあったとしても、下流側で付き従う者たちに受け止められてそれ以上流されないようにするためであった。

§37.3.5

κἀντεῦθεν πρὸς τὸν Καμβύσην πορευόμενος ὑπὸ μὲν τῶν πολεμίων οὐδὲν δεινὸν ἔπαθεν, ὑπὸ δὲ δὴ τοῦ καύματος καὶ διὰ τοῦτο καὶ τοῦ δίψους ἰσχυρῶς μετὰ παντὸς τοῦ στρατοῦ, καίτοι νυκτὸς τὸ πολὺ τῆς ὁδοῦ διελθών, ἐταλαιπώρησεν· οἱ γὰρ ἀγωγοί σφων, ἐκ τῶν αἰχμαλώτων ὄντες, οὐ τὴν ἐπιτηδειοτάτην αὐτοὺς ἤγαγον. οὐ μὴν οὐδʼ ὁ ποταμὸς ἐν δέοντί σφισιν ἐγένετο· ψυχρότατόν τε γὰρ τὸ ὕδωρ ὄν, καὶ ἀθρόον ὑπʼ αὐτῶν ποθέν, συχνοῖς ἐλυμήνατο. ὡς δʼ οὖν οὐδὲ ἐνταῦθα ἀντίπαλόν τι αὐτοῖς ὤφθη, πρὸς τὸν Ἄβαντα προσεχώρησαν, ὕδωρ μόνον ἐπιφερόμενοι· τὰ γὰρ ἄλλα παρʼ ἑκόντων τῶν ἐπιχωρίων ἐλάμβανον, καὶ διὰ τοῦτο οὐδʼ ἐκακούργουν οὐδέν.

そこからカムビュセス川へと進軍するにあたり、敵からは何の危害も受けなかったものの、酷暑とそれによる渇きのために全軍とともにひどく苦しめられた。夜間に道の大半を進んだにもかかわらずそうであった。というのも、捕虜の中から選ばれた道案内たちが、彼らを最も都合のよい道へと案内しなかったからである。もっとも、その川も彼らにとって好都合なものとはならなかった。水が極めて冷たく、それを兵士たちが一気に飲んだため、多くの者が体を害したからである。しかしながら、そこでも敵対する者が何も現れなかったため、彼らは水だけを携えてアバス川へと進んだ。その他の物資は土地の住民たちから自発的に提供されており、それゆえローマ軍も一切の略奪をしなかったからである。

構文注2 件
  1. 37.3.2ἥ τε ἐπὶ τῆς ἠπείρου κομιδὴ διὰ πολλῶν καὶ ἀγνώστων καὶ πολεμικῶν ἐθνῶν, καὶ ἡ διὰ τῆς θαλάσσης χαλεπωτέρα διά τε τὸ ἀλίμενον τῆς χώρας καὶ διὰ τοὺς ἐνοικοῦντας αὐτὴν εἴη

    間接話法(ὅτι節)において歴史時制下で用いられた希求法 εἴη が導く構造。主部「陸路の移動」に対しては述語動詞(ἐστί/εἴη)が省略されており、後続の「海路の移動」が χαλεπωτέρα(比較級補語)と εἴη を伴って対比されている。前者は「〜を通過する(ものである)」という事実関係を、後者は「〜ゆえになおさら困難である」という比較を表す。

  2. 37.3.4τήν τε ἵππον κατὰ τὸν ῥοῦν καὶ τὰ σκευοφόρα ἑξῆς, εἶτα τοὺς πεζοὺς διιέναι κελεύσας

    川を横断する際の縦深配置を示す。κατὰ τὸν ῥοῦν は直訳では「流れに沿って」だが、後続の目的節(ἵνʼ οἵ τε ἵπποι τὸ σφοδρὸν αὐτοῦ ... διαχέωσι「馬が水流の勢いを分散させるため」)および転覆した荷が「他方の側(下流側)に伴走する者たち(τοὺς ἐπὶ θάτερα παρακολουθοῦντας)」に受け止められるという説明から、騎兵が最も上流側に一列を作って水流を和らげ、そのすぐ下流に輜重隊、さらに下流側に歩兵を配置した戦術的隊形を指す。

翻訳:Gemini 3.8 Flash(2026-11-29 公開)・日本語訳と原文の修正なしurn:cts:greekLit:tlg0385.tlg001.humanitext-grc2:37.3.1-37.3.6