← カッシウス・ディオ

ローマ史

§36.42.1-36.42.4

マッリウスの解放奴隷投票法と元老院による無効化

護民官ロスキウスの法案が好評を博したのに対し、解放奴隷の投票権拡大を不当な手続きで通そうとした護民官マッリウスの法は即座に元老院に無効化され、窮したマッリウスは不在のポンペイウスに接近を図る。

表示 ▾
表示
訳
訳の書体
AI ↗
← 前次 →
§36.42.1

Ἐσήνεγκε μὲν οὖν καὶ ὁ Ῥώσκιος νόμον, ἐσήνεγκε δὲ καὶ ὁ Γάιος ὁ Μάλλιος, ὅτε ἐδημάρχησεν. ἀλλʼ ἐκεῖνος μέν (τὰς γὰρ τῶν ἱππέων τὰς ἐν τοῖς θεάτροις ἕδρας ἀκριβῶς ἀπὸ τῶν ἄλλων ἀφώρισε) καὶ ἔπαινον ἐπʼ αὐτῷ ἔλαβεν, ὁ δὲ δὴ Μάλλιος καὶ δίκην ὀλίγου ὑπέσχε·1 τῷ γὰρ ἔθνει τῷ τῶν ἀπελευθέρων ἔν τε τῇ ἐσχάτῃ τοῦ ἔτους ἡμέρᾳ καὶ πρὸς ἑσπέραν, παρασκευάσας τινὰς ἐκ τοῦ ὁμίλου, ψηφίσασθαι μετὰ τῶν ἐξελευθερωσάντων σφᾶς ἔδωκεν. ἐπεὶ δὲ ἡ βουλὴ εὐθὺς τῇ ὑστεραίᾳ, ἐν αὐτῇ τῇ νουμηνίᾳ ἐν ᾗ Λούκιός τε Τούλλιος καὶ Αἰμίλιος Λέπιδος ὑπατεύειν ἤρξαντο, τὸν νόμον αὐτοῦ ἀπεψηφίσατο, φοβηθείς, ἐπειδὴ τὸ πλῆθος δεινῶς ἠγανάκτει, τὰ μὲν πρῶτα ἔς τε τὸν Κράσσον καὶ ἐς ἄλλους τινὰς τὴν γνώμην ἀνῆγεν,2 ὡς δʼ οὐδεὶς ἐπίστευέν οἱ, τὸν Πομπήιον καὶ ἀπόντα ἐκολάκευσεν, ἄλλως τε καὶ ὅτι τὸν Γαβίνιον πλεῖστον παρʼ αὐτῷ δυνάμενον ᾔσθετο· τόν τε γὰρ τοῦ Τιγράνου καὶ τὸν τοῦ Μιθριδάτου πόλεμον, τήν τε Βιθυνίαν καὶ τὴν Κιλικίαν ἅμα3

さて、ロスキウスも法律を提出したが、ガイウス・マッリウスもまた護民官であったときに法案を提出した。しかし前者は(劇場における騎士階級の座席を他の座席から明確に区画したため)この法律によって称賛さえ受けたのに対し、マッリウスのほうは危うく裁判にかけられるところであった。というのも彼は、群衆の中から買収した者たちを用意したうえで、年の最後の日かつ夕刻迫るころに、解放奴隷の階層に対して自分たちを解放した者たちと一緒に投票する権利を与えたからである。ところが元老院がその翌日、ルキウス・トゥッリウスとアイミリウス・レピドゥスが執政官に着任したまさにその新月の日に、直ちに彼の法律を無効と決議したため、民衆が激しく憤慨したのを見て恐れをなした彼は、当初はその発案の責任をクラッススや他の数名に帰していたが、誰も彼を信じなかったため、不在であったにもかかわらずポンペイウスにへつらったのだが、〔それは〕とりわけガビニウスがポンペイウスのもとで絶大な影響力を持っていることを察知したからでもあった。というのも、ティグラネスとの戦争とミトリダテスとの戦争、さらにはビテュニアとキリキアを同時に

構文注3 件
  1. 36.42.2δίκην ὀλίγου ὑπέσχε

    ὀλίγου は ὀλίγου δεῖν の略で、「ほとんど」「あやうく〜するところだった」という慣用的な副詞的意味を表す属格(分量・程度の属格)。「あやうく処罰を受ける(裁判沙汰になる)ところだった」の意。

  2. 36.42.3τὴν γνώμην ἀνῆγεν

    ἀνάγω はここでは「起源や責任を〜に帰する、遡らせる」の意味。τὴν γνώμην(その提案、発案)の責任や出所を ἔς τε τὸν Κράσσον καὶ ἐς ἄλλους τινάς(クラッススや他の数名)に押し付けようとしたことを表す。

  3. 36.42.4τόν τε γὰρ τοῦ Τιγράνου καὶ τὸν τοῦ Μιθριδάτου πόλεμον, τήν τε Βιθυνίαν καὶ τὴν Κιλικίαν ἅμα

    対格の名詞句が並列されているが、箇所末尾のためこれらを目的語にとる主節動詞(後続文の「ポンペイウスに委ねる」等の動詞)がまだ現れていない中断構造。訳文でも構造が維持されるよう、主節動詞を補完しすぎずに構文の未完状態を反映している。

翻訳:Gemini 3.8 Flash・日本語訳と原文の修正なしurn:cts:greekLit:tlg0385.tlg001.humanitext-grc2:36.42.1-36.42.4