← アイリオス・アリステイデス

弁論術

§2.2.1.5-2.2.1.8

素朴な文体における命題の提示と構文の特徴

著者はクセノポンの『キュロスの教育』や『饗宴』を例に引き、素朴な文体における着想の提示法(命題をあらかじめ明示しない構成、真面目でない日常的事柄の採用、和らげられた謙虚な口調や弛緩した語順・構文)の特徴を論じている。

表示 ▾
表示
訳
訳の書体
AI ↗
← 前次 →
§2.2.1.5

τὸ μὲν δὴ κατὰ τὴν μεταχείρισιν τῶν ἐννοημάτων τοιοῦτόν ἐστιν, καὶ ἔτι τὸ μὴ ὡς εἰς πρότασιν λέγεσθαι τὰ λεγόμενα κατασκευαστικὰ τοῦ προκειμένου, ἀλλʼ ἀδήλου ὄντος πρὸς ἃ λέγεται, οὕτω προχωρεῖν τὸν λόγον,1 οἷον μὴ προθεὶς ὅτι βούλεται ἀποδεῖξαι πολλοῦ ἄξιον Κῦρον ἐπάγει ἔννοιά ποθʼ ἡμῖν ἐγένετο, καὶ προλαβὼν πάντα τὰ προκατασκευαστικά, ἐξ ὧν χαλεπόν ἐστιν ἀνθρώπων ἄρχειν, χαλεπώτερον τῶνδε καὶ τῶνδε, οὕτως ἐπήγαγεν, ἀλλὰ μὴν Κῦρος πλείστων ἀνθρώπων ἦρξε· Κῦρος ἄρα πολλοῦ ἄξιος ἐγένετο. καὶ αὕτη ἐστὶν ἀφελοῦς λόγου μεταχείρισις, ὅταν μὴ φανερὸν ᾖ ὡς πρότασις τὸ λεγόμενον.

着想の扱いに関しては確かにこのようなものであり、さらに、提示された論題を証明する言辞が命題に向けられているかのように言われるのではなく、何に向けて語られているのかが不明なまま、言論がそのように進んでいくことである。例えば、キュロスが多大の価値ある人物であることを証明しようと望んでいることをあらかじめ提示せず、「あるとき我らに思いが生じた」と導入し、人間を支配することが困難であり、あれやこれやのもの(を支配すること)よりも困難である根拠となる予備的論証のすべてをあらかじめ提示したうえで、このように導いたのである。「しかし実のところ、キュロスはきわめて多数の人間を支配した。ゆえに、キュロスは多大の価値ある人物となった」と。そして、語られる内容が命題として明白でないとき、これこそが素朴な言論の扱いなのである。

§2.2.1.6

δεῖ δὲ πολλάκις καὶ τὰ νοήματα μὴ πάντα ἰσχυρὰ εἶναι, ὥσπερ καὶ τὰ τῶν πολιτικῶν λόγων, ἀλλʼ ἔνια καὶ ὑφειμένως τιθέναι, καὶ τὰ ἥττω δοκοῦντα εἶναι, ἔνια δέ, εἰ οἷόν τε, ὡς καὶ γέλωτος ἄξια ἂν φανείη,2 ὡς καὶ ἐν τῷ Συμποσίῳ εὐθὺς ἐν ἀρχῇ τοῦ λόγου φησὶν ἀλλʼ ἔμοιγε δοκεῖ τῶν καλῶν ἢ τῶν ἀγαθῶν ἀνδρῶν οὐ μόνον τὰ μετὰ σπουδῆς πραττόμενα ἀξιομνημόνευτα εἶναι, ἀλλὰ καὶ τὰ ἐν ταῖς παιδιαῖς ἤθους ἐχόμενόν ἐστι τὸ νόημα, ὅτι δεῖ καὶ τὰ μετὰ παιδιᾶς πραττόμενα τῶν καλῶν τε κἀγαθῶν ἀνδρῶν ἀποδέχεσθαι. καὶ τοῦτό ἐστι τὸ θεώρημα τοῦ ἀφελοῦς λόγου, ὅτι μὴ ἐκ παντὸς τρόπου διώκειν τὰ ἔνδοξα καὶ μεγάλα, ἀλλὰ καὶ τὰ δοκοῦντα φαῦλα εἶναι καὶ εὐκαταφρόνητα.

またしばしば、弁論的な言論の思想がそうであるように思想のすべてが強力である必要はなく、あるものは控えめに提示し、劣っていると思われるものも置くべきであり、さらには可能であれば、笑うべきものに見えるようなものすら置くべきである。現に『饗宴』においても言論のまさに冒頭で彼が述べているように、「しかし私には、立派な善き人々については真面目に為される事柄だけでなく、遊びの中で為される事柄もまた記憶に値すると思われる」。この思想は人柄・性格に結びついており、立派で善き人々の遊びの中で為される事柄も受け入れるべきであるということである。そして、あらゆる手段によって名誉ある偉大な事柄を追求するのではなく、卑小で軽蔑すべきと思われる事柄をも追求すること、これが素朴な言論の規範なのである。

§2.2.1.7

κατὰ μὲν οὖν τὴν ἀπαγγελίαν ἀμφότερα τὰ ἐννοήματα οὐκ ἔστι τραχέως εἰρημένα οὔτε τὸ ἔννοιά ποθʼ ἡμῖν ἐγένετο, οὔτε τὸ ἀλλʼ ἔμοιγε δοκεῖ· ἐπειδὴ γὰρ ἐδόκει τὸ ἐν τῷ Συμποσίῳ εἰρημένον ἄδοξον εἶναι τὰ ἐν ταῖς παιδιαῖς διηγεῖσθαι, καὶ οὐδεὶς ἂν πολιτικὸς τοῦτο ἐποίησεν ἀδόξου ὄντος αὐτοῦ, μετὰ παραιτήσεως προήγαγεν3 ἀλλʼ ἔμοιγε δοκεῖ. εἰ δὲ ἀπὸ ὀνόματος ἤρξατο αὐτῷ λόγος ἀποφαντικοῦ, οἷον δοκεῖ δʼ ἔμοιγε, σκληρότερος ἂν ἐγένετο ὁ λόγος καὶ μᾶλλον Κριτίου ἔδοξεν ἂν εἶναι ἤ τινος τῶν τοιούτων.

したがって口調の点では、双方の着想とも荒々しく語られてはおらず、「あるとき我らに思いが生じた」も「しかし私には思われる」もそうではない。というのも、『饗宴』で言われている「遊びの中で為される事柄を語ること」は不面目なことと思われ、不面目である以上、いかなる弁論家もこれを行わなかったであろうが、彼は「しかし私には思われる」と弁解を添えて進めたからである。もし彼にとって言論が断定的な言葉から始まって、例えば「私には思われる」のようになっていたなら、言論はより硬化し、むしろクリティアスかその類の人々のもののように思われたであろう。

§2.2.1.8

κατὰ δὲ σχῆμα σχήματι ἀνειμένῳ· οὐ γὰρ διατεινόμενος ἂν ἐποίησεν, ὡς ἄν τις τῶν πολιτικῶν εἶπεν, οὐχὶ τὰ αὐτὰ παρίσταταί μοι γινώσκειν τοῖς πολλοῖς περὶ τῶν ἀνδρῶν τῶν σπουδαίων· οἱ μὲν γὰρ πολλοὶ οὐκ ἄλλα τινὰ οἴονται [γὰρ] αὐτῶν ἀξιομνημόνευτα εἶναι ἐν τῇ σπουδῇ τὰ πραττόμενα, ἐμοὶ δὲ οὐ τὸν αὐτὸν τρόπον· ἀλλʼ οὐδὲν ἧττον δοκεῖ τὰ ἐν ταῖς παιδιαῖς μνήμης τυγχάνειν ἄξια, ἢ ἃ ἂν σπουδάζοντες πράττοιεν. οὐχ οὕτως οὖν προήγαγεν, ἀλλʼ ἀνειμένῳ τῷ σχήματι καὶ ἐξηλλαγμένως4 ἀλλʼ ἔμοιγε δοκεῖ, εἶτα κατὰ τὸ ἰδίωμα τοῦ λόγου ἤθους ἐχόμενα καὶ τὰ ὀνόματα τῶν καλῶν καὶ ἀγαθῶν ἀνδρῶν· καὶ πάλιν φησίν, ὡς δὲ ἱπποδρομία ἔληξεν. ἀνειμένον δὲ καὶ ἀναπεπτωκὸς εἶναι δοκεῖ τὸ σχῆμα, πολιτικὸς δʼ ἂν οὐχ οὕτως ἐποίησεν, ἀλλὰ συντονώτερον, ὅποι δὴ ἱπποδρομία ἔληξεν, ἢ τοιούτῳ τινὶ τρόπῳ.

形象の点では、緩められた形象によっている。というのも、弁論家の誰かが言ったであろうように、「善き人々について、私には一般の人々と同じ認識が生じるのではない。一般の人々は彼らの真面目さの中で為される事柄以外の何かが記憶に値するとは思っていないが、私にとっては同じようではない。むしろ遊びの中で為される事柄も、彼らが真面目に為すであろう事柄に劣らず記憶に値すると思われる」と力んで述べはしなかったであろうからである。それゆえ彼はそのようには進めず、緩められた形象で、また変則的に「しかし私には思われる」と進め、次いで言論の特徴に従って「立派で善き人々の」という言葉もまた性格に結びついている。そしてさらに彼は言う、「競馬が終わると」。この形象は緩められ弛緩しているように思われるが、弁論家ならこのようにせず、より緊張を高めて「競馬が終わるや否や」とか、そのような流儀で為したであろう。

構文注4 件
  1. 2.2.1.5τὸ μὴ ὡς εἰς πρότασιν λέγεσθαι τὰ λεγόμενα κατασκευαστικὰ τοῦ προκειμένου, ἀλλʼ ἀδήλου ὄντος πρὸς ἃ λέγεται, οὕτω προχωρεῖν τὸν λόγον

    文頭の τὸ μὲν δὴ κατὰ τὴν μεταχείρισιν τῶν ἐννοημάτων τοιοῦτόν ἐστιν(着想の扱いに関する事柄は確かにこのようなものである)に続く並列要素であり、καὶ ἔτι に導かれた名詞化不定詞句(τὸ ... λέγεσθαι ... ἀλλʼ ... προχωρεῖν)が述語 τοιοῦτόν ἐστιν の主語として追加されている。ἀδήλου ὄντος πρὸς ἃ λέγεται は絶対属格構文(「それが何に向けて語られているのかが不明である中で」)として οὕτω προχωρεῖν τὸν λόγον(言論がそのように進んでいくこと)にかかる。

  2. 2.2.1.6ὡς καὶ γέλωτος ἄξια ἂν φανείη

    ὡς 節内に ἄν + 希求法(φανείη)が用いられており、結果または程度を表す潜在表現(「笑うに値するものとして見えうるような」)となっている。直前の ἔνια δὲ [τιθέναι] を補足し、素朴な文体においては笑いを誘うような卑近な題材の導入さえ許容されることを示す。

  3. 2.2.1.7μετὰ παραιτήσεως προήγαγεν

    παραίτησις は修辞学において「言い訳、自己弁護、謙遜による読者の反感の緩和」を指す。直後の ἀλλʼ ἔμοιγε δοκεῖ(しかし私には思われる)というクセノポンの表現が、断定(δοκεῖ μοι)を避けて自己の私見として控えめに提示することで、不面目とみなされかねない話題への聴衆の抵抗を和らげていることを説明している。

  4. 2.2.1.8ἀλλʼ ἀνειμένῳ τῷ σχήματι καὶ ἐξηλλαγμένως

    ἀνειμένῳ τῷ σχήματι は様態の与格(「緩められた形象によって」)。ἐξηλλαγμένως は副詞で「通常の形式から外れて、変則的に」を意味し、弁論的・法廷弁論的な形式張った緊密な対比構文(οὐχὶ τὰ αὐτὰ... ἀλλὰ...)を崩して自然な口調に変化させている様子を形容している。

翻訳:Gemini 3.8 Flash・日本語訳と原文の修正なしurn:cts:greekLit:tlg0284.tlg056.humanitext-grc2:2.2.1.5-2.2.1.8