- 底本
- Aristides. Vol. 2. Dindorf, Wilhelm, editor. Leipzig: Reimer, 1829.
- 翻訳
- AI生成(gemini-3.8-flash) — 機械翻訳のため誤りを含む場合があります
- 言語
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0284.tlg048.humanitext-grc2:361-362
- 出力
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
著者はピンダロスによるメンデスに関する誤認を指摘して詩人の地理的証言の信憑性を退け、風を生じないこと、規則的な水位上昇、長期保存に耐える水質など、ナイル川固有の驚くべき諸特質を論じる。
οὔτε κρημνός ἐστιν οὐδεὶς ἐκεῖ οὔτε θάλαττα προσηχεῖ, ἀλλʼ ἐν πεδίῳ πολλῷ καὶ κεχυμένῳ, οὗπερ ὁ Μενδήσιος ἅπας νομὸς οἰκεῖται, καὶ ἡ πόλις αὐτῶν, ἣν ὀνομάζουσι Θμοῦιν· ὥστε μηδʼ ὀφθαλμῷ καταλαβεῖν εἶναι1 μήτʼ ἀπʼ ἄκρων ἐπὶ θάτερα μήτʼ ἐκ μέσου, μηδʼ ἑτέρωσε. ὁ δʼ ἄρα Κιθαιρῶνος καὶ Ἑλικῶνος πλέως ὢν καὶ Φικίου ἄκρου πρὸς τὰ παρʼ αὑτῷ καὶ συνήθη κἀκεῖνα τεκμαιρόμενος μάλα ἐλευθέρως εἶπεν οὔτʼ ἰδὼν οὔτʼ ἀκούσας σαφῶς, ποιήσας δὲ πρὸς τὸ δόξαν αὑτῷ κατὰ τὴν ἀρχαίαν τε καὶ ἐκ πατέρων τοῖς ποιηταῖς ὑπάρχουσαν περὶ ταῦτα ἐξουσίαν. καὶ τί δὴ θαυμαστὸν, εἰ περὶ ὧν μηδʼ αὐτοὶ οἱ ἐπιχώριοι καὶ ταῦτα ὄντες Αἰγύπτιοι γιγνώσκουσι, περὶ τούτων οἱ τοσοῦτον ἀπέχοντες ποιηταὶ μηδὲν ἰσχυρὸν ἔχουσι λέγειν; ἀλλὰ γὰρ κινδυνεύει παντελῶς, ὅπερ καὶ μικρῷ πρόσθεν εἶπον, ἴδιον τὸ τοῦ Νείλου πρᾶγμα καὶ τελέως ἀποκεχωρηκὸς εἶναι τῶν ἄλλων ποταμῶν. τί γὰρ δή ποτʼ, εἰ βούλει, μόνος ποταμῶν αὔρας οὐκ ἀφίησι; καίτοι εἴ γε ἀπὸ χιόνος ἢ ὑετῶν ᾔρετο, οὐκ ἂν μόνος ποταμῶν αὔρας οὐ παρείχετο, ἀλλὰ καὶ πλείστας ἂν καὶ μεγίστας, ὅσῳ καὶ μέγιστός ἐστιν. ὅπου γὰρ καὶ γῆ ψιλὴ βρεχθεῖσα ἀφίησιν αὔρας, τί τόν γε δὴ Νεῖλον πάσχειν ἂν φήσομεν, εἴπερ ἐξ ὄμβρων τοσοῦτος ἀνήρχετο, ἢ νὴ Δίʼ ἐκ χιόνος τακείσης, ὡς ὁ τῶν ἑτέρων λόγος; τί δʼ ἂν εἴποις τὴν περὶ τὴν ἀνάβασιν αὐτοῦ τάξιν καὶ μουσικήν; τὸ ἐν Συήνῃ μὲν καὶ Ἐλεφαντίνῃ ὀκτὼ καὶ εἴκοσιν αἴρεσθαι πήχεις, περὶ δʼ αὖ τὸ Ἰνδικὸν καὶ Ἀράβιον ἐμπόριον τὴν Κόπτον ἕνα καὶ εἴκοσι, καὶ πάλιν τούτων ἀφαιρεῖν ἑπτὰ καὶ τέτταρας καὶ δέκα ἄγειν τοὺς κατὰ Μέμφιν γνωρίμους καὶ πρὸς οὓς Ἕλληνες ἤδη λογίζονται, κάτω δʼ ἐν τοῖς ἕλεσιν εἰς ἑπτὰ καταβαίνειν, εἶτα δύʼ ἤκουον. ἆρά γε Ἴστρος ἢ Φᾶσις ἢ Στρυμὼν ταῦτα σοφίζεται, ἀλλʼ οὐ τοῦ Νείλου μόνου ταῦτʼ ἐστὶ σοφίσματα; χῶν μὲν οὐ τῇ φύσει τῆς χώρας ** ποῖος δʼ ὧν ἴσμεν ποταμὸς χρόνου κρεῖττον ὕδωρ παρέχεται σὺν τοσούτῳ ῥεύματι; οὔτε γὰρ αὐτόθι σήπεται φυλάττοντι οὔτʼ εἰς τὴν ὑπερορίαν ἐκκομισθέν. ἀλλʼ αἱ ὁλκάδες αἱ εἰς Ἰταλίαν ἀπʼ Αἰγύπτου πλέουσαι, ἐπειδὰν ἀναπλεύσωσιν ἐκεῖθεν, σῶν ἔχουσι τὸ λοιπὸν οὗ παρεσκευάσαντο, καὶ φθάνει τὸ δεύτερον ὃ ἂν προσαρύσωνται, οἷα ἐν μήκει πλοῦ προδιαφθαρὲν, ἢ τὸ ἀρχαῖον καὶ συναναχθέν.2 καὶ μόνοι δὴ ὧν ἴσμεν Αἰγύπτιοι κεράμια ὕδατος ὥσπερ ἄλλοι οἴνου πιμπλᾶσι, καὶ ἔχουσι τριῶν καὶ τεττάρων ἐτῶν ἔνδον καὶ ἔτι πλειόνων, καὶ τῷ χρόνῳ σεμνύνουσιν, ὥσπερ ἡμεῖς τὸν οἶνον. ἢ καὶ τούτου φήσει τις αἴτιον εἶναι ὅτι ἐξ ὄμβρων αὔξεται; καὶ τί δή ποτε οὐ πᾶσι ποταμοῖς τὸ αὐτὸ συμβέβηκε; πάντες γὰρ ὕονται. καὶ οὐκ εἰκάσαι γε ἡμᾶς ὅτι ὕονται δεῖ, ἀλλὰ πάρεσμεν αὐτοὶ τοῖς ὄμβροις καὶ προσοικοῦμεν ὡς ἔπος εἰπεῖν τὰς ὄχθας. καὶ ἔνιοί γε αὐτῶν ἐπʼ ἐλαχίστῳ τῷ ἀρχαίῳ τὸ ἐκ τῶν ὄμβρων προσλαβόντες καὶ αὐξηθέντες ὅμως οὐδʼ ἐκ τοῦ νικῆσαι παρέχονται τὴν αὐτὴν χρείαν. ὁ δὲ καὶ τοῦ θέρους αὔξεται, τοῦ δὲ χειμῶνος ἔσθʼ αὑτοῦ3 καὶ τότʼ ἐστὶ βέλτιστος. γλυκύτητι τοίνυν πόσον οἴει νικᾶν τοῦτο τὸ ὕδωρ; ὅσον οὐδʼ ἂν εἴποις. καίτοι τούτου τί τὸ αἴτιον; ἐκείνου δʼ αὖ τί τις ἂν φαίη, ὅτι κινδυνεύει τρόπον τινὰ ἀεὶ τὸ ἀποσχιζόμενον αὐτοῦ ῥεῦμα ἴσον εἶναι τῷ κυρίῳ καὶ παντί; τί δʼ οὐ τῶν ἐκείνου θαῦμα; ἢ πῶς οὐκ ἐκ παραδόξων ἅπας συνείλεκται; ᾧ γε ἐπικουρεῖ μὲν ὕδωρ οὐδὲν, ἀλλὰ καὶ πέτραι ῥήγνυνται τῇ ξηρότητι καὶ τὰ ὄρη μονονοὺ φλόγα ἀφίησιν, ὁ δʼ ἐν μέσῳ τῶν ἀποριῶν τούτων ῥέων πάσας μὲν λίμνας, πάντας δὲ κόλπους καθείργει πλήθει τοῦ ὕδατος, οὐ μόνον τὸν τῆς ἀναβάσεως χρόνον, ἀλλὰ καὶ τὸν ἄλλον ἅπαντα. καθέστηκε δʼ ἀντὶ μιᾶς πηγῆς ἁπάσῃ τῇ γῇ καὶ οὔτε πόλις οὔτʼ οἶκος οὔτε χωρίον οὐδὲν ἐκφεύγει τὴν ἐκείνου χρείαν καὶ δύναμιν, ἀλλὰ ταυτὸν δύναται ταῖς ἐν μεσογείᾳ τῶν πόλεων καὶ τοῖς ἐν ταῖς ἐσχατιαῖς ὅπερ τοῖς ἐπὶ ταῖς ὄχθαις κατῳκημένοις, μᾶλλον δʼ αὐτοῖς τοῖς πλέουσι μέσον πόρον.
そこには何の崖もなく、海が鳴り響くこともなく、むしろ広大で平坦な平野の中にあり、そこにメンデス州全体が、また彼らがスムイスと呼ぶ都市が居住地を構えている。そのため端からもう一方の端までも、中央からも、他のどこへも、目で見渡すことすらできないほどである。しかるに彼(ピンダロス)はキタイロンやヘリコンやピキオンの峰に心を奪われており、自らの身近で見慣れた情景からあちらの地をも推測し、見たことも明瞭に聞いたこともないまま、きわめて気ままに口にし、これらに関して詩人たちに古くから先祖代々備わっている自由な特権に従って、自分が良いと思ったように作詩したのである。そして、当の土地の者たちであり、それもエジプト人である者たちでさえ知らぬ事柄について、これほど遠く離れた詩人たちが何ら確実なことを語りえないとしても、一体何の不思議があろうか。いやむしろ、私が少し前にも述べたように、ナイルの性質は完全に独特であり、他の河川からまったくかけ離れたものであるに違いない。なぜなら、お望みとあれば問うが、一体どうしてナイルだけが河川の中で川風を放たないのか。もし雪や降雨から増水しているのであれば、河川の中で唯一風を提供しないどころか、その川が最大である分だけ、最も多くの最も強い風をもたらすはずである。というのも、草木のない裸の土地でさえ濡らされれば風を放つというのに、もしナイルが他の者たちの説のように雨からこれほどまでに増水し、あるいはゼウスにかけて融けた雪から増水するのであれば、ナイルに何が起こると言えばよいのか。また、その増水に関する秩序と調和について何と言えようか。スエネとエレファンティネでは二十八ペキュス上昇し、他方インドやアラビアとの交易拠点であるコプトス付近では二十一ペキュス、さらにこれらから七を差し引いて、メンフィス付近の周知の、そしてギリシア人たちも現に基準としている十四ペキュスを保ち、下流の湿地帯では七に下がり、そののち二になると私は耳にした。イストロスやパシスやストリュモンがこのような工夫を凝らすだろうか、いやこれはナイルだけの妙技ではないか。国土の自然によって堆積するのではなく……だが、我々が知る河川のうち、これほどの大水流を伴いながら、時の試練に打ち勝つ水を供給するものが他にあろうか。なぜなら、その場で保存する者にとっても腐敗せず、国外へ運び出された場合も腐敗しないからである。むしろエジプトからイタリアへ航行する商船は、あちらから帰航するとき、調達した残りの水が無事なままであり、途中で汲み足した第二の水の方が、長旅においてありがちなこととして、最初からともに積み込まれた水よりも先に傷んでしまうのである。そして我々が知るかぎりエジプト人だけが、他国の人々が葡萄酒を詰めるように水瓶を満たし、三年も四年も、あるいはそれ以上の年月にわたって屋内に蓄え、我々が葡萄酒を尊ぶように、その古さを誇るのである。それとも、これもまた雨から増水するからだと誰かが主張するのだろうか。それでは一体どうしてすべての河川に同じことが生じないのか。すべての河川は雨を浴びるからである。そしてそれらが雨を浴びることは、我々が推測するまでもなく、我々自身が雨の場に立ち会い、いわばその川岸に住んでいるのである。そしてそれらの河川のうちあるものは、極微な元の水流に雨水を受け取って増水したとしても、元の水流を圧倒したからといって同じ効用をもたらすことはない。ところがナイルは夏にも増水し、冬には平水に戻り、そのとき最も良質となるのである。では、甘美さにおいてこの水がどれほど勝っていると考えるか。言葉では言い尽くせないほどである。ところで、この原因は何であろうか。さらに、そこから分岐した水流がどういうわけか常に本流や全体の水流に匹敵しうるという事実について、人は何と言おうか。ナイルに属する事柄で驚異でないものがあろうか。あるいは、そのすべてが不可思議な事柄から成り立っているのではないか。水による助けなど何一つなく、むしろ岩石は乾燥によって裂け、山々は今にも炎を噴き出さんばかりであるのに、ナイルはこれら困窮のただ中を流れつつ、増水の時期のみならず他のあらゆる時期にも、その水量の豊かさによってあらゆる湖やあらゆる湾を満たすのである。そして全土にとって唯一の水源の代わりとなっており、いかなる都市も家屋も土地も、その恩恵と力から漏れることはなく、内陸の都市や辺境の地に対しても、川岸に定住する人々、いや川の真ん中を航行する人々自身に対するのと同一の力を発揮するのである。
- 361ὥστε μηδʼ ὀφθαλμῷ καταλαβεῖν εἶναι
εἶναι は非人称的に用いられて ἔξεστι(「〜することが可能である」)と同等の意味をなし、結果を表す ὥστε 節の中で不定詞 καταλαβεῖν(「捉える、見渡す」)を補語として取っている構文。
- 362φθάνει τὸ δεύτερον ὃ ἂν προσαρύσωνται, οἷα ἐν μήκει πλοῦ προδιαφθαρὲν, ἢ τὸ ἀρχαῖον καὶ συναναχθέν
φθάνω +分詞(προδιαφθαρὲν)+ ἤ の慣用構文であり、「〜よりも先に…する」を意味する。主語は後から汲み足した水(τὸ δεύτερον)であり、最初から積み込まれていた水(τὸ ἀρχαῖον)よりも先に腐敗してしまうことを表す。
- 362τοῦ δὲ χειμῶνος ἔσθʼ αὑτοῦ
ἔσθʼ αὑτοῦ(ἐστὶν ἑαυτοῦ)は述語的属格であり、「自分自身の支配下にある」「本来の正常な尺度・平水の状態にとどまっている」ことを表す。夏期の氾濫・増水(αὔξεται)と対比され、冬には自然な本来の規模に戻ることを意味する。
