- 底本
- Aristides. Vol. 2. Dindorf, Wilhelm, editor. Leipzig: Reimer, 1829.
- 翻訳
- AI生成(gemini-3.8-flash) — 機械翻訳のため誤りを含む場合があります
- 言語
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0284.tlg046.humanitext-grc2:267-268
- 出力
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
著者はデモステネスが演説において昔の政治家たち(ペリクレスやニキアスら)を称賛した態度を引用し、それがプラトンの『ゴルギアス』における批判と対照的であることを示すとともに、両者の寛容さと弁論術・問答法の関係を比較・検討する。
πραγμάτων ἐξ ἀφανοῦς ἀφαιρουμένους, αὐτός θʼ ἑαυτὸν ἔταξεν ἀγωνίζεσθαι καὶ τὴν πόλιν ἠξίου καὶ ἃ μηδὲ τοῖς μάντεσιν ἦν προϊδέσθαι μηδὲ προειπεῖν, ταῦθʼ ὁμοῦ προλέγειν καὶ διακωλύειν ἠναγκάζετο. τρίτον δʼ ἐπὶ τούτοις ὅτι καὶ μόνος ὡς ἔπος εἰπεῖν ἀντετάξατο τῇ κατὰ τῶν Ἑλλήνων τύχῃ, τῶν μὲν ταὐτὰ προῃρημένων καὶ συνεργούντων πολλῆς τινος ἐνδείας οὔσης, τῶν δʼ ὑπὲρ τῶν ἐναντίων λεγόντων καὶ πραττόντων ἀφθονίας θαυμαστῆς, ὧν κρατῆσαι πολὺ μεῖζον ἦν ἢ τῶν ἔξω καὶ φανερῶν πολεμίων.1 ἀλλʼ ὅμως ἐκ τοσούτων καὶ τοιούτων ἐλαττωμάτων κατάλογόν τινα ποιεῖται συμμάχων καὶ πόρων καὶ δυνάμεων, ὧν συνήγαγεν αὐτοῖς ἐκ τοῦ δικαιοτάτου, ἰδίᾳ που τοῦ λόγου λέγων ταῦτα καὶ πρὶν τῶν ἀνδρῶν τούτων μνησθῆναι. μνησθεὶς δὲ τούτων οὐδὲν ἔτι τοιοῦτον, ἀλλʼ ἔχων ἃς εἶπον ὑπερβολὰς οὐκ ἐλύπησεν, ἀλλʼ ἀποχρῆν ἡγήσατο ὁμοίαν τὴν ἑαυτοῦ πολιτείαν τῇ ἐκείνων προσειπεῖν· καὶ πρός γʼ ἔτι τὴν ὑπερβολὴν ἐκείνοις ἀπέδωκεν εἰπὼν οὑτωσὶ κἀκεῖνο λογίζου καὶ σκόπει. πότερον κάλλιον καὶ ἄμεινον τῇ πόλει διὰ τὰς τῶν προτέρων εὐεργεσίας οὔσας ὑπερμεγέθεις, οὐ μὲν οὖν εἴποι τις ἂν ἡλίκας, τὰς ἐπὶ τὸν παρόντα βίον γιγνομένας εἰς ἀχαριστίαν καὶ προπηλακισμὸν ἄγειν, ἢ πᾶσιν ὅσοι τι μετʼ εὐνοίας πράττουσι τῆς παρὰ τούτων τιμῆς καὶ φιλανθρωπίας μετεῖναι;2 κἀνταῦθα μὲν οὕτως· ἑτέρωθι δʼ αὖ πολλοῖς πρότερον χρόνοις δημηγορῶν ἐν τοῖς Ἀθηναίοις καὶ παρρησιαζόμενος, πείθων αὐτοὺς τὰ βέλτιστʼ ἀντὶ τῶν ἡδέων αἱρεῖσθαι, ἐξὸν αὐτῷ καὶ χωρὶς τοῦ μνησθῆναι τῶν ἄνω ῥητόρων περαίνειν τὰ τῆς ὑποθέσεως,3 ὥσπερ ἐπεισόδιον χρηστὸν ἐπεισήγαγε, καὶ τοῦ τε Περικλέους αὐτοὺς ὑπεμίμνησκε καὶ ἄλλων ὡδὶ λέγων ἀλλὰ δικαίου πολίτου κρίνω τὴν τῶν πραγμάτων σωτηρίαν ἀντὶ τῆς ἐν τῷ λέγειν χάριτος αἱρεῖσθαι. καὶ γὰρ τοὺς ἐπὶ τῶν προγόνων ἡμῶν λέγοντας ἀκούω, ὥσπερ ἴσως καὶ ὑμεῖς, οὓς ἐπαινοῦσι μὲν οἱ παριόντες ἅπαντες, μιμοῦνται δʼ οὐ πάνυ, τούτῳ τῷ ἔθει καὶ τῷ τρόπῳ τῆς πολιτείας χρῆσθαι, τὸν Ἀριστείδην ἐκεῖνον, τὸν Νικίαν, τὸν ὁμώνυμον τὸν ἐμαυτοῦ, τὸν Περικλέα. δύο τοίνυν ταῦτʼ ἄν τις τῶν λόγων τούτων ἐπισημαίνοιτο· ἓν μὲν ὅτι οὐ κατʼ ἀνάγκην, ἀλλʼ ἐκ περιουσίας καὶ γνώμης ἐπιεικείᾳ τὴν μνήμην τῶν ἀνδρῶν καὶ τὸν ἔπαινον τούτων ἐποιήσατο, ἕτερον δὲ ὅτι καὶ αὐτὰ τὰ ἐναντιώτατα αὐτοῖς ἀπέδωκεν ὧν κατηγόρηκεν ὁ Πλάτων. ὁ μὲν γὰρ κολακείας καὶ δουλείας καὶ τῆς ἡδονῆς θεραπευτὰς, καὶ μηδὲν πλέον τούτου σκοπεῖν αὐτοὺς, ὁ δʼ ὡς παρρησίᾳ τῇ δικαιοτάτῃ χρωμένους καὶ τὸ χαρίζεσθαι μηδαμοῦ τιθέντας πρὸς τὸ βέλτιστον, οὕτως ἐπαινῶν φαίνεται, τὴν αὐτὴν τῷ Θουκυδίδῃ φωνὴν ἀφιεὶς, ἐπεὶ κἀκεῖνος, ὥσπερ ἐν τοῖς ἄνω λόγοις ἐπεδείκνυμεν, θαυμαστὸν ὅσον φησὶ περιεῖναι τῷ Περικλεῖ τῆς ἐλευθερίας καὶ παρρησίας,4 οὐ γὰρ ἄγεσθαι μᾶλλον ἢ ἄγειν τὸν δῆμον, καὶ μὴ τί λέγων χαριεῖται σκοπεῖν, ἀλλʼ ὅ τι βέλτιστον αὐτοῖς ἡγοῖτο, τοῦτο συμβουλεύειν. ἐπαινεῖ δέ που καὶ τὸν Νικίαν διὰ τὸ πᾶσαν ἀρετὴν ἐπιτηδεύειν. οὕτω καὶ ἔντιμα καὶ ὁμολογούμενα ὑπὲρ τῶν ἀνδρῶν εἴρηκεν ὁ Δημοσθένης. φέρε δὴ σκεψώμεθα τἀπὶ τούτοις μετὰ πάσης εὐμενείας, ὥσπερ ἐν κοινῷ τινι τῶν Ἑλλήνων συλλόγῳ. πάντως δὲ ἄκρω μὲν ἀμφοτέρω τὼ ἄνδρε, ὑπὲρ μεγάλων δὲ καὶ οἱ λόγοι. ἀλλὰ μὴν τό γε τοῦ λέγοντος αὐτοῦ ὅπως τις βούλεται τιθέναι, οὕτως ἐχέτω τὰ νῦν. ἀλλʼ ὅ γʼ ἐβουλόμην εἰπεῖν, πότερος καὶ τὴν ὅλην γνώμην φιλανθρωπότερος καὶ περὶ αὐτοὺς τοὺς λόγους δεξιώτερος κατὰ τοῦτο τὸ μέρος, πότερʼ ὅστις5 αὐτῷ μηδεμιᾶς ἀνάγκης ὑπαρχούσης κακῶς λέγειν εἵλετο τοὺς ἄνδρας, ἢ ὅστις ὄντος μὲν τοῦ παροξύνοντος οὐ προήχθη οὐδʼ ἠξίωσεν αὑτὸν σεμνύνειν, ἐν οἷς ἑτέρους ἔμελλε κακῶς ἐρεῖν, πάλιν δὲ μηδεμιᾶς ἀνάγκης ὑπαρχούσης ἐπὶ τοῖς βελτίστοις αὐτῶν ἐμνημόνευσεν ἐξεπίτηδες; εἰ μή τῳ φαυλοτέρα τῆς διαλεκτικῆς ἡ ῥητορικὴ φαίνεται. καίτοι ἔγωγʼ ᾤμην οὐ πάνυ ταῦτʼ ἀλλήλων κεχωρίσθαι, ἀλλʼ εἶναι τὴν διαλεκτικὴν μέρος τι τῆς ῥητορικῆς, ὥσπερ τὴν ἐρώτησιν τοῦ παντὸς λόγου, καὶ τὸν αὐτὸν τρόπον ὅνπερ τοῖς δρομεῦσι μέτεστι τοῦ
……事態を密かに奪い去る者たちに対し、彼自身も戦うべく自らを配し、国家にもそう求め、占い師たちでさえ予見することも予言することもできなかった事柄を、同時に予告し阻止することを余儀なくされた。これらに加えて第三に、いわば彼ひとりで全ギリシア人に敵対する運命に立ち向かい、同じ方針を選んで協力する者たちが甚だしく不足していたのに対し、敵対する者たちのために発言し行動する者たちが驚くほど豊富であったにもかかわらず――彼らに打ち勝つことは、外なる公然の敵に打ち勝つことよりもはるかに困難であった――、それにもかかわらず、これほど多くの、またこのような劣勢から、彼自身が完全に正義にかなった形で彼らのためにかき集めた同盟者、財源、軍事力の目録を作成している。彼は演説のある箇所で別個に、またこれらの人々(昔の政治家たち)に言及する前に、これらのことを述べている。しかし、彼らに言及した際にはもはやそのようなことは一切言わず、私が述べたような優越性を持ちながらも(彼らを)煩わせず、むしろ自らの国政運営を彼らのそれに類似していると呼ぶことで十分であると考えた。さらにその上、次のように述べて優越性を彼らに帰したのである。 「あのことも考慮し検討せよ。昔の人々の功績が途方もなく大きく――それがどれほどかは誰も言い尽くせないほどだが――、そのために現在の世代になされる善行を恩知らずと侮辱へと追いやるのと、好意をもって行動するすべての者がこれらの人々からの名誉と親愛に与るのと、どちらが国家にとってより美しく優れているか」。 そしてここではそのようになされているが、また別の箇所で、これより何年も前にアテナイ人たちの前で民衆演説を行い、率直に語り、快いものの代わりに最善のものを選択するよう彼らを説得していたとき、往時の弁論家たちに言及することなく論題の要件を終えることが可能であったにもかかわらず、あたかも有益な挿話のように挿入し、次のように述べてペリクレスや他の者たちを彼らに思い起こさせたのである。 「だが私は、正義の市民たるもの、演説における歓心ではなく事態の救済を選択すべきだと判断する。なぜなら、私たちの先祖の時代に語っていた人々――演壇に立つ者が皆称賛するものの、決して見習おうとはしない人々――、あの名高きアリステイデス、ニキアス、私と同名(のデモステネス)、ペリクレスが、この慣習とこの国政の方法を用いていたと、恐らくあなた方と同じく私も耳にしているからである」。 それゆえ、これらの言説から人は次の二点を指摘できるだろう。一つには、やむを得ずではなく、余裕と心の寛大さからこれらの人々の記憶と称賛を行ったということ、もう一つには、プラトンが非難した事柄のまさに正反対のものを彼らに帰したということである。というのも、一方は彼らを追従、隷属、快楽の奉仕者であり、それ以上のことは何も考慮しなかった者と見なしたが、他方は彼らが最も正当な率直さを駆使し、最善の事柄の前には迎合することを全く意に介さなかった者として、このように称賛しているのが見て取れるからである。彼はトゥキュディデスと同じ声を放っている。なぜなら彼(トゥキュディデス)もまた、私たちが先の議論で示したように、ペリクレスには驚くべき自由と率直さが満ちていたと述べているからである。民衆に従わされるよりはむしろ率い、何を言えば歓心を買えるかを考えるのではなく、彼らにとって最善と信じることを助言したからである。またある箇所でニキアスをも、あらゆる徳を実践したゆえに称賛している。このようにデモステネスは、彼らのために名誉ある一致した言葉を述べたのである。 さあ、これらに続く事柄を、あたかもギリシア人のある共同の集会においてであるかのように、あらゆる好意をもって検討してみよう。いずれにせよ両者とも頂点を極めた人物であり、議論もまた重大な事柄をめぐるものである。しかし、語る者自身の性格を誰がどのように位置づけようと、今はそのままでよいとしよう。だが私が言いたかったのは、この点において、どちらが全般的な心情においてより人間愛に富み、言説そのものにおいてより巧みであるかということである。自らに悪口を言う必要が一切ないにもかかわらず、その人々を悪く言うことを選んだ者と、怒らせる状況がありながらも唆されることなく、他者を悪く言わざるを得ないような事柄において自らを尊大に見せるに値しないと考え、他方で何の必要もないのにわざわざ彼らを最善の点において記憶した者と、どちらだろうか。ただし、誰かにとって弁論術が問答法よりも劣ったものと見えないならばだが。とはいえ、私としてはこう思っていた、すなわちこれらが互いに全く分離しているのではなく、問答法は弁論術の一部分であり、あたかも質問が全体の議論の一部分であるように、また走者たちにとって……
- 267ὧν κρατῆσαι πολὺ μεῖζον ἦν ἢ τῶν ἔξω καὶ φανερῶν πολεμίων
関係代名詞 ὧν は先行詞 τῶν ὑπὲρ τῶν ἐναντίων λεγόντων καὶ πραττόντων(敵対勢力のために語り行動する者たち)を受ける目的格的属格(κρατῆσαι の目的語)。比較級 μεῖζον は「より大事業である、より困難である」を意味し、ἢ 以下の比較対象 τῶν ἔξω... πολεμίων と並置される。
- 267πότερον κάλλιον καὶ ἄμεινον τῇ πόλει διὰ τὰς τῶν προτέρων εὐεργεσίας οὔσας ὑπερμεγέθεις, οὐ μὲν οὖν εἴποι τις ἂν ἡλίκας, τὰς ἐπὶ τὸν παρόντα βίον γιγνομένας εἰς ἀχαριστίαν καὶ προπηλακισμὸν ἄγειν, ἢ πᾶσιν ὅσοι τι μετʼ εὐνοίας πράττουσι τῆς παρὰ τούτων τιμῆς καὶ φιλανθρωπίας μετεῖναι;
デモステネス『冠について』(Dem. 18.316)の引用。間接/直接二者択一疑問文 πότερον ... ἄγειν ... ἢ ... μετεῖναι の骨格を持つ。主動詞 ἐστί が省略された非人称表現で、主語は二つの不定詞句(τὰς ... γιγνομένας ... ἄγειν と πᾶσιν ... μετεῖναι)。挿入句 οὐ μὲν οὖν εἴποι τις ἂν ἡλίκας は直前の ὑπερμεγέθεις を受けて「それどころか、どれほど大きいか誰にも言えないほどの」と強調する。
- 267ἐξὸν αὐτῷ καὶ χωρὶς τοῦ μνησθῆναι τῶν ἄνω ῥητόρων περαίνειν τὰ τῆς ὑποθέσεως
非人称動詞 ἔξεστι の分詞絶対格(対格絶対)。「彼には〜することが可能であったにもかかわらず」という譲歩の意味を表す。不定詞 περαίνειν は ἐξόν の意味上の主語補語。
- 268θαυμαστὸν ὅσον φησὶ περιεῖναι τῷ Περικλεῖ τῆς ἐλευθερίας καὶ παρρησίας
θαυμαστὸν ὅσον は慣用的な副詞的連語で、「驚くほど甚だしく(mirum quantum)」の意。περιεῖναι は非人称的用法で、与格(τῷ Περικλεῖ)に部分の属格(τῆς ἐλευθερίας καὶ παρρησίας)が「〜に有り余るほど備わっている」を表す。
- 268πότερος ... πότερʼ ὅστις ... ἢ ὅστις
二重疑問の構造。文頭の πότερος(比較の主格代名詞)を受け、後半で πότερʼ ὅστις ... ἢ ὅστις(「〜した者か、それとも〜した者か」)として二者の選択肢を展開している。語順の離隔と疑問小辞・代名詞の畳語的重なりによって、プラトンとデモステネスの対比を際立たせる修辞的文構造。
