← アイリオス・アリステイデス

プラトンに対する四人の擁護

§253-254

プラトンの矛盾の論駁とペルシアの法による功績の評価

著者は、プラトンが政治家と民衆の双方を同時に非難する自己矛盾を指摘し、双方が抱える事情を公正に弁護した上で、過去の善行と悪行を比較衡量して裁くペルシアの法を引き合いに出して全体的な功績を評価すべきだと論じる。

表示 ▾
表示
訳
訳の書体
AI ↗
← 前次 →
§253

φύσει δήπουθεν καὶ τὸ κωλῦσαι κρείττονος παντελῶς ἢ κατʼ ἄνθρωπον ἦν. εἰ δʼ ἐπʼ ἀμφότερα αἰτιάσεται Πλάτων τοὺς ἄνδρας ὥσπερ σοφοῦ τινος εἰλημμένος,1 τί κωλύει τινὰ τὰς ὁμοίας ἀνταποδιδόντα ἐπʼ ἀμφότερʼ αὖ φιλονείκως ὑπολαμβάνοντα διαλύειν ὡδὶ τὸν λόγον, ὅτι εἰ μὲν καλῶς καὶ τὰ δίκαια αὐτῶν Ἀθηναῖοι κατέγνωσαν, οὐκ ἦσαν ὑπʼ αὐτῶν διεφθαρμένοι· τὰ γὰρ δίκαια ἐποίουν. οὐκοῦν οὐδʼ ἐκεῖνοι διεφθάρκεσαν. ὥστʼ εἰ δικαίως ἑάλωσαν, οὐδὲν ταύτῃ γε χείρους ἦσαν, εἰ δʼ ἀδίκως αὐτῶν ἐκεῖνοι κατεψηφίσαντο, ἠδικῆσθαι τοῖς ἀνδράσι περίεστιν,2 ἀδικεῖν δὲ οὐδαμῶς· τοῖς δʼ ἀδικηθεῖσι βοηθεῖν, οὐκ ἐγκαλεῖν εἰκός ἐστιν· εἰ δέ τοι καὶ μὴ δυνατὸν βοηθεῖν, ἀλλʼ οὐχὶ δίκαιόν γε ἐγκαλεῖν. ἐγὼ δὲ ταῦτα μὲν τοῖς κομψοτέροις παρίημι· αὐτὸς δὲ τί φημι καὶ πῶς δέχομαι τὸν λόγον; οὐκ ἔστι δίκαιον ἅμʼ ἀμφοῖν κατηγορεῖν, καὶ τοῦ δήμου κἀκείνων· ἢ σαφῶς τοὺς ἑτέρους συκοφαντήσομεν. εἰ μὲν γὰρ ὀρθῶς ἐκεῖνα κατεγνώσθη, ἠδίκουν μὲν, ὡς ἔοικεν, ἐκεῖνοι, τῷ δήμῳ δʼ ἃ προσήκει πέπρακται. ὥστε οὐχὶ δίκαιον ταῦτά γε δή που κατηγορεῖν αὐτοῦ. πῶς οὖν τοῖς ἀγριαίνουσι τῶν ζώων αὐτὸν ἀπεικάζοντες ὀρθῶς φήσομεν ποιεῖν; εἰ δʼ ἥμαρτεν ὁ δῆμος, ἅμα τʼ ἐκείνῳ ἡμάρτηται καὶ τοῖς ἀνδράσι τοὔνειδος λέλυται. αὐτὸ γὰρ τοῦτό φαμεν δήπουθεν ἁμαρτεῖν Ἀθηναίους, τιμήσαντας ἐκείνοις φυγῆς, ἢ χρημάτων, ἢ ὁτουδήποτʼ ἐτίμησαν ἑκάστῳ. οὗτος δὲ ὁ λόγος τί λέγει; μηδενὸς τούτων ἐκείνους ἀξίους εἶναι. καὶ μὴν εἴ γε ἠδίκουν, ἄξιοι τούτων ἦσαν. ὅτε δὲ οὐ τούτων ἄξιοι, σαφὲς ὡς οὐκ ἠδίκουν. τοὺς δʼ οὐκ ἀδικοῦντας κακῶς λέγειν καὶ συκοφαντεῖν οὐχὶ δίκαια ποιεῖν οὐδαμῶς ἐστιν. ἡμεῖς τοίνυν ἀντὶ τοῦ κατηγορεῖν ἀμφοτέρων ὑπὲρ ἀμφοτέρων τὰ πρέποντʼ ἀπολογούμεθα, οὔτε τοῦ δήμου τὴν αἰτίαν παντὸς εἶναι φάσκοντες οὔτʼ ἐκείνους προσήκειν εἴ τι προσέπταισαν χείρους νομίζεσθαι. δείκνυμεν δὲ ὅτι τεττάρων ὄντων τοῖν δυοῖν μὲν οὐδὲ προσήψατο ὁ δῆμος,3 ὧν δʼ ἔδοξαν καταψηφίζεσθαι δυοῖν, οὐδὲ τούτων ἀδικεῖν κατεψηφίσαντο, ἀλλʼ ὥσπερ παῖδες διδάσκαλον αὐτοῖς ἠξίωσαν ὑποχωρῆσαι. πάλιν τοίνυν ἐφʼ ἑκατέρας τῆς συζυγίας ἅτερος εὑρίσκεται τῆς δικαιοτάτης τυχὼν παρὰ τοῦ δήμου φιλανθρωπίας, ὁ μὲν ἐντὸς τοῦ χρόνου κατελθὼν, ὁ δὲ στρατηγῶν πρὶν ἐκτῖσαι, καὶ κύριος ὢν τῶν ἁπάντων, καὶ τῶν καταψηφισαμένων αὐτῶν. πῶς ἄν τις κάλλιον ὑπὲρ ἀμφοῖν ἀπολογήσαιτο, εἴ τι δεῖ τῶν ὄντων καὶ περὶ τῶν αὐτοῦ λόγων εἰπεῖν; εἰ τοίνυν ἁπάντων μὲν ὁ δῆμος κατεγνώκει, μηδὲν δὲ ὕστερον πρὸς μηδένʼ αὐτῶν ἐφιλανθρωπεύσατο, οὐδʼ οὕτω δίκαιον ἦν ἃ μὲν τοῖς ἑτέροις ἡμάρτητο κατʼ ἀμφοτέρων λέγειν, ἃ δʼ ἀμφοτέροις ὑπῆρχεν εἰς εὐφημίαν μηδετέροις ἀξιοῦν ἀποδοῦναι. εἰ μὲν γὰρ ἐκ τούτων μόνον οἵ τʼ Ἀθηναῖοι κοινῇ καὶ οἱ προστάντες αὐτῶν ἐγιγνώσκοντο, καλῶς εἶχε ταῦτʼ ὀνειδίζειν· εἰ δʼ ἔσθʼ ἕτερα ἀμείνω καὶ πλείω τούτων, καὶ σύ γʼ αὐτὸς κάλλιστα ὡμολόγηκας—ὀψὲ γάρ ποτε ἔφης αὐτοὺς εἰς ταῦτʼ ἐμπεσεῖν, ὡς τόν γε ἄνω χρόνον πάντα κἀκείνους ὡς ἐβούλοντο πράττοντας καὶ τὸν δῆμον παρέχοντα αὑτὸν οἷον χρὴ—πῶς οὐκ ὀρθῶς εἶχε μιμήσασθαι τὸ τῶν Περσῶν; ἐκείνοις γάρ φασιν εἶναι νόμον, ἄν τις αὐτῶν σχῇ τινα φαύλην αἰτίαν, μὴ πρότερον καταγιγνώσκειν, μηδʼ ἂν ἐλέγχηται, πρὶν ἂν παρʼ ἄλληλα ἐξετάσαντες ἅ τε εὖ καὶ ἃ κακῶς ἐποίησεν εὕρωσι τὰ χείρω νικῶντα· ὅταν δὲ τὰ τῶν εὐεργεσιῶν ἔμπροσθεν ᾖ, καὶ τοῖς φανερῶς ἀδικοῦσιν ἀφεῖσθαι τάττειν τὸν νόμον.4 εἶτʼ ἐν μὲν

生まれつき備わっていたのであり、それを阻止することは全く人間の力を超えたことであった。もしプラトンが、何か知恵を掴んだ気になって両方の面でかの政治家たちを告発するつもりであるなら、同じような応酬を返し、双方を勝ち気にとらえて、次のように論証を解体することを誰が妨げられようか。すなわち、もしアテナイ人たちが立派に、かつ正当に彼らに有罪宣告を下したのだとすれば、〔アテナイ人たちは〕彼らによって堕落させられてはいなかった。なぜなら〔アテナイ人たちは〕正当なことを行っていたからである。したがって、かの政治家たちも彼らを堕落させてはいなかった。それゆえ、もし彼らが正当に有罪とされたのだとすれば、この点において彼らは決して劣っていたわけではない。しかし、もし民衆が彼らに不当に有罪の票を投じたのだとすれば、政治家たちには不正を被ったということが残るだけで、不正を働いたことには決してならない。そして、不正を被った人々を救援することは尤もであっても、非難することは尤もではない。たとえ救援することが可能でないにしても、非難することは決して正当ではない。 しかし私は、このような議論はより凝った論客たちに委ねることにしよう。私自身は何を主張し、この議論をどのように受け止めるのか。民衆と政治家の双方を同時に告発することは正当ではなく、さもなければ我々は明らかに一方を中傷することになる。なぜなら、もしあの判決が正当に下されたのだとすれば、見受けられるところ、政治家たちは不正を働いていたのであり、民衆はなすべきことをなしたのである。したがって、少なくともこの件について民衆を告発することは正当ではない。そうであるなら、我々は民衆を凶暴化する動物になぞらえながら、正しく行っているとどうして言えようか。他方で、もし民衆が過ちを犯したのだとすれば、民衆の側で過ちが犯されると同時に、政治家たちにとって汚名は晴らされたことになる。なぜなら、民衆が各人に科した追放や罰金、あるいは何であれその刑罰を科したことこそ、アテナイ人たちが過ちを犯したことそのものだと我々は言うからである。では、この論理は何を語っているのか。彼らはこれらの刑罰のいずれにも値しなかったということである。そして確かに、もし彼らが不正を働いていたのなら、これらに値していたであろう。しかし彼らがこれらに値しなかった以上、不正を働いていなかったことは明白である。不正を働いていない者たちを悪しざまに言い、中傷することは、決して正当な振る舞いではない。 そこで我々は、双方を告発する代わりに、双方のために相応しい弁護を行う。民衆がすべての責任を負っていると主張するわけでもなく、政治家たちに何か蹉跌があったからといって劣った者と見なされるべきだとするわけでもない。我々が示すのは、四人いるうちの二人には民衆は指一本触れず、有罪票を投じたと思われている二人についても、不正を働いたとして有罪宣告したのではなく、子供たちが教師に対してするように、自分たちに道を譲るよう求めたにすぎないということである。さらに、それぞれの組み合わせにおいて、一方は民衆から極めて公正な善意を得ており、一方は刑期内に帰国し、他方は罰金を支払う前に将軍を務め、すべての事柄、さらには有罪票を投じた人々そのものに対しても主導権を握っていた。自らの議論についても何か真実を語らねばならないとすれば、どうしてこれ以上に立派に双方を弁護できるだろうか。したがって、たとえ民衆が全員に有罪判決を下し、その後彼らの誰に対してもいかなる善意も示さなかったとしても、一方の側で過ちが犯されたことを双方に対する非難として語り、双方に名声として帰属していたものをいずれに対しても認めようとしないことは、それでも正当ではなかったのである。なぜなら、もしアテナイ人の全体と彼らの指導者たちとがこれらのみから判断されていたのなら、これらを非難するのも尤もであっただろう。しかし、これらよりも優れ、かつ数多くの別の事柄が存在し、君自身もそのことを最も見事に認めている――というのも君は、彼らがこのような事態に陥ったのはずっと後のことであり、それ以前のあらゆる時代には政治家たちは自らの望むように行動し、民衆も自らをあるべき姿に保っていたと述べていたからである――それなら、ペルシア人の慣習に倣うことがどうして正しくなかったと言えようか。かの人々のもとでは、誰かが何らかの卑劣な嫌疑を受けたとき、たとえ嫌疑が実証されようとも、彼が行った善行と悪行とを並べて吟味し、悪行が勝っていると分かるまでは有罪判決を下してはならないという法があると言われている。そして、功績の側が優越している場合には、明白に不正を働いた者たちに対しても無罪放免を命じる法が定められているという。それなら、一方においては

構文注4 件
  1. 253ὥσπερ σοφοῦ τινος εἰλημμένος

    動詞 λαμβάνω の完了中受動分詞 εἰλημμένος が属格補語 σοφοῦ τινος を伴い、「(論戦において)何か巧みな・知恵ある論拠を掴んだかのように」という意味を表す中動態的用法の解釈をとる。受動として解して「何か賢い者によって捉えられたかのように」と取ることも文法上は可能だが、直後の「双方向から論駁を返す」という文脈およびプラトン自身の論客としての振る舞いを描写している点から、論点を捉えて優位に立ったと自負している様を指す。

  2. 253ἠδικῆσθαι τοῖς ἀνδράσι περίεστιν

    非人称的構文「περίεστιν + 与格(τοῖς ἀνδράσι)+ 完了受動不定詞(ἠδικῆσθαι)」。「かの政治家たちには、不正を被ったという状態が結果として残る」の意。περίεστι は「〜に残されている、〜の結果となる」を表し、対比される ἀδικεῖν δὲ οὐδαμῶς(不正を働くことは決してない)との釣り合いを示している。

  3. 254τεττάρων ὄντων τοῖν δυοῖν μὲν οὐδὲ προσήψατο ὁ δῆμος

    τεττάρων ὄντων は属格独立構文(全体を示す分母)で、続く τοῖν δυοῖν(双数属格)は動詞 προσήψατο(接触を表す動詞で属格を支配)の直接の目的語である。四人の名高い政治家(ミルティアデス、テミストクレス、キモン、ペリクレス)のうち、民衆が実質的な処罰を科さなかった二人と、訴追された二人を対比する論理の骨格をなす。

  4. 254καὶ τοῖς φανερῶς ἀδικοῦσιν ἀφεῖσθαι τάττειν τὸν νόμον

    対格不定詞構文で、主語は τὸν νόμον、述語不定詞は τάττειν、その補文として完了受動不定詞 ἀφεῖσθαι(主語は明示されず、与格 τοῖς φανερῶς ἀδικοῦσιν に免除が適用される)が続いている。「法律が、明白に不正を犯した者たちに対しても放免される(赦免される)ことを規定している」という複文構造である。

翻訳:Gemini 3.8 Flash・日本語訳と原文の修正なしurn:cts:greekLit:tlg0284.tlg046.humanitext-grc2:253-254