- 底本
- Aristides. Vol. 2. Dindorf, Wilhelm, editor. Leipzig: Reimer, 1829.
- 翻訳
- AI生成(gemini-3.8-flash) — 機械翻訳のため誤りを含む場合があります
- 言語
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0284.tlg046.humanitext-grc2:243-244
- 出力
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
弁者は、陶片追放がへつらいとは無縁の卓越性を抑制するための法であり、キモンやテミストクレスの追放も彼らの人格の卑劣さを示すものではないと論じる。さらにペリクレスやミルティアデスが受けた処罰も全アテナイ民衆によるものではなく小数の裁判人による罰金にすぎず、後に民衆が信任を与えていることから、彼らの偉大さは揺るがないと主張する。
ὁτιοῦν ἐπιστάμενοι, ἀκοὴν δέ τινα κατηγοροῦντες, καὶ ταῦτʼ οὐδʼ αὐτὴν σαφῆ τὴν ἀκοήν. ἀλλʼ ἐκεῖσε ἐπάνειμι, ὅτι ὑπὲρ τοῦ τὰ φρονήματα ἐπισχεῖν τοῦτο τὸ εἶδος τῆς φυγῆς ἐνόμισαν. οὐκοῦν τούτῳ μεγίστῳ δῆλόν ἐστιν ὅσον κολακείας οἱ ἄνδρες ἀπεῖχον, οὕς γε ὅπως ὑφεῖντο τοῦ φρονήματος, διὰ τοῦτο μεθίστασαν, οὐδενὸς ἄλλου τῶν πάντων ἕνεκα. ὥστε τοῦτό γε οὐ κατʼ αὐτῶν, ἀλλʼ ὑπὲρ αὐτῶν ἔλαθες εἰρηκὼς, ὡς δεινὸς σὺ τηρεῖν τὰ λεγόμενα καὶ τοὺς ἄλλους ἐλέγχειν.1 δοκοῦσι γάρ μοι τὰς συμφορὰς ἐνθυμούμενοι τὰς ἐπὶ τῶν Πεισιστρατιδῶν γενομένας ἑαυτοῖς μηδένα βούλεσθαι μεῖζον ἐᾶν τῶν πολλῶν φρονεῖν, ἀλλʼ ἐξ ἴσου εἰς δύναμιν εἶναι. δίκαια ἄρα ἐποίουν ἐλαύνοντες Κίμωνα καὶ Θεμιστοκλέα; οὐ λέγω ταῦτα. ἀλλʼ οὐδʼ ἀναίσχυντά γε παντελῶς, ἀλλὰ καὶ αὐτοῖς ἔχοντα παραίτησιν κἀκείνοις οὐκ ἀσχήμονα τὴν συμφοράν. εἰ δʼ οὖν καὶ τοῖς δεδρακόσιν οὐκ ἀποχρῶσα ἡ πρόφασις, τοῖς γε πεπονθόσιν ἐξαρκεῖ τοῦτʼ αὐτὸ δή που μὴ φαύλοις νομίζεσθαι, ἢ μείζω γʼ ἡμεῖς τῶν ἐκβαλόντων ἀδικήσαιμεν ἄν. εἰ γὰρ ἐκεῖνοι μὲν τοῦτό γʼ αὑτοῖς συνεχώρησαν καὶ παρεῖσαν τὸ μηδʼ ὁτιοῦν ἀδικεῖν τὴν πόλιν, ἡμεῖς δὲ καὶ τοῦτʼ ἀφαιρησόμεθα καὶ τῇ δυστυχίᾳ τὴν βλασφημίαν προσθήσομεν, πῶς οὐ χαλεπώτεροι τῆς φυγῆς αὐτοῖς ἐσόμεθα, ἢ πῶς οὐ μείζω τῶν ἐξ ἀρχῆς εἰς αὐτοὺς ἁμαρτανόντων ἀδικήσομεν; οὕτω τοίνυν καὶ διὰ ταῦτα μεταστήσαντες Κίμωνα μὲν καὶ οὕτω κατήγαγον ἐντὸς τοῦ χρόνου τοῦ νενομισμένου, Θεμιστοκλέα δὲ ἐκωλύθησαν ἐμοὶ δοκεῖν ὑπὸ Λακεδαιμονίων. συμβάντων γὰρ τῶν περὶ τὸν Παυσανίαν, ἅμα μὲν εἰς ἀθυμίαν ἐμπεσόντες καὶ βουλόμενοι συνεπισπᾶσθαι τοὺς Ἀθηναίους, ἵνα δὴ μὴ μόνοι τῆς αἰσχύνης συναπολαύοιεν, ἅμα δὲ εἰ καταλείποιτʼ ἐκεῖνος Ἀθήνησι, δεδοικότες μὴ πρὸς ἅπαντʼ ἔχοιεν δύσμαχον ἀνταγωνιστὴν, καὶ πρὸς τούτοις ὧν περὶ τὸν τειχισμὸν ἐξηπάτηντο μνησικακοῦντες, ἀπόντος κατηγοροῦντες, διώκειν μετὰ σφῶν ἐκέλευον, τεκμηρίῳ τῇ Παυσανίου μοχθηρίᾳ κατʼ ἐκείνου χρώμενοι. Θεμιστοκλῆς δὲ τῶν μὲν τὴν ἐπιβουλὴν, τῶν δὲ τὴν προπέτειαν ἐφόδιον λαβὼν, σοφισάμενος ὥσπερ εἰώθει τὸν βασιλέα, τῆς καθόδου μὲν ἀπεστερήθη, αὑτῷ δὲ ἀρκῶν ἔδειξε πρὸς ἅπασαν τύχην. καὶ τὰ μὲν δὴ Θεμιστοκλέους καὶ Κίμωνος ταῦτα. Περικλέα δὲ καὶ Μιλτιάδην ὁ μὲν δῆμος οὐδὲν οὔτε μεῖζον οὔτʼ ἔλαττον ἔδρασε κακὸν, δικασταὶ δʼ ἑκατέρῳ καθήμενοι χρήμασιν ἐζημίωσαν πολλοστὸν δή που μέρος ὄντες τῶν πάντων Ἀθηναίων. πάλιν τοίνυν καὶ τούτων οὕτω συμβάντων Περικλέα μὲν ὁ δῆμος ἅπας οὐδʼ ὁτιοῦν ἧττον στρατηγὸν εἵλοντο, καὶ πάντʼ ἐπέτρεψαν, ὡς ὁ αὐτὸς μάρτυς δηλοῖ ὅνπερ ἀρτίως περὶ αὐτοῦ παρειχόμεθα· Μιλτιάδης δʼ ἔφθη τελευτήσας, οὐ τῶν δικαστῶν θάνατον καταγνόντων αὐτοῦ, οὐδʼ ὡς σὺ φῂς κἂν εἰς τὸ βάραθρον ἐμπεσὼν, εἰ μὴ διὰ τὸν πρύτανιν,2 ἀλλὰ τοῦ τραύματος αὐτῷ σφακελίσαντος. καὶ τούτων πολλοὶ, μᾶλλον δʼ ἅπαντες μάρτυρες. δῆλον τοίνυν ἐστὶν ἐξ ὧν τῷ Περικλεῖ διηλλάγησαν καὶ τὴν πόλιν καθάπαξ ἐπέτρεψαν μετὰ τὴν τῆς κλοπῆς, ὡς σὺ φῂς, καταδίκην, ὅτι κἂν πρὸς τὸν Μιλτιάδην αὐτὸ τοῦτʼ ἐποίησαν, εἰ μὴ τὰ τῆς τύχης ἐκώλυσεν. ἐν οἷς τοίνυν καιροῖς τοῦ Περικλέους κατεψηφίσαντο οἱ καταψηφισάμενοι σκέψαι, ἐπειδὴ καὶ ἔφης ὅτι ἐπὶ τελευτῇ τοῦ βίου τοῦ Περικλέους κατέγνωσαν κλοπήν. ἐκεῖνος γὰρ ἕως μὲν εἰρήνην ἡ πόλις ἦγεν, οὐδεμίαν οὔτε μείζω οὔτʼ ἐλάττῳ παρʼ αὐτοῖς αἰτίαν ἔσχεν, ἀλλʼ ἐξ ἴσου τοῖς θεοῖς ἐθαυμάζετο· καὶ ἔτι πρότερον στρατιὰς πολλὰς ἐξαγαγὼν Ἀθηναίων ἐπὶ τοὺς οὐκ ἐθέλοντας τοῖς δικαίοις ἐμμένειν, οὐκ ἄμεμπτος μόνον, ἀλλὰ καὶ πολλῷ τινι
確実なことなど何一つ知らず、ただ風聞を告発し、しかもその風聞自体すら明確ではないような者たちのように。しかし私は本筋に戻ろう。民衆がこの種の追放を法と定めたのは、思い上がりを抑えるためであったという点に。それゆえ、まさにこの点によって、あの男たちがいかにへつらいから遠く離れていたかが最も明白である。なぜなら彼らがその思い上がりを低めるようにと、まさにそのために追放したのであって、他の何もののためでもなかったのだから。したがって、君は言論を注視し他者を論駁するのにいかに巧みであるとはいえ、この点について彼らを不利にするためではなく、彼らを弁護するために知らず知らず述べてしまったのだ。というのも、民衆はペイシストラトス一族の時代に自分たちに生じた災難を思い起こし、誰も一般庶民以上に思い上がった心を持つことを許さず、力の及ぶ限り平等であることを望んだのだと思われるからである。それでは、民衆はキモンとテミストクレスを追放したとき正当なことを行っていたのか。私はそう言っているのではない。しかし、全く破廉恥なことでもなく、民衆自身にとっても宥免の余地があり、彼らにとっても不名誉ではない災難であったのだ。いずれにせよ、事を行った者たちにとって口実が十分でないとしても、被った者たちにとっては、卑劣な者とみなされないというまさにこのことだけで十分であろう。さもなければ、我々は追放した者たち以上に彼らを不当に扱うことになる。なぜなら、もし追放した者たち自身が彼らに対して、国に対して何ら不正を働いていないというこの点を認めて許容していたのに、我々がこれすら奪い去り、不幸の上に悪口を付け加えるならば、我々は彼らにとって追放そのものよりも過酷な存在とならないだろうか。あるいは、最初から彼らに対して過ちを犯した者たち以上に大きな不正を働くことにならないだろうか。このようにして、またこうした理由によって彼らを追放したものの、キモンについてはそれでも法に定められた期間の満了前に呼び戻した。一方、テミストクレスについては、私の考えではスパルタ人によって妨げられたのだ。というのも、パウサニアスに関する事件が生じた際、スパルタ人たちは一方では落胆に陥り、自分たちだけでその恥辱を味わうことのないようにアテナイ人を巻き込もうと欲し、他方では、もし彼がアテナイに残されればあらゆる点において手強い敵手を持つことになるのではないかと恐れ、その上、築壁の件で自分たちが騙されたことを恨んで、彼が不在の間に告発し、パウサニアスの悪事を彼に対する証拠として用いて、自分たちと共に訴追するよう命じたからである。しかしテミストクレスは、一方の謀略と他方の軽率さを旅の資糧とし、いつものように知恵を巡らせてペルシア王を出し抜き、帰還することは奪われたものの、いかなる運命に対しても自足できる人間であることを示したのである。 テミストクレスとキモンに関する事柄は以上の通りである。他方、ペリクレスとミルティアデスに対しては、民衆はいかなる大きな悪も小さな悪も行わなかった。それぞれに対して法廷に就いた裁判人たちが罰金刑を科したにすぎず、彼らは全アテナイ人のほんの僅かな一部にすぎない。さらに、これらのことがこのように起きた後でも、全民衆はペリクレスを依然として将軍に選出し、すべてを委ねたのであって、それは先ほど彼について我々が挙げたのと同じ証人が明らかにしている通りである。またミルティアデスは先んじて死んでしまったのであって、裁判人たちが彼に死刑を宣告したわけでも、君が言うように部族長がいなければ奈落に投げ込まれたはずだったわけでもなく、彼の傷が壊疽を起こしたからであった。そしてこれらのことには多くの、というよりすべての者が証人である。それゆえ、君が言うところの横領の有罪判決の後に、民衆がペリクレスと和解し国政を全面的に委ねたという事実からして、もし運命の巡り合わせが妨げなかったならば、ミルティアデスに対してもまさに同じことをしたであろうことは明らかである。それでは、ペリクレスに有罪判決を下した者たちが、いかなる時局において有罪を下したのかを考察してみるがよい。君はペリクレスの生涯の終わりに彼らが横領の有罪判決を下したとも述べたのだから。というのも、都市が平和を保っていた間、彼は民衆の間で大なり小なりいかなる非難も受けることなく、神々に等しいほど賞賛されていたからだ。そしてそれよりさらに前にも、正義を守ろうとしない者たちに対してアテナイ人の軍を何度も率いて出征し、非難を受けないばかりか、はるかに……
- 243ὡς δεινὸς σὺ τηρεῖν τὰ λεγόμενα καὶ τοὺς ἄλλους ἐλέγχειν
ὡς+形容詞(δεινός)による感嘆文で、相手(プラトンないし対話相手)に対する皮肉(アイロニー)として機能している。主語 σύ の直後に動詞(εἶ)が省略されており、不定詞 τηρεῖν と ἐλέγχειν は形容詞 δεινός を修飾する限定の不定詞(epexegetic infinitive)。「相手の言論を注視し論駁するのがいかに巧みであることか」と相手の論戦力を表向き称賛しつつ、直前の「知らず知らずのうちに(ἔλαθες εἰρηκώς)自己の論敵を弁護してしまっている」という失策を際立たせている。
- 244οὐδʼ ὡς σὺ φῂς κἂν εἰς τὸ βάραθρον ἐμπεσὼν, εἰ μὴ διὰ τὸν πρύτανιν
κἂν (= καὶ ἄν) +分詞 ἐμπεσών は過去の反実仮想を表し、直説法過去(ἂν ἐνέπεσεν)と同等の機能を持つ。後半の εἰ μὴ διὰ τὸν πρύτανιν は「もし部族長(プリュタニス)がいなかったならば」という反実仮想の条件節(εἰ μὴ ὁ πρύτανις διεκώλυσεν 等の簡略表現)を形成している。否定詞 οὐδέ は先行する οὐ τῶν δικαστῶν θάνατον καταγνόντων αὐτοῦ(裁判人たちが死刑を宣告したわけでもなく)と並列をなしている。
- 243συμβάντων γὰρ τῶν περὶ τὸν Παυσανίαν, ἅμα μὲν εἰς ἀθυμίαν ἐμπεσόντες καὶ βουλόμενοι συνεπισπᾶσθαι τοὺς Ἀθηναίους, ἵνα δὴ μὴ μόνοι τῆς αἰσχύνης συναπολαύοιεν, ἅμα δὲ εἰ καταλείποιτʼ ἐκεῖνος Ἀθήνησι, δεδοικότες μὴ πρὸς ἅπαντʼ ἔχοιεν δύσμαχον ἀνταγωνιστὴν, καὶ πρὸς τούτοις ὧν περὶ τὸν τειχισμὸν ἐξηπάτηντο μνησικακοῦντες, ἀπόντος κατηγοροῦντες, διώκειν μετὰ σφῶν ἐκέλευον, τεκμηρίῳ τῇ Παυσανίου μοχθηρίᾳ κατʼ ἐκείνου χρώμενοι.
主文の動詞は末尾近くの ἐκέλευον(命令した・求めた)であり、その主語は前文で言及された「スパルタ人たち(Λακεδαιμόνιοι)」である。文頭の絶対属格 συμβάντων... τῶν περὶ τὸν Παυσανίαν(パウサニアスの事件が起きた際)に続き、主節主語に一致する複数の分詞句が ἅμα μὲν(ἐμπεσόντες, βουλόμενοι)... ἅμα δὲ(δεδοικότες)... καὶ πρὸς τούτοις(μνησικακοῦντες, κατηγοροῦντες, χρώμενοι)という重層的な並列構造で連なる長大な文である。ἐκέλευον に続く不定詞 διώκειν の意味上の主語はアテナイ人である。
本文中の位置は未特定
