- 底本
- Aristides. Vol. 2. Dindorf, Wilhelm, editor. Leipzig: Reimer, 1829.
- 翻訳
- AI生成(gemini-3.8-flash) — 機械翻訳のため誤りを含む場合があります
- 言語
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0284.tlg046.humanitext-grc2:221-222
- 出力
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
弁論者はテミストクレスが祖国への敵対を拒んで自死を選んだ高潔さを称えて彼に対する不当な批判を論駁し、ソクラテスの弟子アイスキネスの対話を引用して大王の軍勢を一人で智謀によって挫いた彼の卓越した徳を論証する。
ὅπως ἅπαν τὸ πρᾶγμα συνεσκευάσθη, καὶ ὁποῖόν τινα κἀν τούτοις παρέσχεν ἑαυτὸν, ἐβουλόμην μὲν ἂν ἐν τούτῳ χρείας εἶναι τὸν λόγον ὥστε καὶ περὶ τούτων ἐπείγειν διελθεῖν·1 οἶμαι γὰρ οὐδὲν φαυλότερα οὐδʼ ἐλάττω εἰπεῖν ἂν τῶν εἰρημένων ἤδη περὶ αὐτοῦ. ἐπεὶ δʼ ἅμα τʼ ἔξω τῆς ὑποθέσεώς ἐστι καὶ μῆκος ἐπεισέρχεται τοῖς λόγοις, παραλείψω ταῦτα, τοσοῦτον ἐπιφθεγξάμενος καὶ περὶ τούτου τοῦ μέρους, ὅτι ἐπειδὴ ἔδει στρατεύειν ἐπὶ τὴν Ἑλλάδα, προὔκρινε τελευτᾶν, ἔργῳ μὲν ἅπασαν λύσας αἰτίαν, δείξας δʼ ὁπόσου τιμᾶται τὰς πρότερον πράξεις καὶ τὰ πολιτεύματα, καὶ ὅτι οὐδέποτε ἑκὼν εἶναι τοῦ καλοῦ καὶ τοῦ προσήκοντος οὐδὲν πρότερον ποιήσεται,2 οὐ πλοῦτον, οὐ παῖδας, οὐκ ἐλπίδας, οὐ τὴν σωτηρίαν αὐτήν. εἶθʼ ὧν ἵνα μηδὲν ἀνάξιον πράξειε τεθνάναι δεῖν ᾤετο,3 ταῦθʼ ἡμεῖς αὐτοῦ διαβαλοῦμεν; καὶ διάκονον προσεροῦμεν ὃς οὔτε Ἀθηναίοις οὐδὲν πώποτε ὑπηρέτησεν οὔτε τῷ βασιλεῖ πώποτε ἠξίωσεν, ἀλλʼ ἀντὶ τούτου ταῦτʼ ἐβουλεύσατο; καὶ πῶς οὐκ αἰσχρὸν ἂν εἴη καὶ ὑπερφυὲς, εἰ μήτε τὸν βίον μήτε τὸν θάνατον αἰσχυνθέντες αὐτοῦ ῥᾳδίως οὑτωσὶ βλασφημήσομεν; ἐγὼ μὲν οἶμαι καὶ ἱερέας καὶ ἱερείας καὶ ὅστις ἄλλος Ἀθήνησιν εὔχεται δημοσίᾳ, τοῦτʼ ἂν εἰκότως καθʼ ἕκαστον ἔτος πρὸς ἅπασι τοῖς ἄλλοις προσεύχεσθαι, κατὰ γοῦν ἐκείνους τοὺς χρόνους καὶ ἕως ἐξῆν, φῦναί τινα αὐτοῖς ἄνδρα ὅμοιον Θεμιστοκλεῖ, καὶ μετὰ τῆς ἄλλης φορᾶς καὶ τοῦτο ἐνεγκεῖν τὴν γῆν τἀγαθόν. οὔκουν ἐλάττω γʼ ἂν ὄνασθαί μοι δοκοῦσιν ἢ εἰ πάντα εἰς ἑκατὸν καὶ ἔτι πλείω τῆς χώρας αὐτοῖς ἐξενεγκούσης. ἄλλως μὲν τοίνυν ᾐσχυνόμην ἔγωγε ἐπὶ τοσούτοις καὶ τοιούτοις τοῖς εἰρημένοις μάρτυσι προσχρώμενος· ἔστι δέ τι προὔργου μιᾶς μαρτυρίας, ἣν δεῖ παρασχέσθαι. σκεψώμεθα δὴ ποῖʼ ἄττα λέγει περὶ Θεμιστοκλέους ἡμῖν Αἰσχίνης ὁ Σωκράτους μὲν ἑταῖρος, Πλάτωνος δὲ συμφοιτητής· ἐπειδὴ τοίνυν τοῦ Θεμιστοκλέους βίου ἐπιλαμβάνεσθαι ἐτόλμησας, σκέψαι οἵῳ ἀνδρὶ ἐπιτιμᾶν ἠξίωσας. ἐνθυμήθητι γὰρ ὁπόθεν ὁ ἥλιος ἀνίσχει καὶ ὅπου δύεται. ἀλλʼ οὐδὲν, ἔφη, χαλεπὸν, ὦ Σώκρατες, τὰ τοιαῦτα εἰδέναι. ἤδη οὖν σοι πώποτʼ ἐμέλησεν ὅτι τῆς χώρας τοσαύτης οὔσης ὅσην ὁ ἥλιος πορεύεται, ἣ καλεῖται Ἀσία, εἷς ἀνὴρ ἄρχει; πάνυ μὲν οὖν, ἔφη, ὁ μέγας βασιλεύς. οἶσθʼ οὖν ὅτι ἐκεῖνος ἐστράτευσε δεῦρο καὶ ἐπὶ Λακεδαιμονίους, ἡγούμενος εἰ τούτω τὼ πόλεε καταστρέψαιτο, ῥᾳδίως τούς γε ἄλλους Ἕλληνας ὑπηκόους αὑτῷ ἔσεσθαι· καὶ οὕτως εἰς φόβον Ἀθηναίους κατέστησεν ὥστʼ ἐκλιπόντες τὴν χώραν εἰς Σαλαμῖνα ἔφυγον, ἑλόμενοι Θεμιστοκλέα στρατηγὸν, καὶ ἐπέτρεψαν ὅ τι βούλοιτο τοῖς ἑαυτῶν πράγμασι χρήσασθαι. καὶ δὴ αὗται μέγισται ἐλπίδες ἦσαν Ἀθηναίοις τῆς σωτηρίας, ἅττʼ ἂν ἐκεῖνος ὑπὲρ αὐτῶν βουλεύσαιτο. καὶ οὐ τούτου γʼ ἕνεκα Θεμιστοκλῆς τοῖς παροῦσιν ἠθύμησεν, ὅτι πλήθει νεῶν τε καὶ πεζῶν καὶ χρημάτων τὰ τῶν Ἑλλήνων πράγματα πολὺ ἐλείπετο, τὰ δὲ βασιλέως προεῖχεν, ἀλλʼ ᾔδει ὅτι εἰ μὴ αὐτοῦ τὸ βουλεύεσθαι ἐκείνοις περιέσται,4 τά γε ἄλλα αὐτῶν τοσαῦτα ὄντα τὸ μέγεθος οὐδὲν μέγα ὠφελήσει· καὶ τοῦτο ἐγνώκει ὅτι ὁποτέρων ἂν οἱ ἐφεστῶτες τοῖς πράγμασι σπουδαιότεροι ἐν ἀρετῇ ἄνθρωποι ὦσι, τούτων καὶ αὐτῶν τὰ πράγματα κρείττω εἴωθε γίγνεσθαι. καὶ τότε ἄρα βασιλεὺς ᾔσθετο τὰ ἑαυτοῦ πράγματα ἀσθενέστερα ὄντα, ᾗ ἡμέρᾳ ἀνδρὶ ἑαυτοῦ σπουδαιοτέρῳ ἐνέτυχεν. ὁ δὲ οὕτω ῥᾳδίως τηλικαῦτα ὄντα τὰ ἐκείνου μετεχειρίσατο ὥστʼ ἐπειδὴ αὐτὸν κατεναυμάχησε, λῦσαι τὴν σχεδίαν ἣν ἔζευξε βασιλεὺς πεῖσαι Ἀθηναίους ἐβουλήθη. ἐπειδὴ δὲ οὐκ ἠδύνατο, βασιλεῖ ἔπεμψε τἀναντία τοῖς ὑπὸ τῆς πόλεως δεδογμένοις, ὅτι κελευόντων Ἀθηναίων λῦσαι τὴν σχεδίαν αὐτὸς ἠναντιοῦτο, σῶσαι βασιλέα καὶ τοὺς μετʼ ἐκείνου πειρώμενος· ὥστʼ οὐ μόνον ἡμεῖς οὐδʼ οἱ ἄλλοι Ἕλληνες αἴτιον τῆς σωτηρίας Θεμιστοκλέα ἡγούμεθα εἶναι, ἀλλὰ
どのように事のすべてが画策されたのか、またそれらの事態において彼が自らをいかなる人物として示したのかについて、もし私の弁論においてこれらを急ぎ論述する必要がある状況であったなら私はそう望んだであろう。というのも、彼についてすでに語られた事柄に決して劣ることも引けを取ることもない内容を語り得たと思われるからである。しかし、それは本論の主題から外れると同時に弁論を冗長にすることにもなるため、私はこの部分についてもただ次のことだけを付言して省略することとしよう。すなわち、ギリシアへと出兵せねばならなくなったとき、彼は死ぬことを選んだのであり、それによって実際の行動においてあらゆる嫌疑を晴らし、かつての自らの功績や政治的行為をどれほど重んじているか、そして美徳と義務に適うことよりも優先して自発的に重んじるものは何一つない――富も、子どもたちも、希望も、自己の救済それ自体さえも――ということを示したのである。それにもかかわらず、それらに値しない振る舞いを決して行わないためにこそ死ぬべきだと彼が考えた、彼のまさにそれらの事柄を、我々は中傷しようというのか。また、アテナイ人たちに対しても一度として卑しく仕えたことがなく、大王に対しても決して仕えようとは思わず、むしろその代わりにこのような決断を下した人物を、我々は「下僕」と呼ぶのだろうか。彼の生をも死をも尊ぶことなく、このように軽々に誹謗するならば、それは破廉恥かつ怪異なることではないだろうか。私としては、アテナイにおいて公の祈りを捧げる祭司や女祭司たち、その他すべての者が、少なくともあの当時、また許される限り毎年、他のあらゆる祈願に加えて、テミストクレスに類する人物が彼らのもとに生まれ、この大地が他の収穫とともにこの善きものをも生み出してくれるようにと祈ることが至当であったろうと考える。彼らは、大地が自らに百倍、いやそれ以上の実りをもたらしてくれた場合と比べても、決して劣らぬ恩恵を受けたであろうと思われるからである。したがって、これほど多くのかつ立派な証言が語られた上でなお別の証人を頼みにすることを、本来の私なら恥ずかしく思ったであろう。しかし、提出せねばならない有用な証言が一つある。 それでは、ソクラテスの親友でありプラトンの同門でもあったアイスキネスが、我々にテミストクレスについてどのようなことを語っているかを見てみよう。 「さて、君がテミストクレスの生涯をとがめ立てする気になったからには、君がいかなる人物を非難しようとしたのかを考えたまえ。そもそも太陽がどこから昇り、どこへ沈むかを思い起こすがよい」「しかしソクラテスよ、そのようなことを知るのは何も難しくありません」と彼は言った。「では君は、太陽が巡るこれほど広大な土地、すなわちアジアと呼ばれる地を一人の男が支配しているということに、これまで心を留めたことがあるか」「もちろんですとも、大王のことですね」と彼が答えると、「それでは、彼がここやラケダイモン人に対して兵を向けたのは、この両都市を屈服させれば他のギリシア人たちはいとも容易く自らに従属するだろうと考えたからだということを君は知っているか。そして彼はアテナイ人たちを恐怖に陥れたため、彼らは国土を捨ててサラミスへと逃れ、テミストクレスを将軍に選んで、自らの国事を彼が欲する通りに扱うよう委ねたのだ。そして、彼が彼らのために決定するであろう方策こそが、アテナイ人にとって救済の最大の希望となったのである。だが、船や歩兵、資金の数においてギリシア側の勢力が大いに劣り、大王の勢力が勝っていたからといって、テミストクレスはそのような現状に落胆しはしなかった。むしろ彼は、彼の〔大王の〕思慮分別がそれらに備わっているのでない限り、彼らの他の諸要素は規模がどれほど巨大であっても何ら大した役には立たないことを知っていたからである。そして、国事を預かる指導者たちが徳においてより優れた人物である側の事態こそが、通常より優勢となるものであると彼は認識していたのだ。そしてまさにその時、大王は自身よりも優れた人物に出くわしたその日に、自らの勢力がより無力なものであることを悟ったのである。テミストクレスは、大王のあれほど巨大な勢力をいとも容易く操ったため、海戦で大王を撃破すると、大王が架けた浮橋を解体するようアテナイ人たちを説得しようと望んだほどであった。しかしそれが叶わないと知るや、彼は都市の決定とは正反対の通告を大王に送り、アテナイ人たちが浮橋の解体を命じている中で、自分は大王とその軍勢を救おうと努めてそれに反対していると伝えたのである。したがって、我々や他のギリシア人たちばかりがテミストクレスを救済の原因だと考えているのではなく、
- 221ἐβουλόμην μὲν ἂν ἐν τούτῳ χρείας εἶναι τὸν λόγον ὥστε καὶ περὶ τούτων ἐπείγειν διελθεῖν
ἐβουλόμην ἄν は直説法未完了過去に ἄν を伴い、「(実際にはそうではないが)〜であればよかったのに」という現在の事実に反する願望(潜在的・反実仮想的ニュアンス)を表す。ἐν τούτῳ χρείας は部分の属格(χρείας)を伴う前置詞句で「このような必要性の段階に」を意味し、後続の結果を表す ὥστε 節(「これらのことについても急ぎ論述するほどに」)を導いている。
- 221οὐδέποτε ἑκὼν εἶναι τοῦ καλοῦ καὶ τοῦ προσήκοντος οὐδὲν πρότερον ποιήσεται
ἑκὼν εἶναι は慣用的な絶対不定詞(限定的不定詞)で、否定文において「好んで、自発的には決して(〜ない)」という意味を添える。また、πρότερον ποιήσεται は属格(τοῦ καλοῦ καὶ τοῦ προσήκοντος)を比較の対象として取り、「美と義務に適うことよりも(他の事物を)優先させる」という比較・選好の表現を構成している。
- 221ὧν ἵνα μηδὲν ἀνάξιον πράξειε τεθνάναι δεῖν ᾤετο,
関係代名詞 ὧν は文頭に置かれているが、構造上は先行詞 ταῦτα(主節の ταῦθʼ ἡμεῖς αὐτοῦ διαβαλοῦμεν)を受けつつ、従属節内の形容詞 ἀνάξιον(〜にふさわしくない)の補語(属格)として機能している。文脈上「彼がそれらに恥じないために死ぬべきだと考えた、まさにその事柄」を意味する倒置・強調構文である。
- 222εἰ μὴ αὐτοῦ τὸ βουλεύεσθαι ἐκείνοις περιέσται
περιέσται(περίειμι の未来)は与格(ἐκείνοις)を取り、「〜に余りあるものとして備わる、属する」を意味する。主語は中性冠詞を伴った動名詞的表現 αὐτοῦ τὸ βουλεύεσθαι(彼〔大王〕の思慮分別。無再帰の αὐτοῦ は直前の βασιλέως を受ける)であり、ἐκείνοις はペルシア王の有する戦力・物資(船、歩兵、資金)を指している。
