← アイリオス・アリステイデス

プラトンに向けた弁論術の擁護

§85-86

対話篇での先人称賛と高貴な弁論術の承認

著者はプラトン自身が『メネクセノス』で先人たちの功績を称賛し、『ゴルギアス』でも弁論術に市民を善導する優れた種類が存在することを認めていると論じ、弁論術を一律にへつらいと断ずる主張の矛盾を突く。

表示 ▾
表示
訳
訳の書体
AI ↗
← 前次 →
§85

μάρτυς ὑπὸ τῆς αὐτῆς δεξιότητος ἧσπερ κἀν τοῖς ἄνω κατὰ τὴν χρείαν ἀεὶ καὶ τὸ λοιπὸν, ἐὰν αὐτὸς αὐτοὺς ἐπαινῶν ἐπιδειχθῇ. πῶς οὖν ἄν τις περιφανέστερον ἢ λαμπρότερον τοὺς ἄνδρας ἐπῄνεσεν ἢ ὡς οὗτος τὸν ἐπιτάφιον λόγον αὐτοῖς ποιήσας; ἐν ᾧ καὶ τοῖς ἄλλοις προξενεῖν φησι καὶ προμνᾶσθαι, εἰς ᾠδάς τε καὶ τὴν ἄλλην ποίησιν θεῖναι, κοσμήσαντας ἀξίως τῶν πραξάντων, λέγω δὴ τὰ τούτων ἔργα.1 τοῦτο γάρ ἐστι τὸ χαριέστατον, ὅτι καὶ πάντα τἄλλα παρεὶς καὶ παριδὼν ἐπʼ αὐτὰ τὰ τούτων ἴδια καὶ τὴν τούτων πολιτείαν ἐλήλυθεν, ὡς μάλιστα ἐκ τούτων ἐμφανιῶν τὴν τῶν τετελευτηκότων ἀρετὴν, μέγιστον μὲν θεὶς ἁπάντων τῶν ἔργων τὸ Μαραθῶνι, δεύτερον δὲ τὸ Σαλαμῖνι, κεφάλαιον δʼ ἐπιθεὶς ὡς τοῖς βαρβάροις ἐπέδειξαν ὅτι πᾶς πλοῦτος καὶ δύναμις ἀρετῇ ὑπείκει. οὐκοῦν ὅτε τοὺς ταῦτα βουλευσαμένους καὶ πράξαντας ἐπαινεῖ, τὸν Θεμιστοκλέα καὶ τὸν Μιλτιάδην ἐπαινεῖ. οὗτοι γὰρ ἦσαν οἱ τούτων ἡγούμενοι. καίτοι πῶς οὐκ ἄτοπον ὧν τὰ ἔργα κοσμεῖ, τούτων τὴν πολιτείαν φαυλίζειν, καὶ ἃ τῆς τῶν πεισθέντων ἀρετῆς τίθεται δείγματα, ταῦτα μὴ τῆς τῶν πεισάντων πρῶτον ὑπάρχειν ἡγεῖσθαι; καὶ γὰρ ὅσοι μὲν ὑπὸ τῆς βουλῆς αἱρεθέντες ἐπὶ τοῦ πλήθους τοὺς ἐπιταφίους τούτους διεξέρχονται ἔχουσιν ἴσως ἀποφυγὴν ὡς ἐξ ἀνάγκης ἐκόσμησαν καὶ οὐκ ἄν τις πρᾶγμα ποιοῖτο τοὺς λόγους αὐτῶν· ὅστις δʼ ἐξεπίτηδες καὶ καθʼ ἑαυτὸν ἐποίησε περὶ αὐτῶν, εὔδηλον ὡς οὐκ ἂν, εἰ μὴ καὶ αὐτοὺς ἀξίους λόγου καὶ τὰ ἔργα ἡγοῖτο.2 οὐ γὰρ κολακεύων γε Ἀθηναίους ταῦτα εἰρηκέναι φησὶν, οὐδʼ ἂν αὐτὸς λέγῃ πιστεύσομεν ἡμεῖς. εἰ γὰρ αὖ λόγου χάριν καὶ δύναμιν δεικνὺς ἐνεχείρησε, πῶς ἔνεστιν αὐτῷ ῥητορικὴν ψέγειν ἐν ᾗ ταυτὸν ἦν; περὶ μὲν τοίνυν τούτων τῶν ἀνδρῶν οὕτω μεμαρτύρηκεν, ὅτι οὐ πρὸς τὸ χείριστον ἦγον τοὺς πολίτας, οὐδὲ τὰς ἐπιθυμίας αὐτῶν διετέλουν ἀποπληροῦντες, ἀλλὰ τοιούτων ἔργων ἡγεμόνες αὐτοῖς ἐγένοντο, ἃ καὶ Πλάτων οὐκ ἂν αἰσχυνθείη κοσμῶν, καὶ προστιθεὶς ἀρετὴν τοῖς εἰργασμένοις· οὐχ ὡς κατὰ Μίθαικον τὸν ὀψοποιὸν καὶ Θεαρίωνα τὸν ἀρτοποιὸν τὴν φύσιν γενομένων, ἀλλʼ ὡς χαλεπὸν τοῖς ἄλλοις καὶ εἰπεῖν πρεπόντως περὶ αὐτῶν. εἰς δὲ τὸν καθάπαξ λόγον πῶς αὖ καὶ ποῦ μαρτυρεῖ οὑτοσί; ἐν αὐτῷ Γοργίᾳ τούτῳ ἐν τοῖς Σωκράτους καὶ Καλλικλέους λόγοις. ἐλθὼν γὰρ ἐπʼ αὐτὸ τὸ λῦον τὸν λόγον καὶ φανερᾶς τῆς κρίσεως γενομένης σχίζεται περὶ αὐτὸ, καὶ ὁ μὲν οὕτως ἐρωτᾷ, ὁ δὲ ἀποκρίνεται ἀναμὶξ ὡδὶ πότερόν σοι δοκοῦσι πρὸς τὸ βέλτιστον ἀεὶ λέγειν οἱ ῥήτορες, τούτου στοχαζόμενοι ὅπως οἱ πολῖται ὡς βέλτιστοι ἔσονται διὰ τοὺς αὐτῶν λόγους, ἢ καὶ οὗτοι πρὸς τὸ χαρίζεσθαι τοῖς πολίταις ὡρμημένοι καὶ ἕνεκα τοῦ ἰδίου τοῦ αὑτῶν ὀλιγωροῦντες τοῦ κοινοῦ ὥσπερ παισὶ προσομιλοῦσι τοῖς δήμοις, χαρίζεσθαι αὐτοῖς πειρώμενοι μόνον· εἰ δέ γε βελτίους ἔσονται ἢ χείρους διὰ ταῦτα οὐδὲν φροντίζουσιν;3 οὐχ ἁπλοῦν ἔτι τοῦτο ἐρωτᾷς. εἰσὶ μὲν γὰρ οἳ κηδόμενοι τῶν πολιτῶν λέγουσιν ἃ λέγουσιν, εἰσὶ δὲ καὶ οἵους σὺ λέγεις. ἐξαρκεῖ. εἰ γὰρ καὶ τοῦτό ἐστι διπλοῦν, τὸ μὲν ἕτερόν που τούτων κολακεία ἂν εἴη καὶ αἰσχρὰ δημηγορία, τὸ δὲ ἕτερον καλόν. οὐκοῦν καὶ παρʼ ἡμῶν ἐξαρκεῖ. εἰ γάρ ἐστι διπλοῦν καὶ μὴ ἀεὶ μὲν τὰ βέλτιστα λέγουσιν οἱ ῥήτορες, ἔστι δʼ ὅτε καὶ τὰ βέλτιστα, ἢ νὴ Δίʼ οἱ μὲν οὕτως, οἱ δὲ ἐκείνως λέγουσιν, ὁ κολακείαν ὁριζόμενος τὴν ῥητορικὴν εἶναι λόγος ἐν βραχεῖ λύεται. ἔτι τοίνυν σαφέστερον ἐπὶ τελευτῆς τοῦ διαλόγου τὸ πᾶν ἀποκαλύψας ἐκπέφαγκεν· οὐ

彼自身が彼らを賞賛していると示されるならば、過去の論述と同様に、必要な折々に、また今後においても、全く同じ巧みさによって私たちの証人となるのである。では、彼らのために追悼演説を創作したこの男のように、誰がこれほど明白に、また輝かしくこの人々を賞賛しえたであろうか。その中で彼は、他者に対しても、成し遂げた者たちにふさわしく〔それらを〕飾り立て、歌やその他の詩作へと託すよう促し仲介していると述べているのである――私が言うのはまさにこの政治家たちの偉業のことである。なぜなら、最も巧妙なことには、彼は他のすべての事柄を無視し看過して、まさに彼ら固有の事績とその国制へと進み、これらから死者たちの徳を最大限に明らかにしようとし、あらゆる偉業のうちでマラトンでの戦いを最大のものとし、サラミスでのそれを第二のものとし、あらゆる富と権力は徳に屈するということを彼らが異民族に示したのだと結論づけたからである。 それゆえ、これらの事柄を決議し実行した者たちを彼が賞賛するとき、テミストクレスとミルティアデスを賞賛しているのである。というのも、彼らこそがこれらを指導した者たちであったからである。それにしても、偉業を称賛するその相手の国制を軽蔑し、説得された民衆の徳の証拠と見なしているものを、まず第一に説得した指導者たちの徳に属するものと考えないなどということが、どうして不合理でないと言えようか。実に、評議会によって選ばれて群衆の前でこれらの追悼演説を述べる者たちには、義務から美化して語ったのであり、その言葉を誰も本気にはしないという言い逃れがおそらく成り立つであろう。しかし、意図的に自ら彼らについて演説を作った者は、彼ら自身をもその偉業をも論ずるに値すると見なしていたのでなければ、決してそうしなかったであろうことは極めて明白である。なぜなら、彼はアテナイ人にへつらってこれらを語ったとは述べていないし、たとえ彼自身がそう言ったとしても私たちは信じないからである。なぜならもしまた、言葉の遊びのため、また自身の力を誇示するために着手したのだとするなら、同じことが存していたその弁論術を非難することなど彼にどうしてできようか。したがって、これらの人々については、彼らが市民を最悪へと導いたのではなく、彼らの欲望を満たし続けたのでもなく、プラトンでさえ飾り立て、その功績を成した者たちに徳を帰することを恥じないような偉業の指導者となったのだと、彼はこのように証言したのである。それは、料理人ミタイコスやパン焼き職人テアリオンのような天性に生まれた者としてではなく、他の者たちには彼らについて相応しく語ることさえ困難であるような者としてである。では、全面的な論題に対しては、この人物は今度はどのように、どこで証言しているのか。まさにこの『ゴルギアス』において、ソクラテスとカリクレスの対話の中でである。なぜなら、議論を解決するまさにその核心に至り、判定が明白になったとき、彼はその点について二分し、一方がこのように問い、他方が入り交じってこのように答えるからである。 「弁論家たちは、自らの言葉によって市民たちが可能な限り最善となることを目指して、常に最善を目指して語っているように思われるか、それとも彼らも市民たちに気に入られることに熱中し、自らの私利のために公の利益を軽視して、まるで子供に接するかのように民衆と交際し、ただ気に入られることだけを試みているのであって、これによって彼らがより良くなるか、それともより悪くなるかにはまったく頓着しないのだろうか」「君が今問うていることは、もはや単純なことではない。なぜなら、市民を気遣って語っていることを語る者たちもいれば、君が言うような者たちもいるからだ」「それで十分だ。もしこれもまた二重であるなら、その一方はおそらくへつらいであり恥ずべき大衆扇動であるが、他方は美わしいものとなろう」。 それゆえ、私たちにとってもこれで十分である。なぜなら、もし弁論術が二重であり、弁論家たちが常に最善を語るわけではないが最善を語ることもあるとするなら、あるいはゼウスにかけて、ある者はこのように語り、ある者はあのように語るのだとするなら、弁論術をへつらいと定義する議論は直ちに崩壊するからである。さらにその上、対話の結末において彼はすべてをより明白に明かして示したのである。すなわち……

構文注3 件
  1. 85ἐν ᾧ καὶ τοῖς ἄλλοις προξενεῖν φησι καὶ προμνᾶσθαι, εἰς ᾠδάς τε καὶ τὴν ἄλλην ποίησιν θεῖναι, κοσμήσαντας ἀξίως τῶν πραξάντων, λέγω δὴ τὰ τούτων ἔργα.

    プラトンの対話篇『メネクセノス』への言及。不定詞 θεῖναι は προξενεῖν や προμνᾶσθαι(促す・仲介する)の目的あるいは帰結を表す(他者に対し、詩作に託すよう斡旋・勧告している)。分詞 κοσμήσαντας は不定詞 θεῖναι の意味上の主語(「他者たち」τοῖς ἄλλοις)に対応する対格形。挿入句 λέγω δὴ τὰ τούτων ἔργα の対格句は、先行する文脈で修飾・歌詠の対象となっている事績(τὰ ἔργα)を改めて強調して補足している。

  2. 85εὔδηλον ὡς οὐκ ἂν, εἰ μὴ καὶ αὐτοὺς ἀξίους λόγου καὶ τὰ ἔργα ἡγοῖτο.

    οὐκ ἂν の後に反実仮想の帰結節の動詞(ἐποίησεν または ἔγραψεν)が省略されている。接続詞 ὡς の導く節内で 条件文(εἰ μὴ... ἡγοῖτο、希求法による条件節)の帰結部として ἄν のみが置かれ、文脈上明白な述語動詞が省かれた慣用的な構文。

  3. 86πότερόν σοι δοκοῦσι πρὸς τὸ βέλτιστον ἀεὶ λέγειν οἱ ῥήτορες... εἰ δέ γε βελτίους ἔσονται ἢ χείρους διὰ ταῦτα οὐδὲν φροντίζουσιν;

    プラトン『ゴルギアス』502e–503a からの直接引用。二者択一の直接疑問文 πότερον... ἤ...(〜なのか、それとも〜なのか)。第1肢は πρὸς τὸ βέλτιστον ἀεὶ λέγειν... τούτου στοχαζόμενοι ὅπως(市民ができる限り善美となることを目標として)。第2肢は καὶ οὗτοι πρὸς τὸ χαρίζεσθαι... ὡρμημένοι(市民に迎合することに専念し)以下であり、文末の否定節 οὐδὲν φροντίζουσιν(配慮しない)までが並列されて対比を成している。

翻訳:Gemini 3.8 Flash・日本語訳と原文の修正なしurn:cts:greekLit:tlg0284.tlg045.humanitext-grc2:85-86