- 底本
- Aristides. Vol. 2. Dindorf, Wilhelm, editor. Leipzig: Reimer, 1829.
- 翻訳
- AI生成(gemini-3.8-flash) — 機械翻訳のため誤りを含む場合があります
- 言語
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0284.tlg045.humanitext-grc2:39-40
- 出力
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
アリスティデスは絵画術における色彩の混合が推測(見立て)に依存していることを確認し、さらに予言術をも吟味して、プラトンの語源論(『パイドロス』)や人間の認識の限界を引き合いに出しながら、予言術もまた推測にほかならないことを示して弁論術の性格を擁護する。
ῥητορικῆς. καὶ μὴν τό γε κάλλιστον τῆς τέχνης καὶ τελεώτατον καὶ ᾧ γραφικὴν ἢ πλαστικὴν εἶναι διαφέρει,1 τοῦτʼ ἐστὶν ἡ τοῦ χρώματος δή που μίξις. ἐγγὺς γὰρ ἄγει τὸ εἰκασθὲν τῆς ἀληθείας. οὐκοῦν ᾧ μεγίστῳ προέχει, τοῦτʼ ἀφαιρεῖς, ἐὰν μὴ λίπῃς τὸ εἰκάζειν. καὶ τί δεῖ τὰς ἄλλας ἐξετάζειν τέχνας ὅσαι διὰ τοῦ στοχάζεσθαι χωροῦσιν; αὐτὴ γὰρ ἡ μαντικὴ κινδυνεύει τοῦτʼ εἶναι μόνον εἰκάσαι· καίτοι φαίη τις ἂν οὑτωσὶ σκοπῶν καὶ διαιρῶν ὅτι τούτῳ καὶ μόνῳ μάντιν ἢ ἰδιώτην εἶναι διαφέρει, τῷ τὸ μὲν εἰκάζειν ἁπάντων, τὸ δʼ ἐπίστασθαι τοῦ μάντεως εἶναι·2 ἐγὼ δέ φημι τὸν μάντιν αὐτὸ τοῦτʼ ἐπίστασθαι εἰκάσαι, πλέον δʼ οὐδʼ ὁτιοῦν. καὶ τούτου Πλάτωνα παρέξομαι μάρτυρα, κἂν μὴ φαίνηται μαρτυρῶν, ἔμοιγε πιστεύσῃ μηδείς. τὸ δὲ ἥδιστον τῆς μαρτυρίας, οὐ γὰρ ἐν ἄλλοις τισὶ δράμασιν ἢ λόγοις, ἀλλʼ ἐν αὐτοῖς οἷς ἀρτίως εἰς ἑτέρων ἀπόδειξιν ἐχρώμεθα ἔνεστι διαρρήδην, ἐπεὶ τήν γε τῶν ἐμφρόνων ζήτησιν τοῦ μέλλοντος διά τε ὀρνίθων ποιουμένων καὶ τῶν ἄλλων σημείων, ἅτε ἐκ νοῦ καὶ διανοίας ποριζομένων ἀνθρωπίνῃ οἰήσει, οἰονοϊστικὴν ἐπωνόμασαν, ἣν νῦν οἰωνιστικὴν τὸ ω σεμνύνοντες οἱ νέοι καλοῦσιν.3 οὐκοῦν ὅτε τὴν οἰωνιστικὴν εἰκαζόντων εἶναι φῂς τῶν ἀνθρώπων, οὐκ ἐκφεύγει μαντικὴ τὸ μὴ εἰκάζειν κατὰ τοῦτο, εἴπερ μέρος οἰωνιστικὴ μαντικῆς. καὶ μὴν ὅτι καὶ διὰ τῶν ἄλλων σημείων προστίθης αὐτός. τοῦτο δʼ ὅταν προσθῇς, ἅπασαν δίδως τὴν μαντικὴν εἰκασίαν εἶναι, καὶ μάλα ὀρθῶς κατὰ γοῦν τὴν γνώμην τὴν ἐμήν. οὐ γὰρ ὁμοίως, οἶμαι, οἵ τε θεοὶ τὰ μέλλοντα ἴσασι καὶ τῶν ἀνθρώπων ὅσοι φάσκουσιν. οἱ μὲν γὰρ ἃ μέλλουσι ποιεῖν ἐπίστανται, καὶ πρόκειται τὰ πράγματʼ αὐτοῖς ὥσπερ ἐν ὀφθαλμοῖς. διὰ τοῦτο Ζεὺς ἐν θεοῖσι μάντις ἀψευδέστατος, οἱ δʼ ὥσπερ ἐν σκότῳ τὰ πράγματα κρίνουσι,4 πρὸς μαρτυρεῖ. τὸ γὰρ δεύτερόν ἐστιν αὐτῷ καὶ τέλος αὐτὸς ἔχει. οἱ δʼ ὥσπερ ἐν σκότῳ τὰ πράγματα κρίνουσι, πρὸς τὸν ψόφον ἤ τι τῶν ἐκφανέντων, διηνεκὲς δʼ οὐδὲν ἔχουσι προειπεῖν. τεκμήριον δέ· εἰ γὰρ μὴ φράσαις τὸ ἐρώτημα, οὐδὲν ἔχει σοι λέγειν περὶ ὧν εἶδε σημείων. ἀλλʼ ἀντὶ τοῦ περὶ τοῦ μέλλοντος ἔχειν εἰπεῖν οὐδʼ αὐτὸ τοῦτο οἶδεν ὅτου χάριν ἥκεις, εἰ μὴ πύθοιτο. οὐ γὰρ ἔγκειται τὰ πράγματα αὐτῷ προφαινόμενα, ἀλλὰ τὰς πίστεις τοῖς σημείοις προσάγων εἰκάζει πρὸς τὸν λόγον. καὶ οὐ μόνον κατὰ τοῦτʼ ἐλέγχεται στοχάσασθαι τοῦ μέλλοντος ὂν τὸ μαντεύεσθαι, ὅπερ καὶ τῶν ποιητῶν ἤδη τις ἐμαρτύρησεν, ἀλλὰ κἂν ἀποκρίνηται τὸ ἐρωτηθὲν, εἰκάζει τὰ κύκλῳ πρὸς τὸ πρᾶγμα. νίκη πολέμου, καὶ τίνος συμβάντος οὐκ οἶδεν, οὐδʼ ἁπλῶς τῶν περὶ τὴν μάχην οὐδὲν, ἀλλʼ εἰκάζει. πάλιν ἢ πολιτῶν, ἤ τινων ἄλλων ἐπιβουλὴ, καὶ τὸν τρόπον οὐκ ἔχει φράσαι, ἀλλʼ ὥσπερ τὰ ὀνείρατα οὕτως συμβάλλεται. τὴν δʼ Αἰγυπτίων σοφίαν τίς οὐκ οἶδε τῶν ἐντετυχηκότων; ὡς ἅ γʼ ἂν ἢ φοβήσῃ περὶ τοῦ μέλλοντος ἢ ὑπόσχηται, τόν γε τρόπον καὶ τοὺς τόπους καὶ τὸ μέτρον, οὐκ ἔχει διορίσασθαι ἀλλʼ ἢ πλοῦτον, ἢ πενίαν, ἢ λύπην, ἢ χαρὰν, ἢ θάνατον, ἢ πράξεις, ἢ τὰ τοιαῦτα λέγει,5 αὐτὰ δʼ ἕκαστα οὐ συνείληφεν, ἀλλὰ τὰ μὲν πρὸς τὸ μέγεθος τῶν φαινομένων, τὰ δὲ πρὸς τὰ νόμιμα εἰκάζει τὰ ἑκάστων, τὰ δὲ πρὸς τὰ ὅμοια, ἔστι δʼ ἃ καὶ πλεῖστον ἀλλήλων κεχωρισμένα. πανταχοῦ δὲ τὴν ἐπίνοιαν παρακαλεῖ, ὅτι ταύτης καὶ μόνης καὶ μόνον εἶναι δοκεῖ τὸ εἰκάζειν, ἀλλὰ μὴ ἁπλῶς εἰπεῖν. οὐδὲν οὖν ἀλλʼ ἢ εἰκάζουσα τῇ ἀληθείᾳ φαίνεται διὰ πάντων. τί δὲ περὶ ῥητορικῆς εἰ στοχάζεται θαυμάζεις; φαίνεται γὰρ ὁμοίως διακειμένη τῇ μαντικῇ, πλὴν ὅσον μαντικὴ μὲν ἀπήλλακται στοχασαμένη, ῥητορικὴ δὲ οὐ στοχάζεται μόνον τῶν πραγμάτων, ἀλλὰ καὶ πράττει διὰ
……弁論術をあざ笑うがよい。そして実に、絵画術における最も美しく最も完成された点、彫刻術と絵画術を分かつ点こそは、疑いなく色彩の混合である。なぜなら、似せられたものを真理へと近づけるからだ。それゆえ、もし見立てる(推測する)ことを認めないなら、絵画術が最も大きく抜きん出ている当の長所を、あなたは奪い去ることになる。また、推測すること(狙いを定めること)を通じて進む他のすべての技芸を吟味して何になろう。というのも、予言術そのものがまさに推測すること(見立てること)にほかならないように思われるからだ。もっとも、このように考察し区別する者なら、予言者であることと一般人(素人)であることの違いはまさにこの点に、それもこの点にのみあるのであって、推測することは万人共通であるのに対し、確知することは予言者の専管事項であると言うかもしれない。しかし私は、予言者とはまさにこの推測することそのものを確知している者であり、それ以上の何物でもないと主張する。そしてこのことについて、私はプラトンを証人として差し出そう。もし彼が証言しているように見えないなら、誰も私を信じなくてよい。しかもこの証言の最も心地よいところは、どこか他の劇作や対話篇の中にあるのではなく、今しがたわれわれが別の証明のために用いていたまさに当の対話篇の中に、明白に記されていることだ。すなわち、未来を鳥やその他の兆候を通じて探求する思慮深い人々の営みが、人間の思いなしによって知性と分別から導き出されるがゆえに、人々はそれを『オイオノイスティケー(思量・知性術)』と名づけたのであり、それを今では若者たちが『オ』の音を尊大にして『オイオーニスティケー(鳥占い術)』と呼んでいる、と述べているからだ。それゆえ、鳥占い術が見立てる(推測する)人間たちのものであるとあなたが言う以上、鳥占い術が予言術の一部であるとするなら、予言術はこの点において推測すること(見立てること)を免れることはできない。それどころか、あなた自身が『その他の兆候を通じて』という言葉をも付け加えている。そしてこれを付け加えるとき、あなたは予言術の全体が見立て(推測)であることを認めているのであり、少なくとも私の見解によれば、極めて正当にそうしているのである。なぜなら思うに、神々と、知っていると称する人間たちとでは、未来の事柄を同じように知っているわけではないからだ。神々は自分がなそうとすることを熟知しており、彼らにとっては事柄が目の前にあるかのごとく横たわっている。それゆえに『ゼウスこそ神々における最も偽りなき予言者である』と証言されるのだ。なぜなら、第二の句が彼のものであり、『彼自身が結末を握っている』からである。これに対して人間たちは、暗闇の中で事柄を判断するかのように、物音や何かしら現れ出た兆候を手がかりに判断するのであり、首尾一貫した確実なことを何一つあらかじめ告げる力を持たない。その証拠として、もしあなたが問いを述べなければ、予言者は自分が見た兆候についてあなたに告げるべきことを何一つ持ち合わせない。それどころか、未来について告げる力を持つどころか、あなたが何の用件で来たのかということ自体、尋ねてみなければ知らないのである。事柄が自ずと前もって現れて彼に備わっているわけではなく、兆候に確証を適用し、理拠に照らして推測しているからにほかならない。そして、予言することとは未来を狙い定める(推測する)ことであると論証されるのは、この点によるのみならず――このことはすでに詩人の一人も証言したところであるが――、問われた事柄について答える場合であっても、彼がその事柄を取り巻く事情を推測するからでもある。戦いの勝利について告げても、何が起きてそうなるのかは知らず、戦闘にまつわる事情については何一つ端的に知るわけではなく、ただ推測しているだけなのだ。また、市民たちあるいは他の何者かの陰謀についても、どのような企てであるかを述べる力はなく、あたかも夢を解くかのように符合させているにすぎない。また、エジプト人の知恵を、それに接した者で誰が知らぬだろうか。彼らが未来について恐れさせるにせよ約束するにせよ、そのあり様や場所や度合いを明確に定める力はなく、ただ富、貧困、苦痛、喜び、死、あるいは事業といったことなどを口にするだけで、それら個々の事柄を具体的に捉えているわけではない。むしろ、あるものは現れた兆候の大きさに照らして推測し、あるものは各々の慣習に照らして推測し、あるものは類似のものに照らして推測し、中には互いに最もかけ離れたものに照らして推測することもある。そしてあらゆる局面で創意(思量)を呼び寄せるのは、この創意に、それもこれのみに属するのがただ推測することのみであり、端的に述べることではないと思われるからだ。したがって、予言術は万事において真理を見立てている(推測している)以外の何物でもないことが明らかとなる。それなら、弁論術が狙いを定める(推測する)からといって、なぜ驚くのか。弁論術は予言術と同様のあり方をしているように思われるからだ。ただし、予言術は狙いを定めてしまえばそれで事足れりとするのに対し、弁論術は事柄について狙いを定めるのみならず、……を通じて行動を起こすという点を除けば。
- 39ᾧ γραφικὴν ἢ πλαστικὴν εἶναι διαφέρει
ᾧ は関係代名詞与格中性単数で、程度・差異の与格(dativus mensurae / discriminis)として διαφέρει に係る。「それによって(その点において)絵画術が塑像術(彫刻術)と異なるその点」の意。γραφικὴν ἢ πλαστικὴν εἶναι は対格不定詞句で、主語および述語を含み、「絵画術であることと彫刻術であること(の違い)」を表す。
- 39τὸ δʼ ἐπίστασθαι τοῦ μάντεως εἶναι
τοῦ μάντεως は所有の属格(genitivus possessivus)で、述語として εἶναι と結びつき、「予言者に属する」「予言者の専管事項である」ことを示す。前句の τῷ τὸ μὲν εἰκάζειν ἁπάντων(推測することは万人共通であること)との対比をなす。
- 39οἰονοϊστικὴν ἐπωνόμασαν, ἣν νῦν οἰωνιστικὴν τὸ ω σεμνύνοντες οἱ νέοι καλοῦσιν
プラトン『パイドロス』244b–dの語源説を踏まえた言及。古い時代の人々は思量(οἴησις)と知性(νοῦς)から「オイオノイスティケー」と呼んでいたが、現代人はオメガ(ω)を用いて重々しく「オイオーニスティケー(鳥占い)」と呼ぶようになったという文脈を直接引用・要約している。τὸ ω は対格で σεμνύνοντες の直接目的語(「ωの文字を尊大にして/誇張して」)。
- 39οἱ δʼ ὥσπερ ἐν σκότῳ τὰ πράγματα κρίνουσι, πρὸς μαρτυρεῖ. τὸ γὰρ δεύτερόν ἐστιν αὐτῷ καὶ τέλος αὐτὸς ἔχει. οἱ δʼ ὥσπερ ἐν σκότῳ τὰ πράγματα κρίνουσι
電子テキスト化に伴う行の重複を含む箇所。詩句の引用(Ζεὺς ἐν θεοῖσι μάντις ἀψευδέστατος / καὶ τέλος αὐτὸς ἔχει「ゼウスこそ神々における最も偽りなき予言者であり、彼自身が結末を握っている」)の前後で、底本データにおいて「οἱ δʼ ὥσπερ ἐν σκότῳ τὰ πράγματα κρίνουσι, πρὸς」という文が中断して詩句の解説(τὸ γὰρ δεύτερόν ἐστιν αὐτῷ καὶ τέλος αὐτὸς ἔχει)に割り込まれ、その直後に再び同じ主語・動詞から始まる文が反復されている。構文的には、後半の文 οἱ δʼ ὥσπερ ἐν σκότῳ τὰ πράγματα κρίνουσι, πρὸς τὸν ψόφον ἤ τι τῶν ἐκφανέντων を文の本体として読み解く。
- 40ἀλλʼ ἢ πλοῦτον, ἢ πενίαν, ἢ λύπην, ἢ χαρὰν, ἢ θάνατον, ἢ πράξεις, ἢ τὰ τοιαῦτα λέγει
ἀλλʼ ἤ は直前の否定(οὐκ ἔχει διορίσασθαι)を受けて「〜を除いては…ない」「ただ〜だけを…する」という限定・例外の慣用表現を形成する。したがって全体で「そのあり様や場所や度合いを明確に定める力はなく、ただ富や貧困などを口にするのみである」という意味構造になる。
