← アイリオス・アリステイデス

プラトンに向けた弁論術の擁護

§25-26

詩人たちの証言による弁論の天賦と神霊の論証

著者は、ホメロスにおけるアテナに導かれたテレマコスやオデュッセウスの言動、さらにはヘシオドスの詩句を援用し、弁論において真に決定的なのは技術ではなく天賦の才と神の霊感であることを論じる。

表示 ▾
表示
訳
訳の書体
AI ↗
← 前次 →
§25

τό τε αὐτὸν συνεῖναι καὶ τὸ ὑπειπεῖν τὸν θεὸν, καὶ πάλιν αὖ τὴν φύσιν καὶ τροφὴν τῇ θείᾳ μοίρᾳ προστιθείς. καὶ ταῦτα οὐ Μέντωρ, οὐδʼ Ἁλιθέρσης αὐτῷ λέγει, ἀλλὰ θεῶν ἡ σοφωτάτη καὶ ᾗ τά τε τῆς φρονήσεως καὶ τὸ περὶ τὰς τέχνας ἀνάκειται. καὶ ὁ Τηλέμαχος πρῶτον τότε ῥητορεύων εὔπορος γίγνεται καὶ λόγους ἀποχρῶντας εὑρίσκει τῇ χρείᾳ—ἃ γὰρ ἐν μνηστῆρσιν ἐδημηγόρησεν ἐῶ λέγειν—τῆς Ἀθηνᾶς,1 καὶ τυγχάνει τοῦ σκοποῦ οὕτως ὥσθʼ ὅ γε Νέστωρ ἀκούσας, τοῦτο γάρ ἐστι τὸ ἥδιστον, ἐπαινεῖ τε καὶ φησὶν "ἤτοι γὰρ μῦθοί γε ἐοικότες, οὐδέ κε φαίης ἄνδρα νεώτερον ὧδε ἐοικότα μυθήσασθαι·" καίτοι τῶν ἄκρων ῥητορικὴν καὶ λόγους εὑρεῖν καὶ κρῖναι2 ὁ Νέστωρ αὐτῷ πεποίηται καὶ ἐν Ἰλιάδι καὶ ἐν Ὀδυσσείᾳ· ἀλλʼ ὅμως ἐπαινεῖ καὶ λαμπρῶς. ὡς δʼ ἧκεν ἐκ τῆς Πύλου πρὸς τὸν ἕτερον ῥήτορα καὶ βασιλέα τὸν Μενέλαον, ὁ μὲν Τηλέμαχος ὡς θεοῦ φησιν ἀκούων τέρπεσθαι τοῦ Μενελάου, ὁ δὲ τὴν αὐτὴν αὖ περὶ ἐκείνου φέρει τῷ Νέστορι δόξαν, καὶ φησὶν ἅτε καὶ αὐτὸς ἤδη πρεσβύτης ὢν "αἵματος εἶς ἀγαθοῖο φίλον τέκος οἷʼ ἀγορεύεις·" οὐδὲν ἀλλʼ ἢ τοῦτο λέγων ὅτι πέφυκας πρὸς λόγους, διὰ τοῦτο λέγεις τὰ βέλτιστα, καὶ παρʼ ἑτέροις τοιούτοις εὐδοκιμεῖς· ὥστε εἰ καὶ μὴ τέχνην τινʼ ἔχεις περὶ τοὺς λόγους, ἔμοιγε, φησὶν, ἐξαρκεῖ. οὕτω διʼ ὅλου τοῦ δράματος ὥσπερ ἐξεπίτηδες καὶ διὰ πάντων τῶν ἀξιόχρεων Ὅμηρος μαρτυρεῖ μὴ τὴν τέχνην εἶναι κυρίαν ἐν τοῖς λόγοις, ἀλλὰ τὸ τῆς φύσεως κράτος καὶ τὸ δοκοῦν τῷ θεῷ. αὐτὸς τοίνυν ὁ τοῦ Τηλεμάχου πατὴρ, ὃν τῆς εἰς τοὺς λόγους παρασκευῆς ἐπὶ πλεῖστον ἐποίησεν ἥκοντα, παροξυνθείς τι πρὸς τὸν Φαίακα καὶ σωφρονίζων αὐτὸν, πῶς λέγει καὶ παρρησιάζεται, "ἄλλος μὲν γάρ τʼ εἶδος ἀκιδνότερος πέλει ἀνὴρ, ἀλλὰ θεὸς μορφὴν ἔπεσι στέφει·"

自ら悟ることと神が示唆することの双方を、そしてさらに生まれと育ちをも神の配剤に帰して順に結びつけているのである。そしてこれらを彼に語っているのはメントルでもアリテルセースでもなく、神々の中で最も知恵深く、思慮の事柄も諸技術に関する事柄も委ねられている女神なのである。そしてテレマコスは、その時初めて演説を行いながらも弁が立ち、必要に十分応える言論を——彼が求婚者たちの前で演説したことについては措くとして——アテナのおかげで見出し、的を射たので、それを聞いたネストルは(これこそ最も愉快なことなのだが)彼を称賛してこう述べるほどであった。 「実にそなたの言葉はまことに似通っており、 若い男がこれほど似通った言葉を語ろうとは誰も言えまい。」 もっとも詩人は、ネストルを『イリアス』においても『オデュッセイア』においても修辞や言論の創出と判断に関して最高峰の人物の一人として仕立てているのである。だがそれにもかかわらず、彼は見事に称賛しているのである。そしてピュロスからもう一人の弁論家にして王であるメネラオスのもとへ赴いたとき、テレマコスは神の言葉を聞くかのようにメネラオスの話を聞いて喜びを覚えると言う一方で、メネラオスの側も彼についてネストルと同じ見解を抱き、彼自身すでに老人であることから、こう述べるのである。 「愛する子よ、そなたの語る言葉を見れば、良き血筋の生まれであることが分かる。」 これは「そなたは言論に向いた生まれつきであり、それゆえに最も優れたことを語り、他のこのような人々の間でも名声を博している。だから言論に関する技術など持っていなくとも、私にとっては十分なのだ」と言っているにほかならない。このように全篇を通じて、まるで故意にであるかのように、またあらゆる信頼すべき人物たちを通じて、ホメロスは言論において支配的なのは技術ではなく、天性の力と神の御心であることを証言しているのである。そしてテレマコスの父自身、詩人が言論への準備において極みに達した者として描いたその人自身も、パイアケス人の一人にいくらか憤慨して彼を戒めるにあたり、どのように語り、臆せず述べたか。 「ある者は容姿において劣る男であるが、 神がその姿を言葉によって美しく飾るのだ。」

§26

ὁμοῦ μὲν τὸ ἀξίωμα τῆς ῥητορικῆς ἐμφανίζων καὶ τὴν δύναμιν αὐτῆς ὁπόση τις καὶ ἡλίκη, ὁμοῦ δʼ αὐτὰ ταῦτα τῷ θεῷ προστιθεὶς ὡς ἐκεῖθεν ἥκοντα, ὥσπερ Πλάτωνι ἀποκρινάμενος, οὐκ Εὐρυάλῳ. δοκεῖ δέ μοι καὶ Ἡσίοδος τῆς αὐτῆς ἔχεσθαι γνώμης Ὁμήρῳ καὶ τοῖς ῥήμασι μόνοις διαλλάττειν ἐν τοῖσδε τοῖς ἔπεσι "κεῖνος μὲν πανάριστος ὃς αὑτῷ πάντα νοήσῃ· ἐσθλὸς δʼ αὖ κἀκεῖνος ὃς εὖ εἰπόντι πίθηται· ὃς δέ γε μήτʼ αὐτὸς νοέῃ μήτʼ ἄλλου ἀκούων ἐν θυμῷ βάλληται, ὁ δʼ αὖτʼ ἀχρήιος ἀνήρ." πρῶτον μὲν ἔθετο τὸν αὐτὸν εὑρόντα τὰ βέλτιστα, ἔσχατον δὲ ἀμαθίᾳ τὸν οὔτε συνιέντα οὔτε πειθόμενον, μέσον δὲ ἀμφοτέρων, ὥσπερ ἐν ἀριθμῶν ὅροις, τὸν τῷ συνιέντι πεισθέντα, τοσούτῳ χείρω τοῦ νοήσαντος, ὅσῳ βελτίω τοῦ μήθʼ εὑρόντος μήτε πεισθέντος. οὐκοῦν ὁ μὲν αὐτὸς πάντα νοήσας ἐστὶν ὁ εὖ εἰπών· εἰ δὲ βούλει ἐκείνως, ὁ μὲν εὖ εἰπών ἐστιν ὁ νοήσας αὐτὸς ἅπαντα. δῆλον δέ· προσθεὶς γὰρ ὃς αὐτὸς πάντα νοήσῃ μετείληφεν ἐν τῷ δευτέρῳ ἐπὶ τοῦ εὖ εἰπόντος τὸν αὐτὸν τοῦτον λέγων, ἀντὶ τοῦ νοήσαντος τὸν εὖ εἰπόντα θεὶς, ὡς αὐτὸν τοῦτον ὄντα τὸν βέλτιστον ῥήτορα. οὕτω δὲ τούτων κειμένων ὁ μὲν, οἶμαι, νοήσας παντὶ συμβαλεῖν ῥᾴδιος, ὅτι ὁ τῇ φύσει κρατῶν ἐστὶν,3 ὃν ἄριστον ὡρίσατο, ὃν καὶ εὖ εἰπόντα προσεῖπεν· ὁ δʼ αὖ πεισθεὶς ἐν τῇ τοῦ μαθόντος γίγνεται μερίδι. ἀκούσας γὰρ τοῦ τὰ βέλτιστα λέγοντος οὕτω χρῆται παρʼ ἐκείνου λαβών. εὑρεῖν οὖν φησιν, ὦ Πλάτων, κρεῖττον ἢ μαθεῖν, καὶ τέχνη φύσεως δεύτερον, εἰκότως Ἡσίοδος καὶ

〔彼は〕修辞の尊厳とその力がどれほどであり如何に大いなるものかを示すと同時に、これらまさにその事柄を神から来るものとして神に帰しており、あたかもエウリュアロスではなくプラトンに答えているかのようである。私にはヘシオドスもホメロスと同じ見解を抱いており、ただ言葉遣いにおいてのみ異なっているように思われる。次の詩句において。 「自らすべてを悟る者こそ、最も優れている。 また、良きことを語る者に従う者も、優れた者である。 しかし自ら悟ることもなく、他人の言うことを聞いて 心に留めることもない者、その者こそ役に立たない男である。」 ヘシオドスはまず自ら最善のものを見出す者を第一に置き、理解もせず従いもしない者を無知において最後に置き、両者の中間に、あたかも数の比例項のように、理解する者に従う者を置いたのである。この者は悟った者よりも劣っている程度において、見出しもせず従いもしない者よりも優れているのである。それゆえ、自らすべてを悟った者とは、良きことを語った者のことである。あるいは別の表現を望むなら、良きことを語った者こそ、自らすべてを悟った者なのである。これは明白である。なぜなら、「自らすべてを悟る者」と置いたのち、第二の詩句において「良きことを語る者」について同じこの人物を指して言い換えており、悟った者の代わりに良きことを語る者を置くことで、この人物こそが最善の弁論家であるとしたからである。そしてこのようになっている以上、思うに、悟った者とは天性において勝る者であり、彼が最善と規定し、また良きことを語る者と呼んだその人であると誰もが推し量るのは容易である。これに対して、従う者は学んだ者の部類に入る。最善を語る者の言葉を聞いて、そこから受け取って用いるからである。それゆえプラトンよ、ヘシオドスは学ぶことより見出すことの方が優れており、技術は天性に次ぐものだと言っているのであり、当然のことながらヘシオドスも……

構文注3 件
  1. 25τῆς Ἀθηνᾶς

    挿入節(—ἃ γὰρ ... ἐῶ λέγειν—)の直後に置かれた属格 τῆς Ἀθηνᾶς の係り方。述語部分(εὔπορος γίγνεται καὶ λόγους ... εὑρίσκει)にかかる原因・出所の属格(あるいは [χάριτι] や [ὑποθήκαις] 等の語の省略を伴う「アテナのおかげで/アテナによって」)と解するか、先行する λόγους にかかる起源・作者の属格(「アテナに由来する言論」)と解する余地がある。文脈上テレマコスへの女神の助力・霊感が論じられているため、いずれの解釈でもアテナの導きによって弁論が成立したことを示している。

  2. 25τῶν ἄκρων ῥητορικὴν καὶ λόγους εὑρεῖν καὶ κρῖναι

    構文の骨格:ὁ Νέστωρ αὐτῷ πεποίηται τῶν ἄκρων において、τῶν ἄκρων は述語的に機能する部分属格(「最高峰の者たちの一人として描かれている」)。対格 ῥητορικὴν およびそれに並列する叙述的不定詞 εὑρεῖν καὶ κρῖναι(「見出すことと判断することにおいて」)は、彼が最高峰である領域を示す限定(限定の対格および付加的不定詞)。

  3. 26παντὶ συμβαλεῖν ῥᾴδιος, ὅτι ὁ τῇ φύσει κρατῶν ἐστὶν

    非人称構文に代わる人称構文。本来は ῥᾴδιόν ἐστι παντὶ συμβαλεῖν ὅτι ὁ νοήσας ἐστὶν ὁ τῇ φύσει κρατῶν(「悟った者が天性において勝る者であると誰もが推し量ることは容易である」)となるべき構文において、従属節の論理的主語 ὁ νοήσας が主節の主語に引き上げられ、難易の形容詞 ῥᾴδιος と不定詞 συμβαλεῖν を伴う人称構文となっている。

翻訳:Gemini 3.8 Flash・日本語訳と原文の修正なしurn:cts:greekLit:tlg0284.tlg045.humanitext-grc2:25-26