← アイリオス・アリステイデス

ロドス演説

§545-546

凄惨な死傷の情景と神聖なるロドスの完全な壊滅

地震による凄惨な死傷の情景と前代未聞の破壊の規模が描写され、ヘリオスへの贈り物と讃えられたかつての神話的繁栄と対比されつつ、今やロドスが完全に地上から消失したことが嘆かれる。

表示 ▾
表示
訳
訳の書体
AI ↗
← 前次 →
§545

οἱ μὲν οὐ πρὸ πολλοῦ κληθέντες νυμφίοι ἔκειντο εἰς οὐδὲν καλὸν ᾁσαντες τὸν ὑμέναιον, οὐ ῥᾴδιον γνῶναι πότερον αὐτοὶ δυστυχεῖς, ἢ ἃς ἠγάγοντο οἱ δὲ ἀπὸ θαλάττης ἀναβεβηκότες τὴν πατρῴαν ἑστίαν ἀπιστοτέραν τῆς θαλάττης εὗρον· οἱ δὲ ἐπʼ ἀναγωγὴν σπεύδοντες τελευταῖα δὴ τότε οἴκοθεν ἀνήγοντο, προκαταδύσης αὐτοῖς τῆς πατρίδος. κατεῖχε δὲ ὁμοῦ σεισμὸς θαλάττης, νεφέλης κτύπος, οἰμωγαὶ, πάταγος πτωμάτων, γῆς ἐκφυσήματα. οἶμαι γὰρ οὔτε τοὺς ὑπὲρ Αἴγυπτον καταρράκτας οὔτε τὴν τῆς ἔξω θαλάττης ῥαχίαν οὔτε σκηπτοὺς πυρφόρους οὔθʼ ὅ τι πλεῖστον ἠχεῖ κατʼ ἀνθρώπους τῷ τότʼ εἶναι κακῷ καὶ κτύπῳ παραβαλεῖν,1 ὃς ἐξ ἁπάντων εἷς ἠγείρετο συμμιγὴς, τὴν ἀπροσδόκητον καὶ ἄχαριν συναυλίαν πληρῶν, ἐφʼ ᾗ Ῥόδος ἐξωρμήκει· συνενήνεκτό τε εἰς ταυτὸν νεκροὶ, βωμοὶ, στέγαι, κόνις, αἷμα, ἔπιπλα, ὄροφοι, θεμέλια, οἰκέται, δεσπόται, μέλη σωμάτων, εἰκόνες, σφαγαὶ, τάφοι, δεῖπνα. οἱ μὲν τοῖς σώμασι τῶν φιλτάτων σκηνοῦντες ἐλάνθανον αὑτοὺς, οἱ δὲ ἐζήτουν τὰ λοιπὰ ἑαυτῶν οἱ μὲν πόδας, οἱ δὲ χεῖρας, οἱ δʼ ὅ τι ἕκαστος ἐπηρώθη τοῦ σώματος, οἱ δὲ καὶ συνέθαπτον ταῦτα τοῖς οἰκείοις, οἱ δʼ ὑπὸ τῶν ἑκατέρωθεν ἐμπεσόντων συσχεθέντες ἠνείχοντο, οἱ δὲ πρότερον κατωρύχθησαν ἢ ἀπέθανον· πᾶν δὴ κακῶν εἶδος καὶ ἅ τις μηδεπώποτε ἐπενόησε, τότε πρῶτον εἰσεῖδεν. εὔξασθαι δʼ οὐκ εἶχον οἱ λοιποὶ πότερα ὅπως σωθῶσιν ἢ ὅπως ἀποθάνωσι. ποῖοι ταῦτα κήρυκες, ἢ τίνες ποιηταὶ καταθρηνήσουσιν ἀξίᾳ τῇ φωνῇ; τίς ἀρκῶν διηγήσασθαι; ποῖον γὰρ πάθος ὀξύτερον, εἰ δὲ βούλει, μακρότερον, ποίαν πόλιν Ἑλληνίδα ἢ βάρβαρον ἐν τῷ παντὶ χρόνῳ κατέλαβε τοιοῦτον; ὅτε ἀνατραπεῖσα μὲν ἡ πόλις ἔκειτο θᾶττον ἢ ναῦς καταδῦσα πώποτε, ἡμέραι δὲ καὶ νύκτες ἐπιλαμβάνουσαι τοὺς μὲν ὅσον ἐμπνεῖν ζῶντας ἀνέφαινον τραυματίας τῶν λοιπῶν τοῖς πλείστοις, τοὺς δὲ τελευτήσαντας σεσηπότας, οὐδʼ ὁτιοῦν ἔχοντας ἀκριβὲς τῶν μελῶν, ἀλλʼ ὡς ἑκάστου τι ἀφεῖλεν ἢ προσέθηκε τὸ πτῶμα. πυραὶ δʼ ἀήθεις ἐκάοντο ὁμοίως νύκτα καὶ ἡμέραν, ταῖς πρόσθεν ἱερομηνίαις ἀντίστροφοι· ἀντὶ δὲ χρυσείων καὶ ἀργυρείων μετάλλων διωρυχῆς τοὔδαφος τῆς πόλεως παρεῖχε καὶ εἰς μῆνας ἐκκαθαίρειν2 τοὺς κειμένους. καὶ πρότερον μὲν, ὦ Ζεῦ, τὰς φονικὰς δίκας ἔξω πυλῶν ἐδικάζετε, ὡς οὐδὲ καταψηφίσασθαι θάνατον ἐντὸς τείχους εὐσεβῶς ἔχον ὑμῖν,3 νυνὶ δὲ ἐπὶ μιᾶς ἡμέρας τοσούτων ὄλεθρον ὁ δαίμων κατέγνω ἅμα τʼ εἴσω πόλεως καὶ σὺν αὐτῇ, καὶ τούτους ἐν αὐτῇ κάειν ἠναγκάζεσθε οἱ λοιποὶ, καὶ τὴν ἄβατον τοῖς ἀνδροφόνοις πόλιν ταφὴν τῶν ἀπολλυμένων ἑκάστῳ κατέστησε. καὶ τὰ μὲν πρόσθεν λεγόμενα ταῦτα μυθολογήματα ἦν, ὅτι τήνδε τὴν νῆσον οὖσαν ὑπὸ τῇ θαλάττῃ καὶ κεκρυμμένην Ἡλίῳ δῶρον ἀνεῖσαν θεοὶ, τὰ δὲ νῦν εἰς τοὐναντίον περιέστηκε διηγεῖσθαι, ὅτι ἥδε ἡ πόλις κατὰ γῆς ἔδυ καὶ ἀπῆλθεν ἐξ ἀνθρώπων, ὄντος ὑπὲρ γῆς ἡλίου, καὶ ἐπεῖδεν ἥλιος ἐν Ῥόδῳ τὰ ἀθέατα θεάματα ἑαυτῷ. καὶ Ὅμηρος μὲν πλοῦτον ἔφη καταχέαι τὸν Δία τῇ νήσῳ καὶ τοῖς περὶ Τληπόλεμον προγόνοις ὑμῶν, καὶ Πίνδαρος παραλαβὼν ὗσαι χρυσὸν νεφέλην ξανθὴν ἐπιστήσαντα. νῦν δὲ οἷα κατέχεε δῶρα ὁ δαίμων, οἷον νέφος ἔστησεν ὑπὲρ τῆς πόλεως, ὡς ἀνάξια μὲν ἐκείνων τῶν πρότερον, ἀνάξια δὲ ὑμῶν καὶ τοῦ τῆς πόλεως σχήματος. καὶ νῦν Κάρπαθον μὲν καὶ Κάσον καὶ ἄλλας νήσους οἰκουμένας ἔστιν ἰδεῖν, οὐδὲν ἐχούσας ὅ τι εἴπωσι καὶ παρʼ ὧν φόρον ἐκλέγειν ὑμῖν πρὸ τοῦ μικρὸν ἦν, καὶ ἄλλα πολίσματα ὑπόψαμμα λυπρὰ καὶ ἀμφισβητήσιμα. Ῥόδος δὲ, ὦ Ζεῦ, καὶ πάντʼ ἐφορῶν ἥλιε πλὴν Ῥόδου, νῦν οὐδαμοῦ, ἀλλʼ ὥσπερ οἱ τοὺς μύθους λέγοντες διηγεῖσθαι δεῖ τοῖς ἐπιγιγνομένοις τοὺς παρʼ ἡμῶν παραλαμβάνοντας,4 ὡς ποτὲ ἦν καὶ Ῥόδος ἀντιπέρας Καρίας πόλις ὥρᾳ καὶ μεγέθει περιφανὴς, καὶ τὸν τόπον δεικνύειν

少し前に花婿と呼ばれたばかりの者たちは、何一つ良き結果をもたらさぬ祝婚歌を歌った後、息絶えて横たわっていたが、彼ら自身が不運であったのか、それとも彼らが娶った女たちがそうであったのかを見定めることは容易ではない。海から上がってきた者たちは、父祖伝来の炉辺が海よりもなお頼りにならぬことを見出した。船の出航へと急いでいた者たちは、祖国が彼らに先立って沈没したため、その時まさに最後として家から船出することとなった。 海の激震、雲の轟き、叫喚、倒壊の破砕音、大地の噴き出す息が一体となって満ち満ちていた。私は思うのだが、エジプト上流の瀑布も、外海の怒濤も、火を放つ雷霆も、人間の間で最も激しく響き渡るいかなるものも、あの当時の災厄と轟音に比肩しうるとは思われない。その轟音はあらゆるものから混然一体となって立ち現れ、ロドスがそれに乗じて破滅へと旅立ったあの予期せぬ不吉な合奏を満たしていたのである。そして死者、祭壇、屋根、塵、血、家具、天井、基礎、召使、主人、肉体の手足、神像、屠殺、墓、食卓の料理が同じ場所に混じり合って投げ込まれていた。ある者たちは最も愛する者たちの遺骸の上に仮小屋を建てていることにも気づかずにいたし、またある者たちは自らの残された身体の部分、すなわちある者は足を、ある者は手を、それぞれ失った手足を探し求め、これらを身内の遺体とともに埋葬する者たちもいた。また両側から崩れ落ちてきた瓦礫に挟まれて身動きも取れず耐え忍ぶ者たちや、息絶える前に生き埋めにされた者たちもいた。まさにありとあらゆる種類の災厄、いまだかつて誰も心に思い描いたことすらなかった光景を、その時初めて目の当たりにしたのである。生き残った者たちも、生き延びることを祈るべきか、それとも死ぬことを祈るべきかすら分からずにいた。いかなる使者、あるいはいかなる詩人が相応しい声をもってこれらを嘆き歌うことができようか。誰が語り尽くすに足りようか。これほど激しく、いや言いたいならこれほど長く続くこれほどの災難が、歴史のあらゆる時を通じて、ギリシアであれ異民族であれ、いかなる都市を襲ったことがあろうか。転覆した都市は、かつて沈没したいかなる船よりも速やかに倒壊して横たわっていた。そして訪れる昼と夜は、ある者たちを息をつくばかりに生きている姿で現し、生き残った者たちの大半の前に負傷者として、また息絶えた者たちを腐乱して四肢の原型をまったく留めず、崩壊によって各人の遺体から何かが削ぎ取られたり付け加えられたりした姿で現した。 かつてない火葬の薪が夜も昼も同様に燃え続け、それはかつての祝祭の神聖な月と正反対の光景であった。そして金鉱や銀鉱の採掘の代わりに、都市の地面は何箇月にもわたってさえ横たわる死者たちを取り除く〔仕事〕をもたらした。そしてゼウスよ、以前にはあなたがたは殺人に関する裁判を城門の外で行っていた。城壁の内側で死刑を宣告することすら、あなたがたにとって敬虔を欠くことであるかのように。しかるに今や、一日のうちに神霊はこれほど多くの人々の破滅を、都市の内において、また都市そのものとともに宣告し、残されたあなたがたはその死者たちを都市の内で焼くことを強いられ、人を殺めた者たちには足を踏み入れることも禁じられていた都市が、滅びゆく一人一人にとっての墓地と化してしまったのである。かつて語られていた神話においては、海の下に隠されていたこの島を神々が太陽への贈り物として湧き上がらせたと伝えられていたが、今の事態は正反対の物語を語るに至った。すなわち、太陽が地上にあるにもかかわらず、この都市は地中へと沈んで人の世から去り、太陽はロドスにおいて自らが見るに忍びない光景を目撃したのだと。ホメロスはゼウスがこの島とトレポレモス率いるあなたがたの先祖に富を注ぎ落としたと語り、ピンダロスはこれを受けて、黄金の雨を降らせ、輝く雲を頭上に配したと歌った。だが今や、神霊はいかなる贈り物を注ぎ落とし、いかなる暗雲を都市の上に留めたことか。それらはかつての栄光にふさわしくないばかりか、あなたがたや都市の威容にも到底そぐわぬものであった。今やカルパトスやカソス、その他の島々が人が住むままにあるのを目にすることができるが、それらは語るべき何ものも持たず、以前にはあなたがたがそこから貢納を取り立てることなど微々たる事であった島々であり、また砂に覆われた惨めで名もないその他の小都市も〔目にすることができる〕。だがロドスは、おおゼウスよ、そしてロドスを除く万物を見渡す太陽よ、今やいずこにも存在しない。ただ神話を語る者たちのように、私たちの世代から受け継ぐ者たちが後の世代に語り聞かせねばならないのだ。かつてカリアの対岸に、美しさと偉大さにおいて名高いロドスという都市があったのだと、そしてその場所を指し示さねばならないのだ。

構文注4 件
  1. 545τῷ τότʼ εἶναι κακῷ καὶ κτύπῳ παραβαλεῖν

    οἶμαι の補文となる不定詞は、超置(ヒュペルバトン)によって与格句 τῷ τότʼ ... κακῷ καὶ κτύπῳ(「当時の災厄と轟音に」)の内部に置かれた非人称の εἶναι(=ἔστι / ἔξεστι「〜することが可能である」)であり、補完不定詞 παραβαλεῖν(比較する)を支配する。παραβαλεῖν は先行する対格句(οὔτε τοὺς ... καταρράκτας οὔτε ...)を目的語にとり、与格句 τῷ τότʼ ... κακῷ καὶ κτύπῳ を比較対象にとる。

  2. 546διωρυχῆς τοὔδαφος τῆς πόλεως παρεῖχε καὶ εἰς μῆνας ἐκκαθαίρειν

    属格 διωρυχῆς(採掘・掘削)は先行する前置詞句 ἀντὶ χρυσείων καὶ ἀργυρείων μετάλλων διωρυχῆς(「金鉱や銀鉱の採掘の代わりに」)の主要部であり、主語 τοὔδαφος が動詞 παρεῖχε の目的語として不定詞句 ἐκκαθαίρειν τοὺς κειμένους(「横たわる死者たちを除去すること」)をとる構文。καὶ は εἰς μῆνας を強める副詞的用法(「何箇月にもわたってさえ」)。

  3. 546ὡς οὐδὲ καταψηφίσασθαι θάνατον ἐντὸς τείχους εὐσεβῶς ἔχον ὑμῖν

    ὡς に導かれた非人称構文の分詞対格(対格絶対)。εὐσεβῶς ἔχον は非人称動詞 εὐσεβῶς ἔχει(〜することが敬虔にかなっている)の分詞形であり、意味上の主語として不定詞 καταψηφίσασθαι を伴い、「城壁の内側で死刑を宣告することすら敬虔ではない(忌まわしい)と見なされていたかのように」の意を表す。

  4. 546ὥσπερ οἱ τοὺς μύθους λέγοντες διηγεῖσθαι δεῖ τοῖς ἐπιγιγνομένοις τοὺς παρʼ ἡμῶν παραλαμβάνοντας

    非人称動詞 δεῖ に導かれる対格不定詞構文。意味上の主語は対格分詞 τοὺς ... παραλαμβάνοντας(私たちから伝承を受け継ぐ者たち)であり、不定詞 διηγεῖσθαι を支配する。前置された ὥσπερ οἱ ... λέγοντες は主格のまま比較節として挿入されており、文脈上の主語(神話を語る者たちのように)と意味的に呼応している。

翻訳:Gemini 3.8 Flash・日本語訳と原文の修正なしurn:cts:greekLit:tlg0284.tlg043.humanitext-grc2:545-546