← アイリオス・アリステイデス

スミュルナに関する書簡

§512-514

地震で壊滅したスミュルナの再建の懇願

スミュルナが地震で壊滅したことを受け、アリステイデスは共同皇帝たちに手を差し伸べ、都市の再建者となるよう熱烈に懇願する。また、自身が神の導きで難を逃れ、この懇願を自らの使命とした経緯を説明する。

表示 ▾
表示
訳
訳の書体
AI ↗
← 前次 →
§512

Αὐτοκράτορι Καίσαρι Μάρκῳ Αὐρηλίῳ Ἀντωνίνῳ σεβαστῷ καὶ αὐτοκράτορι Καίσαρι Λουκίῳ Αὐρηλίῳ Κομόδῳ σεβαστῷ Αἴλιος Ἀριστείδης χαίρειν. πρότερον μὲν, ὦ μέγιστοι βασιλεῖς, ἀγωνίσματα καὶ λόγους ἐκ διατριβῶν καὶ τοιαῦθʼ ὑμῖν ἀπέστελλον, νυνὶ δὲ ἑτέραν ὁ δαίμων ἔδωκεν ὑπόθεσιν. κεῖται Σμύρνα τὸ τῆς Ἀσίας ἄγαλμα, τῆς δὲ ὑμετέρας ἡγεμονίας ἐγκαλλώπισμα, πυρὶ καὶ σεισμοῖς ἐκτριβεῖσα. ὀρέξατε πρὸς θεῶν χεῖρα, ὀρέξατε, ὅσην ὑμῖν πρέπει. Σμύρνα τοι μέγιστα δὴ τῆς νῦν Ἑλλάδος εὐτυχήσασα καὶ πρὸς θεῶν καὶ πρὸς ὑμῶν, τῶν τε ἀεὶ βασιλέων καὶ τοῦ συνεδρίου κοινῇ, μέγιστα δὴ καὶ πέπονθε τῶν μνημονευομένων. ἓν δὲ ὅμως αὐτῇ κἀν τούτοις ἐφυλάχθη παρὰ τοῦ δαίμονος ὡσπερεὶ σύμβολον σωτηρίας· εἴδετε τὴν πόλιν, ἴστε τὴν ζημίαν. ἀναμνήσθητε ὧν1 ἐπὶ τῆς πορείας ἐφθέγξασθε ὁρῶντες εἰς αὐτὴν, ἀναμνήσθητε ὧν εἴσω παρελθόντες, ὡς διετέθητε, ὡς διεθήκατε. οἱ μὲν Θεοξένια ἦγον, ὑμεῖς δὲ ὡς ἐν τοῖς ἡμερωτάτοις ὧν κέκτησθε ἀνεπαύεσθε. ποία προσβολὴ τῆς ὄψεως οὐχ ἡδίους ὑμᾶς ἐποίησε; τί τῶν πάντων ἐθεάσασθε σιγῇ καὶ οὐ μετὰ τῆς πρεπούσης ὑμῖν εὐφημίας; ὧν οὐδὲ ἀπελθόντες ἠμνημονήσατε. ἃ νῦν πάντα ἐν κόνει. μέμυκε μὲν ἐκεῖνος λιμὴν, οἴχεται δὲ ἀγορᾶς κάλλη, κόσμοι δὲ ὁδῶν ἀφανεῖς, γυμνάσια δὲ αὐτοῖς ἀνδράσι καὶ παισὶ διέφθαρται· ναοὶ δὲ οἱ μὲν κεῖνται, οἱ δὲ κατέδυσαν· ἡ δὲ πρὸς θέαν ὡραιοτάτη πόλεων καὶ τοῦ κάλλους ἐπώνυμος ἀνθρώποις ἅπασιν ἀωρότατον θεαμάτων ἀποπέφανται, κολωνὸς ἐρειπίων καὶ νεκρῶν. ζέφυροι δὲ ἐρήμην ἐπιπνέουσι. τὸ δὲ λειπόμενον πᾶν εἰς ὑμᾶς βλέπει, συναποβλέπει δὲ καὶ ἡ ἄλλη πᾶσα Ἀσία, ὑμῖν μὲν τἀγαθὰ νῦν τε καὶ ἀεὶ συνευχομένη, τῇ Σμύρνῃ δʼ ἔλεον παρʼ ὑμῶν, εἰ δὴ Σμύρνα γε τοὔδαφος. παράδοξον μὲν οὖν οἶδα ἐρῶν λόγον, οὐ μὴν ἀνόητόν γε, ὡς οἶμαι. εἰ γὰρ καὶ ἀβούλητος ὑμῖν ἡ ὑπόθεσις, τῆς γε ἀγαθῆς τύχης ὑμῖν γέγονε, δούσης ἀφορμὴν ἐφʼ ἧς κάλλιστα δὴ καὶ φανερώτατα τῇ φύσει χρήσεσθε ἐπὶ πολλοῖς καὶ μεγάλοις οἷς πρότερον ἐπεδείξασθε. μὴ γάρ μοι2 Λυσίμαχον ἔτι, μηδὲ Ἀλέξανδρον αὐτὸν, μηδὲ Θησέα καὶ μύθους, ἀλλʼ ὑμεῖς οἰκισταὶ τῆς πόλεως γένεσθε, ὑμεῖς νέαν ἐξ ἀρχῆς ἀποδείξατε, ὑμῶν γενέσθω πᾶσα καὶ διʼ ἁπάντων ἡ πόλις, εἴτε ὡς καλύπτραν βασιλίδων εἴτε ὡς βασιλέων διάδημα εἴθʼ ὅπως βούλεσθε λογίσασθε, οὕτω σώσατε τὴν πόλιν. τίνας οἰκιστὰς, ποίους βασιλέας οὐκ ἀποκρύψετε; ποίους οὐχ ὑπερβαλεῖσθε ὅρους μεγαλοψυχίας, ἃ χρόνῳ καὶ καθʼ ἕκαστον ἐκτήθη τῇ πόλει, ταῦθʼ ἑνὸς οἰκισμοῦ ποιήσαντες γενέσθαι;3 καὶ ταῦτα οὐχ ὡς συμβουλεύων εἶπον, οὐδʼ ὡς ἀγνοοῦντας διδάσκων, οὐχ οὕτως ἔκφρων γέγονα ὑπὸ τῆς συμφορᾶς, ἀλλά τοι καὶ εὔχεσθαι οὕτω νομίζουσιν ἄνθρωποι, Δὸς νίκην Αἴαντι, καὶ νῦν αὖτέ με φῖλαι Ἀθήνη. ἐν ᾧ τοίνυν τρόπῳ τοῖς θεοῖς διαλεγόμεθα, ἐν τούτῳ καὶ ὑμῖν ἐπιστέλλειν ἀνεπίφθονον. καὶ μὴν τοῖς μὲν θεοῖς εὐχόμεθα ὑπὲρ τούτων, ὑμῶν δὲ τῶν θειοτάτων ἀρχόντων δεόμεθα. καλὸν δέ που καὶ πρὸς θεῶν καὶ πρὸς ἀνθρώπων δεῖσθαι τὰ τοιαῦτα. ὅπως δὲ αὐτὸς ἐξέφυγον ποθεῖτε ἴσως ἀκοῦσαι. ἡμέραις τισὶ πρότερον τῶν συμβάντων ἐκίνησέ με ὁ θεὸς καὶ κατέστησεν εἰς χωρίον τι, καὶ προσέταξε κατὰ χώραν μένειν, οὗ δὴ καὶ διατρίβων τὰ συμβάντα ἐπυθόμην. πυθόμενος δὲ οὐκ εἶχον ὅπως ἡσυχάζοιμι ἐλείπετο δὲ ἄλλο μὲν οὐδὲν, οἶμαι, θεοὺς δὲ καὶ ὑμᾶς καλεῖν. διὰ ταῦτα οὔτε πρεσβείαν κοινὴν ἀνέμεινα οὔτʼ εἰς ἕτερον βλέπειν ἠξίουν ὅ τι πράξειεν, ἀλλʼ ἡγούμενος εἴ τινι τῶν πάντων κἀμοὶ διαλέγεσθαι τὸ πρᾶγμα, ἐμαυτὸν ἔταξα διάκονον,4 ἀξιόχρεων εἶναι νομίσας εἰ μή τι ἄλλο, ἀλλʼ ἀνακλαύσασθαι τὰς τῆς πόλεως συμφοράς. ἕτεροι μὲν οὖν παρὰ βασιλεῦσιν ἰσχύσαντες δωρεὰς εὕροντο ἑαυτῶν πατρίσιν εὖ πραττούσαις, ἐγὼ δʼ εἴ τι καὶ τοὐμόν ἐστι παρʼ ὑμῖν, αἰτῶ καὶ δέομαι ταύτην γενέσθαι τῇ πόλει τὴν χάριν, μὴ καθάπερ σκεῦος συντριβὲν ἐκριφῆναι καταγνωσθὲν ἀχρηστίαν, ἀλλʼ ἀναβιῶναι διʼ ὑμῶν. εἰσῄει δέ μοι καὶ τὸ τοῦ Σόλωνος, ὅν φασι τῆς πολιτείας καταλυθείσης λαβόντα ἀσπίδα καὶ δόρυ καθῆσθαι πρὸ τῆς οἰκίας, βοηθεῖν μὲν οὐκ ἔχοντα, οἶμαι, ἐνδεικνύμενον δὲ ὡς ἔχει γνώμης. τὸ δʼ ἐμὸν καὶ πλέον. εἰ γὰρ καὶ μηδὲν ἔργῳ συντελεῖν εἶχον, τό γε τὴν ὑμετέραν φιλανθρωπίαν παρακαλεῖν εἰς ἔργον ᾔδειν μοι καθιστάμενον,5 ὥστʼ οὐχὶ μάταια σπουδάσασθαι. καὶ μὴν ὅσα μὲν ἔξω πυλῶν οὐ πάνυ θράττει με, ἐπεὶ οὐδὲ τοῖς προστάταις συνέχαιρον, ἡνίκα περιειργάζοντο· δείσθω δʼ ὑπὲρ αὐτῶν ὁ βουλόμενος, οὐδὲν τό γε ἐμὸν κωλύει· ὅσα δʼ εἴσω περιβόλου καὶ παλαιὰ καὶ καινὰ τῆς τε εἰς ὑμᾶς τιμῆς καὶ ἅμα τῆς παρʼ ὑμῶν ὑπομνήματα καὶ τῇ πόλει φιλοτιμίαν ἔχοντα πρός τε τοὺς ὁμοτίμους

皇帝カイサル・マルクス・アウレリウス・アントニヌス・セバストス、および皇帝カイサル・ルキウス・アウレリウス・コモドゥス・セバストスへ、アイリオス・アリステイデスより、挨拶を送る。 偉大なる皇帝たちよ、以前は、私は学塾での競演作や言論をあなた方に送っておりましたが、今や神は異なる主題を与えました。アジアの装飾であり、あなた方の帝国の誇りであるスミュルナが、火災と地震によって打ち砕かれて横たわっております。神々に免じて手を差し伸べてください、あなた方にふさわしいだけのその手を差し伸べてください。確かにスミュルナは、現代のギリシアにおいて、神々からも、あなた方からも、また歴代の皇帝たちや元老院共同体からも、最も大きな幸運を享受していましたが、記憶されている出来事の中で最も大きな苦難をも被ったのです。しかしそれでも、この苦難の中にあっても、救済の象徴であるかのように、一つのことが神によって彼女のために守られました。すなわち、あなた方はその都市を見、その損失を知っておられるということです。その都市へと旅する途上で、それを見てあなた方が語られた言葉を思い出してください。中に入って、あなた方がどのような気持ちになり、どのように手配されたかを思い出してください。人々はテオクセニアを祝っていましたが、あなた方は、ご自身の領土の中でも最も穏やかな場所であるかのように休息されました。どのような光景も、あなた方の心をこれ以上ないほど喜ばせたのではありませんか。一体何に対して、沈黙し、あなた方にふさわしい賛辞を送ることなしに眺めたでしょうか。あなた方は立ち去った後も、それらを忘れませんでした。それらすべてが、今は塵の中にあります。あの港は閉じられ、広場の美しさは消え失せ、通りの装飾は姿を消し、体育場は男たちや少年たちもろとも破壊されました。神殿は、あるものは倒壊し、あるものは沈下しました。見る者にとって都市の中で最も美しく、その美しさの名にふさわしかった都市が、すべての人々にとって最も見るに忍びない光景、すなわち瓦礫と死者の丘となって現れました。西風が不毛の地を吹き抜けています。残されたもののすべてはあなた方を仰ぎ見ており、アジアの他のすべての地も同様に仰ぎ見ています。アジアはあなた方の幸福を今も常に祈りつつ、スミュルナのためにあなた方からの慈悲を乞うております。もしスミュルナが、今なおその土地として存在するならばですが。さて、私が語ろうとする言葉は奇異なものであると知っていますが、愚かなものではないと私は信じます。なぜなら、もしこの主題があなた方にとって望まぬものであったとしても、それは幸運があなた方に与えたものであり、かつてあなた方が多くのかつ偉大な機会に示された高潔な本性を、最も美しく最も明白に発揮するための機会を提供したからです。もはや私にリュシマコスを語らないでください、アレクサンドロス自身も、テセウスも、神話も不要です。むしろ、あなた方こそがこの都市の再建者となり、あなた方が最初から新しい都市を示してください。この都市のすべてが、あらゆる点においてあなた方のものとなりますように。それを王妃たちのベールとみなそうと、王たちの王冠とみなそうと、あるいはあなた方が望むように考えようと、そのようにしてこの都市を救ってください。どのような再建者、どのような王たちを、あなた方は霞ませないでしょうか。時間とともに、また個々に都市によって獲得されたこれらのものを、一つの再建によって実現させることで、どのような寛大さの限界をも、あなた方は超えてしまわないでしょうか。そして、私はこれらを助言として言ったのでもなく、無知な者たちに教え諭すように言ったのでもありません。私は災害によってそこまで正気を失ったわけではありません。しかし、人間は祈る時にもこのように「アイアースに勝利を与えたまえ」、また「今こそ私を愛したまえ、アテネよ」と言うものなのです。したがって、私たちが神々と対話するのと同じやり方で、あなた方に手紙を書くことは不興を買うものではありません。実に、私たちは神々にはこれらのことについて祈り、最も神聖なる支配者であるあなた方には懇願するのです。こうしたことを懇願することは、神々に対しても人間に対しても、美しいことに違いありません。 しかし、私自身がどのようにして生き延びたのか、おそらくお聞きになりたいでしょう。災厄の数日前に、神が私を動かして、ある場所へと移らせ、その場にとどまるよう命じられました。まさにそこに滞在している時に、私は起きたことを知ったのです。それを知った時、私はじっとしていられませんでした。私に残されたのは、神々とあなた方を呼ぶこと以外に何もなかったと思います。それゆえ、私は共同の使節団を待つこともせず、他人が何をするかを見届けることもしませんでした。むしろ、すべての人々のうちで自分自身にもこの問題が関わっていると考え、自分自身を奉仕者と位置づけました。他には何もできずとも、少なくとも都市の災厄を嘆き悲しむことこそがふさわしいと考えたからです。他の人々は皇帝たちのもとで実力を持ち、幸福な故郷のために贈り物を獲得しましたが、もし私のこともあなた方の心に少しでもあるならば、私はこの恵みが都市に与えられることを求め、懇願します。壊された器のように見捨てられ、役に立たないと見なされて投げ捨てられるのではなく、あなた方によって蘇ることを。私にはソロンのことが思い浮かびました。国制が崩壊した時、彼は盾と槍を手にして家の前に座ったと言われています。彼には助ける力はなかったでしょうが、自分がどのような意志を持っているかを示したのです。私の場合はそれ以上です。なぜなら、もし私が実際の行動で何も貢献できなかったとしても、あなた方の慈愛を行動へと促すことが、自分に課せられた役目であると確信していたからです。したがって、私の努力は無駄にはならないでしょう。確かに、門の外にあるものについては私をさほど悩ませません。守護者たちがそれらを細々と扱っていた時にも、私は共に喜んでいなかったからです。それらについては望む者が懇願すればよいのであり、私の側から妨げるものは何もありません。しかし、城壁の内側にある古いものや新しいもの、あなた方への敬意の記念碑、同時にあなた方からの記念碑、そして同等の地位にある者たちに対する都市の誇りとなるものは...

構文注5 件
  1. 512ὧν

    関係代名詞 ὧν は、先行詞 τούτων が省略され、関係代名詞自体が先行詞の属格に引かれて(吸引、attraction)属格をとっている。元来は ἀναμνήσθητε τούτων ἃ ... ἐφθέγξασθε となるところ。動詞 ἀναμιμνήσκομαι が属格を支配するため。

  2. 513μὴ γάρ μοι

    発話を示す動詞(例えば λέγετε「語るな」)が省略された慣用表現。与格の μοι は関与の与格(ethical dative)。「私に向かって〜を口にしないでくれ」の意。

  3. 513ποιήσαντες γενέσθαι

    使役表現。ποιέω + 対格 (ταῦτα) + 不定詞 (γενέσθαι) で「これらを〜にさせる」の意。ταῦτα の先行詞は関係節の ἃ。

  4. 514ἐμαυτὸν ἔταξα διάκονον

    二重対格。τάττω(配置する、任命する)が、目的語 ἐμαυτόν と、目的格補語として διάκονον(奉仕者)の二つの対格をとっている。

  5. 514ᾔδειν μοι καθιστάμενον

    認識を示す動詞 ᾔδειν(οἶδα の過去完了、意味は過去)が、不定詞句を主語とする分詞補文 καθιστάμενον をとっている。「〜が自分にとって(義務として)確立されていることを知っていた」の意。μοι は関与の与格。

翻訳:Gemini 3.5 Flash(2026-05-22 公開)・修正履歴(1 件・最終 2026-09-21)
  • 2026-09-21 AI校閲 — 訳文 1 件
urn:cts:greekLit:tlg0284.tlg041.humanitext-grc2:512-514