- 底本
- Aristides. Vol. 1. Dindorf, Wilhelm, editor. Leipzig: Reimer, 1829.
- 翻訳
- AI生成(gemini-3.8-flash) — 機械翻訳のため誤りを含む場合があります
- 言語
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0284.tlg033.humanitext-grc2:421-422
- 出力
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
弁者は、救済されたスパルタ人がアテナイに危害を加える能力も意図も持ち得ないことを論証し、逆にスパルタが滅亡すればテーバイがアテナイを標的とすることは不可避であるとして、確実な同盟者を得られる今こそスパルタを救援すべきだと説く。
ποτε πιστεύσαντες ἐφʼ ἡμᾶς ἥξουσι; τί δὲ καὶ ζητοῦντες; ἵνʼ ἡμᾶς ἀνέλωσιν; ἀλλʼ ὅτʼ ἔσχον καιρὸν, οὐκ ἐποίησαν τοῦτο. ἀλλʼ ὅτι οὐ συνήνεγκεν αὐτοῖς φεισαμένοις; καὶ μὴν διὰ τοῦτό γε εἴσονται σεσωσμένοι. οὐκοῦν ἵνʼ ἄλλως πράγματα ἔχωσιν; ἀλλʼ οὐχ οὕτω μαίνονται. ὑπὲρ τοῦ ποτʼ οὖν ἐνοχλήσουσιν; οὐ γὰρ ὑπέρ γε τοῦ μισεῖσθαι· ἐγὼ μὲν οὐκ ἐπινοῶ πᾶς γιγνόμενος.1 ἐπεὶ καὶ τοῦτο πῶς οὐκ ἄτοπον καὶ ὑπερφυὲς, ἀνθρώπους σωθέντας ὑφʼ ὑμῶν καὶ τυχόντας ὧν οὐκ ἂν ἤλπισαν μείζω, τούτους ἡγεῖσθαί τι φρονήσειν ἄγνωμον περὶ ἡμῶν, κἂν τὴν βασιλέως ἀρχὴν καὶ δύναμιν λάβωσιν; ἔπειτα εἰ φοβησόμεθα οὓς ἂν εὖ ποιῶμεν, τίσι θαρρήσομεν; οὐχ ὁρῶ. τὸ μὲν τοίνυν Λακεδαιμονίων, διττῆς οὔσης ἁπάσης ἀσφαλείας, ἀμφοτέρας ἔχει τὰς μερίδας. οὔτε γὰρ δύνανται δή που ποιεῖν ἡμᾶς κακὸν οὐδὲν οὔτʼ εἰκός ἐστι βουλήσεσθαι τούτοις γε τοῖς λογισμοῖς αὐτούς. σκεψώμεθα δὴ καὶ τὰ Θηβαίων, ἆρα ὁμοίως ἀδεᾶ, τοὺς Λακεδαιμονίους ἐὰν ἀνέλωσιν, ὥσπερ τὰ ἐκείνων, ἂν μὴ τοῦτο πάθωσιν. ἀλλὰ τίς οὐκ οἶδεν ὅτι, ἂν ἐκποδὼν γένωνται Λακεδαιμόνιοι, μετενήνεκται λοιπὸν ἐνταῦθα ὁ πόλεμος καὶ πρὸς ἡμᾶς ἤδη τοῖς Θηβαίοις ὁ λόγος γίγνεται; οὐ γὰρ ἐκεῖνό γε οὐδεὶς ἡμῶν πέπεισται ὅτι νῦν ἄλλο τι ζητοῦσιν ἐκεῖνοι ἢ παρελθεῖν ἐπὶ τὴν τάξιν ἐφʼ ἧς γε ἡμεῖς καὶ Λακεδαιμόνιοι μεθʼ ἡμᾶς ἐγένοντο, οὐδʼ οὕτως ἐσμὲν εὐήθεις ὥστε ἡγεῖσθαι Θηβαίους εὐνοϊκώτερον ἡμῖν ἢ σφίσιν αὐτοῖς ἔχειν, οὐδέ γε οὕτως ἀργοὺς οὐδὲ ὑπτίους εἶναι, ὥστε ἀνῃρημένων Λακεδαιμονίων καὶ τοῦ ἡμίσεος αὐτοῖς ὑπάρχοντος εἰς τὰ πράγματα, εἶτʼ ἐγκαταλείψειν τὸ λοιπὸν ἑκόντας. οὐκ ἔστι ταῦτα. ἀλλʼ ἐμοὶ μὲν καὶ πρώην οὐκ οἶδʼ ὅστις ἀπήγγειλε διομνύμενος ὡς ἤδη καὶ τριήρεις ἐγνωκότες εἰσὶ ποιεῖσθαι καὶ εἰς τὴν θάλατταν ἐμβαίνειν. λέγειν γὰρ ἔφη πρὸς αὐτοὺς Ἐπαμεινώνδαν ὡς οὐδὲν ὄφελος τῶν ἐν τῇ γῇ πλεονεκτημάτων, εἰ μὴ καὶ τὴν θάλατταν διʼ αὑτῶν ἕξουσι. τούτοις μὲν οὖν ἔξεστι μὲν πιστεύειν, ἔξεστι δὲ μή· ἐκεῖνο μέντοι κἀγὼ σαφῶς οἶδα καὶ οὐδὲν χεῖρον ὑμεῖς ἐμοῦ, ὅτι Θηβαῖοι Λακεδαιμονίων κρατήσαντες ἐφʼ ἡμᾶς τρέψονται εἰ δὲ τοῦτʼ ἔσται, κινδυνεύσομεν ἢ μετὰ συμμάχων ἢ μόνοι. τὸ μὲν δὴ μόνους ἀπολειφθῆναι τί ἂν ὑμᾶς ἔγωγε διδάσκοιμι ποῖόν τι νομιστέον; εἰ δὲ ἕξομεν συμμάχους, βελτίους οἱ νῦν παρόντες ὧν ἄν τις φῇ τότε εὑρήσειν. καὶ μὴν οὐδὲ τὸ σχῆμα ὅμοιον. τότε μὲν γὰρ ἐκεῖνοι βοηθεῖν ἡμῖν δόξουσιν, οἵτινες ποτὲ οὗτοι γενήσονται, νῦν δὲ ἡμεῖς τούτους σώζειν. ἐπὶ δὲ ἀμφοτέροις ἐκεῖνο λέγω· τούτους μὲν παραλαβόντες οὐκ ἀπόλλυτε ἐκείνους τοὺς τότʼ ἂν ἐλθόντας, ἔξεστι γὰρ ἀμφοτέρους ἔχειν δή που· οἷς δʼ ἂν τότε χρήσαισθε οὐκ ἔνεστιν εἰπεῖν τούτους προσέσεσθαι νῦν παροφθέντας. οὐ τοίνυν οὐδὲ τοὺς ἐθελήσοντας ἂν ἡμῖν ὑπηρετῆσαι τηνικαῦτα προθύμως ὁρῶ. ὅταν γὰρ αὐτοὶ προιέμενοι Λακεδαιμονίους φαίνησθε, ταὐτὰ χρὴ καὶ παρὰ τῶν ἄλλων ὑμῖν ἀπαντήσειν προσδοκᾶν. καὶ μὴν οὐδʼ ἐγκαλεῖν οὐδέσιν αὐτῶν ἕξετε. ὅταν γὰρ ἃ τῶνδε παρίδητε αὐτοὶ τούτοις χρῆσθε πρὸς τοὺς ἄλλους, ἐρυθριᾶν ἀποτυγχάνοντας περιγίγνεται.2 πόσῳ τοίνυν βέλτιον τὸν μὲν πόλεμον δέξασθαι, βεβαίους καὶ φανεροὺς ἔχοντας τοὺς συμμάχους, τὰ δʼ ὑμέτερʼ αὐτῶν εὖ τιθεμένους δοκεῖν τῆς ἑτέρων σωτηρίας φροντίζειν, ἢ τούτους μὲν ἡλίκους εἶπον ἐᾶσαι γενέσθαι, τὸ δὲ τούτοις χαρίσασθαι φυγεῖν, εἶθʼ ἑτέρους οἵτινες ὑμῖν τοῦτο ποιήσουσιν ὕστερον ζητεῖν, ἐὰν ἄρα τις φανῇ; τοῦ μὲν τοίνυν ἐὰν Λακεδαιμονίοις προσθώμεθα μὴ διαμαρτεῖν ἡμᾶς ἐλπίδος Λακεδαιμονίοις ἡγοῦμαι δεῖν μέλειν.3 τὸ γὰρ πονηροτάτους ἀνθρώπων ἀποφανθῆναι καὶ πάντας ἐπʼ αὐτοὺς συστῆναι—ὃ γένοιτʼ ἂν, ἐάν τι νεωτερίζειν περὶ τοὺς εὐεργέτας ἐπιχειρῶσιν—ἐκείνοις, οὐχ ἡμῖν δή που διαφέρει. ὥστʼ εἰ ἄρα καὶ ἀρτίως ἐσφαλλόμην, κἂν παρακινήσωσί τί ποτε ὕστερον, περὶ αὐτῶν, οὐ περὶ ἡμῶν κακῶς ἔσονται βεβουλευμένοι. τὴν δὲ ὑπὲρ τοῦ μὴ γενέσθαι Θηβαίους ἰσχυροὺς πρόνοιαν ὑμᾶς αὐτοὺς δή που ποιεῖσθαι δεῖ· τοῦτο γὰρ ὑμῖν, οὐκέτʼ ἐκείνοις κινδυνεύεται. οὐ μὴν οὐδʼ ἂν συμμαχήσωμεν τοῖς Θηβαίοις, πίστιν ἐνοῦσαν καθορῶ. ὅταν γὰρ
彼らは一体何を信じて私たちのところへ攻め寄せるというのでしょうか。また何を求めてそうするのでしょうか。私たちを滅ぼすためでしょうか。しかし彼らは好機があった時にもそうしませんでした。では、容赦したことが自分たちの利益にならなかったからでしょうか。しかし彼らはまさにそのおかげで今生き延びていることを知るでしょう。それなら、ただ無意味に厄介ごとを抱えるためでしょうか。しかし彼らはそこまで狂ってはいません。では一体何のために迷惑を及ぼすというのでしょうか。憎まれるためであるはずはありません。私には、あらゆる手を尽くして考えてみても思いつきません。そもそも、あなた方によって救われ、望みもしなかったほど大きな恩恵を得た者たちが、たとえ大王の支配権と軍事力を得たとしても、私たちに対して何か横暴な考えを抱くだろうと見なすのは、あまりにも奇異で途方もないことではないでしょうか。その上、もし私たちが恩恵を施す相手を恐れねばならないとしたら、一体誰を信頼できるというのでしょうか。私にはわかりません。したがって、あらゆる安全保障が二重のものであるとするなら、スパルタ人の件はその双方を備えています。彼らは私たちにいかなる危害も加えることができないのはもちろんであり、これらの打算からしても危害を望むとは考えられないからです。 それでは、もしスパルタ人を滅ぼした場合のテーバイ側の情勢も、スパルタ人が滅びなかった場合の彼らの情勢と同様に懸念のないものかどうかを検討してみましょう。しかし、もしスパルタ人が排除されたなら、今後は戦争がここに移り、テーバイ人の関心はすでに私たちに向けられることになるのを、一体誰が知らないでしょうか。なぜなら、彼らが今目指しているのは、かつて私たちや、私たちの後にはスパルタ人が占めていたあの地位に登りつめること以外の何物でもないと、私たちの誰もが確信しているからです。また私たちは、テーバイ人が自分たち自身よりも私たちに対して好意的であると考えるほど愚かでもなければ、スパルタ人が滅ぼされ、事態の半分を自分たちが握っている時に、その後残りの半分を自ら進んで放棄するほど無気力で怠惰であると考えるほど愚かでもありません。そのようなことはあり得ません。それどころか先日も、誰だったかは忘れましたが、テーバイ人がすでに三段櫂船を建造して海に進出することを決定したと誓って私に報告してくれた者がいました。エパメイノンダスが彼らに向かって、海をも自分たちの手中に収めない限り陸上での優位は何の役にも立たないと語ったというのです。もちろん、これを信じるか信じないかは自由です。しかし、テーバイ人がスパルタ人に打ち勝ったなら私たちに向き直るということは、私も明確に知っていますし、あなた方も私に劣らずよくご存知です。そしてもしそうなれば、私たちは同盟者とともにか、あるいは単独で危機に直面することになるでしょう。単独で取り残されることがどのような事態と見なされるべきか、私がわざわざあなた方に説く必要があるでしょうか。他方、もし同盟者を持つとしても、その時に見出せると誰かが言うであろう者たちよりも、いま現にいる者たちの方が優れています。その上、その立場も同じではありません。その時であれば、誰であろうとその者たちが私たちを救援するように見えるでしょうが、今であれば私たちがこれらスパルタ人を救うことになるのです。そして双方の点について私はこう申します。スパルタ人を迎え入れたとしても、その時に来るかもしれない者たちを失うわけではありません。双方を保つことが当然可能なのですから。しかし、その時に頼るかもしれない者たちに、今見捨てられたこの者たちが加わると言うことはできません。さらに、その時に私たちに進んで仕えてくれる者たちがいるとも私には思えません。あなた方自身がスパルタ人を見殺しにしたと見なされたなら、他の者たちからも同様の仕打ちを受けることを覚悟しなければならないからです。その上、あなた方は彼らの誰をも責めることはできないでしょう。スパルタ人の場合に見過ごしたことを、あなた方自身が他の者たちに対して求めるなら、断られた時に赤面する結果となるからです。そうであるなら、確実で明白な同盟者を持ち、自らの利害を適切に整えながら他者の救済を配慮していると見なされる状態で戦争を受け入れるのと、彼らを先ほど述べたような規模に増長させ、スパルタ人への恩恵を拒んで、後になって自分たちにそうしてくれる他の者を、現れるかどうかもわからないのに探すのとでは、どちらが遥かに勝っているでしょうか。 したがって、もしスパルタ人に味方した場合に私たちが期待を裏切られないようにすることは、スパルタ人自身が配慮すべきことだと私は考えます。最も不実な人間と宣告され、全員が自分たちに敵対して結束すること――恩人に対して何か不穏な企てを試みるならばそうなるでしょうが――は、言うまでもなく私たちにとってではなく、彼らにとって死活問題だからです。ですから、仮に先ほど私の見立てが誤っていて、彼らが後になって何らかの不穏な動きを見せたとしても、彼らは私たちについてではなく、自分たち自身について誤った決断を下したことになるでしょう。しかし、テーバイ人を強大にさせない配慮は、言うまでもなくあなた方自身がしなければなりません。これこそは彼らにとってではなく、もはやあなた方自身にとっての危機だからです。さらに、テーバイ人と同盟を結んだとしても、そこに信頼が存在するとは到底思えません。なぜなら……
- 421ἐγὼ μὲν οὐκ ἐπινοῶ πᾶς γιγνόμενος
分詞「πᾶς γιγνόμενος」はイディオム的表現(πάντα γίγνεσθαι に相当)で、「あらゆる手段を講じる」「全精力を傾けてあらゆる角度から考える」の意。主動詞「ἐπινοῶ」の主語に一致する付帯状況の分詞として機能している。
- 422ἐρυθριᾶν ἀποτυγχάνοντας περιγίγνεται
「περιγίγνεται」は非人称的に「(結果として)〜が生じる、〜という結末になる」の意で、不定詞「ἐρυθριᾶν」(赤面する、恥じる)を主語/補足語として従える。対格分詞「ἀποτυγχάνοντας」は不定詞の意味上の主語(「(要求に)失敗した者たちが赤面すること」)を表している。
- 422τοῦ μὲν τοίνυν ἐὰν Λακεδαιμονίοις προσθώμεθα μὴ διαμαρτεῖν ἡμᾶς ἐλπίδος Λακεδαιμονίοις ἡγοῦμαι δεῖν μέλειν
文頭の属格定冠詞付き不定詞句「τοῦ ... μὴ διαμαρτεῖν ἡμᾶς ἐλπίδος」は、後続する非人称動詞不定詞「μέλειν」(非人称動詞 μέλει「〜に配慮がある」)が要求する関心の対象を示す属格。その枠組みの中に条件節「ἐὰν Λακεδαιμονίοις προσθώμεθα」が挿入された構造(hyperbaton)。与格の「Λακεδαιμονίοις」が配慮の主体(μέλειν の間接目的語)である。
